ΞΕ. οὔκουν ὅσοι γε τῶν μεγάλων πού τι πλάττουσιν ἔργων ἢ γράφουσιν. εἰ γὰρ ἀποδιδοῖεν τὴν τῶν καλῶν ἀληθινὴν συμμετρίαν, οἶσθʼ ὅτι σμικρότερα μὲν τοῦ δέοντος τὰ ἄνω, μείζω δὲ τὰ κάτω φαίνοιτʼ ἂν διὰ τὸ τὰ μὲν πόρρωθεν, τὰ δʼ ἐγγύθεν ὑφʼ ἡμῶν ὁρᾶσθαι. ΘΕΑΙ. πάνυ μὲν οὖν. ΞΕ. ἆρʼ οὖν οὐ χαίρειν τὸ ἀληθὲς ἐάσαντες οἱ δημιουργοὶ νῦν οὐ τὰς οὔσας συμμετρίας ἀλλὰ τὰς δοξούσας εἶναι καλὰς τοῖς εἰδώλοις ἐναπεργάζονται; ΘΕΑΙ. παντάπασί γε. ΞΕ. τὸ μὲν ἄρα ἕτερον οὐ δίκαιον, εἰκός γε ὄν, εἰκόνα καλεῖν; ΘΕΑΙ. ναί. ΞΕ. καὶ τῆς γε μιμητικῆς τὸ ἐπὶ τούτῳ μέρος κλητέον ὅπερ εἴπομεν ἐν τῷ πρόσθεν, εἰκαστικήν; ΘΕΑΙ. κλητέον. ΞΕ. τί δέ; τὸ φαινόμενον μὲν διὰ τὴν οὐκ ἐκ καλοῦ θέαν ἐοικέναι τῷ καλῷ, δύναμιν δὲ εἴ τις λάβοι τὰ τηλικαῦτα ἱκανῶς ὁρᾶν, μηδʼ εἰκὸς ᾧ φησιν ἐοικέναι, τί καλοῦμεν; ἆρʼ οὐκ, ἐπείπερ φαίνεται μέν, ἔοικε δὲ οὔ, φάντασμα; ΘΕΑΙ. τί μήν; ΞΕ. οὐκοῦν πάμπολυ καὶ κατὰ τὴν ζωγραφίαν τοῦτο τὸ μέρος ἐστὶ καὶ κατὰ σύμπασαν μιμητικήν; ΘΕΑΙ. πῶς δʼ οὔ; ΞΕ. τὴν δὴ φάντασμα ἀλλʼ οὐκ εἰκόνα ἀπεργαζομένην τέχνην ἆρʼ οὐ φανταστικὴν ὀρθότατʼ ἂν προσαγορεύοιμεν; ΘΕΑΙ. πολύ γε. ΞΕ. τούτω τοίνυν τὼ δύο ἔλεγον εἴδη τῆς εἰδωλοποιικῆς, εἰκαστικὴν καὶ φανταστικήν. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. ὃ δέ γε καὶ τότʼ ἠμφεγνόουν, ἐν ποτέρᾳ τὸν σοφιστὴν θετέον, οὐδὲ νῦν πω δύναμαι θεάσασθαι σαφῶς, ἀλλʼ ὄντως θαυμαστὸς ἁνὴρ καὶ κατιδεῖν παγχάλεπος, ἐπεὶ καὶ νῦν μάλα εὖ καὶ κομψῶς εἰς ἄπορον εἶδος διερευνήσασθαι καταπέφευγεν. ΘΕΑΙ. ἔοικεν. ΞΕ. ἆρʼ οὖν αὐτὸ γιγνώσκων σύμφης, ἤ σε οἷον ῥύμη τις ὑπὸ τοῦ λόγου συνειθισμένον συνεπεσπάσατο πρὸς τὸ ταχὺ συμφῆσαι; ΘΕΑΙ. πῶς καὶ πρὸς τί τοῦτο εἴρηκας; ΞΕ. ὄντως, ὦ μακάριε, ἐσμὲν ἐν παντάπασι χαλεπῇ σκέψει. τὸ γὰρ φαίνεσθαι τοῦτο καὶ τὸ δοκεῖν, εἶναι δὲ μή, καὶ τὸ λέγειν μὲν ἄττα, ἀληθῆ δὲ μή, πάντα ταῦτά ἐστι μεστὰ ἀπορίας ἀεὶ ἐν τῷ πρόσθεν χρόνῳ καὶ νῦν. ὅπως γὰρ εἰπόντα χρὴ ψευδῆ λέγειν ἢ δοξάζειν ὄντως εἶναι, καὶ τοῦτο φθεγξάμενον ἐναντιολογίᾳ μὴ συνέχεσθαι, παντάπασιν, ὦ Θεαίτητε, χαλεπόν. ΘΕΑΙ. τί δή; ΞΕ. τετόλμηκεν ὁ λόγος οὗτος ὑποθέσθαι τὸ μὴ ὂν εἶναι· ψεῦδος γὰρ οὐκ ἂν ἄλλως ἐγίγνετο ὄν. Παρμενίδης δὲ ὁ μέγας, ὦ παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενός τε καὶ διὰ τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῇ τε ὧδε ἑκάστοτε λέγων καὶ μετὰ μέτρων— οὐ γὰρ μήποτε τοῦτο δαμῇ, φησίν, εἶναι μὴ ἐόντα· ἀλλὰ σὺ τῆσδʼ ἀφʼ ὁδοῦ διζήμενος εἶργε νόημα. Parmenides Fr. 7.1 παρʼ ἐκείνου τε οὖν μαρτυρεῖται, καὶ μάλιστά γε δὴ πάντων ὁ λόγος αὐτὸς ἂν δηλώσειε μέτρια βασανισθείς. τοῦτο οὖν αὐτὸ πρῶτον θεασώμεθα, εἰ μή τί σοι διαφέρει. ΘΕΑΙ. τὸ μὲν ἐμὸν ὅπῃ βούλει τίθεσο, τὸν δὲ λόγον ᾗ βέλτιστα διέξεισι σκοπῶν αὐτός τε ἴθι κἀμὲ κατὰ ταύτην τὴν ὁδὸν ἄγε. ΞΕ. ἀλλὰ χρὴ δρᾶν ταῦτα. καί μοι λέγε· τὸ μηδαμῶς ὂν τολμῶμέν που φθέγγεσθαι; ΘΕΑΙ. πῶς γὰρ οὔ; ΞΕ. μὴ τοίνυν ἔριδος ἕνεκα μηδὲ παιδιᾶς, ἀλλʼ εἰ σπουδῇ δέοι συννοήσαντά τινα ἀποκρίνασθαι τῶν ἀκροατῶν ποῖ χρὴ τοὔνομʼ ἐπιφέρειν τοῦτο, τὸ μὴ ὄν, τί δοκοῦμεν ἂν εἰς τί καὶ ἐπὶ ποῖον αὐτόν τε καταχρήσασθαι καὶ τῷ πυνθανομένῳ δεικνύναι; ΘΕΑΙ. χαλεπὸν ἤρου καὶ σχεδὸν εἰπεῖν οἵῳ γε ἐμοὶ παντάπασιν ἄπορον. ΞΕ. ἀλλʼ οὖν τοῦτό γε δῆλον, ὅτι τῶν ὄντων ἐπί τι τὸ μὴ ὂν οὐκ οἰστέον. ΘΕΑΙ. πῶς γὰρ ἄν; ΞΕ. οὐκοῦν ἐπείπερ οὐκ ἐπὶ τὸ ὄν, οὐδʼ ἐπὶ τὸ τὶ φέρων ὀρθῶς ἄν τις φέροι. ΘΕΑΙ. πῶς δή; ΞΕ. καὶ τοῦτο ἡμῖν που φανερόν, ὡς καὶ τὸ τὶ τοῦτο ῥῆμα ἐπʼ ὄντι λέγομεν ἑκάστοτε· μόνον γὰρ αὐτὸ λέγειν, ὥσπερ γυμνὸν καὶ ἀπηρημωμένον ἀπὸ τῶν ὄντων ἁπάντων, ἀδύνατον· ἦ γάρ; ΘΕΑΙ. ἀδύνατον. ΞΕ. ἆρα τῇδε σκοπῶν σύμφης, ὡς ἀνάγκη τόν τι λέγοντα ἕν γέ τι λέγειν; ΘΕΑΙ. οὕτως. ΞΕ. ἑνὸς γὰρ δὴ τό γε τὶ φήσεις σημεῖον εἶναι, τὸ δὲ τινὲ δυοῖν, τὸ δὲ τινὲς πολλῶν. ΘΕΑΙ. πῶς γὰρ οὔ; ΞΕ. τὸν δὲ δὴ μὴ τὶ λέγοντα ἀναγκαιότατον, ὡς ἔοικε, παντάπασι μηδὲν λέγειν. ΘΕΑΙ. ἀναγκαιότατον μὲν οὖν. ΞΕ. ἆρʼ οὖν οὐδὲ τοῦτο συγχωρητέον, τὸ τὸν τοιοῦτον λέγειν μέν τι , λέγειν μέντοι μηδέν, ἀλλʼ οὐδὲ λέγειν φατέον, ὅς γʼ ἂν ἐπιχειρῇ μὴ ὂν φθέγγεσθαι; ΘΕΑΙ. τέλος γοῦν ἂν ἀπορίας ὁ λόγος ἔχοι. ΞΕ. μήπω μέγʼ εἴπῃς · ἔτι γάρ, ὦ μακάριε, ἔστι, καὶ ταῦτά γε τῶν ἀποριῶν ἡ μεγίστη καὶ πρώτη. περὶ γὰρ αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει. ΘΕΑΙ. πῶς φῄς; λέγε καὶ μηδὲν ἀποκνήσῃς. ΞΕ. τῷ μὲν ὄντι που προσγένοιτʼ ἄν τι τῶν ὄντων ἕτερον. ΘΕΑΙ. πῶς γὰρ οὔ; ΞΕ. μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι φήσομεν δυνατὸν εἶναι; ΘΕΑΙ. καὶ πῶς; ΞΕ. ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν. ΘΕΑΙ. εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν. ΞΕ. μὴ τοίνυν μηδʼ ἐπιχειρῶμεν ἀριθμοῦ μήτε πλῆθος μήτε ἓν πρὸς τὸ μὴ ὂν προσφέρειν. ΘΕΑΙ. οὔκουν ἂν ὀρθῶς γε, ὡς ἔοικεν, ἐπιχειροῖμεν, ὥς φησιν ὁ λόγος. ΞΕ. πῶς οὖν ἂν ἢ διὰ τοῦ στόματος φθέγξαιτο ἄν τις ἢ καὶ τῇ διανοίᾳ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα ἢ τὸ μὴ ὂν χωρὶς ἀριθμοῦ; ΘΕΑΙ. λέγε πῇ; ΞΕ. μὴ ὄντα μὲν ἐπειδὰν λέγωμεν, ἆρα οὐ πλῆθος ἐπιχειροῦμεν ἀριθμοῦ προστιθέναι; ΘΕΑΙ. τί μήν; ΞΕ. μὴ ὂν δέ, ἆρα οὐ τὸ ἓν αὖ; ΘΕΑΙ. σαφέστατά γε. ΞΕ. καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὂν ἐπιχειρεῖν μὴ ὄντι προσαρμόττειν. ΘΕΑΙ. λέγεις ἀληθέστατα. ΞΕ. συννοεῖς οὖν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθῶς οὔτʼ εἰπεῖν οὔτε διανοηθῆναι τὸ μὴ ὂν αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἔστιν ἀδιανόητόν τε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ ἄλογον; ΘΕΑΙ. παντάπασι μὲν οὖν. ΞΕ. ἆρʼ οὖν ἐψευσάμην ἄρτι λέγων τὴν μεγίστην ἀπορίαν ἐρεῖν αὐτοῦ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λέγειν ἄλλην ἔχομεν; ΘΕΑΙ. τίνα δή; ΞΕ. ὦ θαυμάσιε, οὐκ ἐννοεῖς αὐτοῖς τοῖς λεχθεῖσιν ὅτι καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν οὕτως, ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρῇ τις ἐλέγχειν, ἐναντία αὐτὸν αὑτῷ περὶ ἐκεῖνο ἀναγκάζεσθαι λέγειν; ΘΕΑΙ. πῶς φῄς; εἰπὲ ἔτι σαφέστερον. ΞΕ. οὐδὲν δεῖ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπεῖν. ἐγὼ μὲν γὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τῶν πολλῶν τὸ μὴ ὂν δεῖν μετέχειν, ἄρτι τε καὶ νῦν οὕτως ἓν αὐτὸ εἴρηκα· τὸ μὴ ὂν γὰρ φημί. συνίης τοι. ΘΕΑΙ. ναί. ΞΕ. καὶ μὴν αὖ καὶ σμικρὸν ἔμπροσθεν ἄφθεγκτόν τε αὐτὸ καὶ ἄρρητον καὶ ἄλογον ἔφην εἶναι. συνέπῃ; ΘΕΑΙ. συνέπομαι. πῶς γὰρ οὔ; ΞΕ. οὐκοῦν τό γε εἶναι προσάπτειν πειρώμενος ἐναντία τοῖς πρόσθεν ἔλεγον; ΘΕΑΙ. φαίνῃ. ΞΕ. τί δέ; τοῦτο προσάπτων οὐχ ὡς ἑνὶ διελεγόμην; ΘΕΑΙ. ναί. ΞΕ. καὶ μὴν ἄλογόν γε λέγων καὶ ἄρρητον καὶ ἄφθεγκτον ὥς γε πρὸς ἓν τὸν λόγον ἐποιούμην. ΘΕΑΙ. πῶς δʼ οὔ; ΞΕ. φαμὲν δέ γε δεῖν, εἴπερ ὀρθῶς τις λέξει, μήτε ὡς ἓν μήτε ὡς πολλὰ διορίζειν αὐτό, μηδὲ τὸ παράπαν αὐτὸ καλεῖν· ἑνὸς γὰρ εἴδει καὶ κατὰ ταύτην ἂν τὴν πρόσρησιν προσαγορεύοιτο. ΘΕΑΙ. παντάπασί γε. ΞΕ. τὸν μὲν τοίνυν ἐμέ γε τί τις ἂν λέγοι; καὶ γὰρ πάλαι καὶ τὰ νῦν ἡττημένον ἂν εὕροι περὶ τὸν τοῦ μὴ ὄντος ἔλεγχον. ὥστε ἐν ἔμοιγε λέγοντι, καθάπερ εἶπον, μὴ σκοπῶμεν τὴν ὀρθολογίαν περὶ τὸ μὴ ὄν, ἀλλʼ εἶα δὴ νῦν ἐν σοὶ σκεψώμεθα. ΘΕΑΙ. πῶς φῄς; ΞΕ. ἴθι ἡμῖν εὖ καὶ γενναίως, ἅτε νέος ὤν, ὅτι μάλιστα δύνασαι συντείνας πειράθητι, μήτε οὐσίαν μήτε τὸ ἓν μήτε πλῆθος ἀριθμοῦ προστιθεὶς τῷ μὴ ὄντι, κατὰ τὸ ὀρθὸν φθέγξασθαί τι περὶ αὐτοῦ. ΘΕΑΙ. πολλὴ μεντἄν με καὶ ἄτοπος ἔχοι προθυμία τῆς ἐπιχειρήσεως, εἰ σὲ τοιαῦθʼ ὁρῶν πάσχοντα αὐτὸς ἐπιχειροίην. ΞΕ. ἀλλʼ εἰ δοκεῖ, σὲ μὲν καὶ ἐμὲ χαίρειν ἐῶμεν· ἕως δʼ ἄν τινι δυναμένῳ δρᾶν τοῦτο ἐντυγχάνωμεν, μέχρι τούτου λέγωμεν ὡς παντὸς μᾶλλον πανούργως εἰς ἄπορον ὁ σοφιστὴς τόπον καταδέδυκεν. ΘΕΑΙ. καὶ μάλα δὴ φαίνεται. ΞΕ. τοιγαροῦν εἴ τινα φήσομεν αὐτὸν ἔχειν φανταστικὴν τέχνην, ῥᾳδίως ἐκ ταύτης τῆς χρείας τῶν λόγων ἀντιλαμβανόμενος ἡμῶν εἰς τοὐναντίον ἀποστρέψει τοὺς λόγους, ὅταν εἰδωλοποιὸν αὐτὸν καλῶμεν, ἀνερωτῶν τί ποτε τὸ παράπαν εἴδωλον λέγομεν. σκοπεῖν οὖν, ὦ Θεαίτητε, χρὴ τί τις τῷ νεανίᾳ πρὸς τὸ ἐρωτώμενον ἀποκρινεῖται. ΘΕΑΙ. δῆλον ὅτι φήσομεν τά τε ἐν τοῖς ὕδασι καὶ κατόπτροις εἴδωλα, ἔτι καὶ τὰ γεγραμμένα καὶ τὰ τετυπωμένα καὶ τἆλλα ὅσα που τοιαῦτʼ ἔσθʼ ἕτερα. ΞΕ. φανερός, ὦ Θεαίτητε, εἶ σοφιστὴν οὐχ ἑωρακώς. ΘΕΑΙ. τί δή; ΞΕ. δόξει σοι μύειν ἢ παντάπασιν οὐκ ἔχειν ὄμματα. ΘΕΑΙ. πῶς; ΞΕ. τὴν ἀπόκρισιν ὅταν οὕτως αὐτῷ διδῷς ἐὰν ἐν κατόπτροις ἢ πλάσμασι λέγῃς τι, καταγελάσεταί σου τῶν λόγων, ὅταν ὡς βλέποντι λέγῃς αὐτῷ, προσποιούμενος οὔτε κάτοπτρα οὔτε ὕδατα γιγνώσκειν οὔτε τὸ παράπαν ὄψιν, τὸ δʼ ἐκ τῶν λόγων ἐρωτήσει σε μόνον. ΘΕΑΙ. ποῖον; ΞΕ. τὸ διὰ πάντων τούτων ἃ πολλὰ εἰπὼν ἠξίωσας ἑνὶ προσειπεῖν ὀνόματι φθεγξάμενος εἴδωλον ἐπὶ πᾶσιν ὡς ἓν ὄν. λέγε οὖν καὶ ἀμύνου μηδὲν ὑποχωρῶν τὸν ἄνδρα. ΘΕΑΙ. τί δῆτα, ὦ ξένε, εἴδωλον ἂν φαῖμεν εἶναι πλήν γε τὸ πρὸς τἀληθινὸν ἀφωμοιωμένον ἕτερον τοιοῦτον; ΞΕ. ἕτερον δὲ λέγεις τοιοῦτον ἀληθινόν, ἢ ἐπὶ τίνι τὸ τοιοῦτον εἶπες; ΘΕΑΙ. οὐδαμῶς ἀληθινόν γε, ἀλλʼ ἐοικὸς μέν. ΞΕ. ἆρα τὸ ἀληθινὸν ὄντως ὂν λέγων; ΘΕΑΙ. οὕτως. ΞΕ. τί δέ; τὸ μὴ ἀληθινὸν ἆρʼ ἐναντίον ἀληθοῦς; ΘΕΑΙ. τί μήν; ΞΕ. οὐκ ὄντως οὐκ ὂν ἄρα λέγεις τὸ ἐοικός, εἴπερ αὐτό γε μὴ ἀληθινὸν ἐρεῖς. ΘΕΑΙ. ἀλλʼ ἔστι γε μήν πως. ΞΕ. οὔκουν ἀληθῶς γε, φῄς. ΘΕΑΙ. οὐ γὰρ οὖν· πλήν γʼ εἰκὼν ὄντως. ΞΕ. οὐκ ὂν ἄρα οὐκ ὄντως ἐστὶν ὄντως ἣν λέγομεν εἰκόνα; ΘΕΑΙ. κινδυνεύει τοιαύτην τινὰ πεπλέχθαι συμπλοκὴν τὸ μὴ ὂν τῷ ὄντι, καὶ μάλα ἄτοπον. ΞΕ. πῶς γὰρ οὐκ ἄτοπον; ὁρᾷς γοῦν ὅτι καὶ νῦν διὰ τῆς ἐπαλλάξεως ταύτης ὁ πολυκέφαλος σοφιστὴς ἠνάγκακεν ἡμᾶς τὸ μὴ ὂν οὐχ ἑκόντας ὁμολογεῖν εἶναί πως. ΘΕΑΙ. ὁρῶ καὶ μάλα. ΞΕ. τί δὲ δή; τὴν τέχνην αὐτοῦ τίνα ἀφορίσαντες ἡμῖν αὐτοῖς συμφωνεῖν οἷοί τε ἐσόμεθα; ΘΕΑΙ. πῇ καὶ τὸ ποῖόν τι φοβούμενος οὕτω λέγεις; ΞΕ. ὅταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατᾶν φῶμεν καὶ τὴν τέχνην εἶναί τινα ἀπατητικὴν αὐτοῦ, τότε πότερον ψευδῆ δοξάζειν τὴν ψυχὴν ἡμῶν φήσομεν ὑπὸ τῆς ἐκείνου τέχνης, ἢ τί ποτʼ ἐροῦμεν; ΘΕΑΙ. τοῦτο· τί γὰρ ἂν ἄλλο εἴπαιμεν; ΞΕ. ψευδὴς δʼ αὖ δόξα ἔσται τἀναντία τοῖς οὖσι δοξάζουσα, ἢ πῶς; ΘΕΑΙ. οὕτως· τἀναντία. ΞΕ. λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδῆ δόξαν; ΘΕΑΙ. ἀνάγκη. ΞΕ. πότερον μὴ εἶναι τὰ μὴ ὄντα δοξάζουσαν, ἤ πως εἶναι τὰ μηδαμῶς ὄντα; ΘΕΑΙ. εἶναί πως τὰ μὴ ὄντα δεῖ γε, εἴπερ ψεύσεταί ποτέ τίς τι καὶ κατὰ βραχύ. ΞΕ. τί δʼ; οὐ καὶ μηδαμῶς εἶναι τὰ πάντως ὄντα δοξάζεται; ΘΕΑΙ. ναί. ΞΕ. καὶ τοῦτο δὴ ψεῦδος; ΘΕΑΙ. καὶ τοῦτο.