<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="236"><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὔκουν ὅσοι γε τῶν μεγάλων πού τι πλάττουσιν ἔργων ἢ γράφουσιν. εἰ γὰρ ἀποδιδοῖεν τὴν τῶν καλῶν ἀληθινὴν συμμετρίαν, οἶσθʼ ὅτι σμικρότερα μὲν τοῦ δέοντος
<milestone n="236" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="236a"/> τὰ ἄνω, μείζω δὲ τὰ κάτω φαίνοιτʼ ἂν διὰ τὸ τὰ μὲν πόρρωθεν, τὰ δʼ ἐγγύθεν ὑφʼ ἡμῶν ὁρᾶσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν οὐ χαίρειν τὸ ἀληθὲς ἐάσαντες οἱ δημιουργοὶ νῦν οὐ τὰς οὔσας συμμετρίας ἀλλὰ τὰς δοξούσας εἶναι καλὰς τοῖς εἰδώλοις ἐναπεργάζονται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἄρα ἕτερον οὐ δίκαιον, εἰκός γε ὄν, εἰκόνα καλεῖν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="236b"/><label>ΞΕ.</label> καὶ τῆς γε μιμητικῆς τὸ ἐπὶ τούτῳ μέρος κλητέον ὅπερ εἴπομεν ἐν τῷ πρόσθεν, εἰκαστικήν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κλητέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ φαινόμενον μὲν διὰ τὴν οὐκ ἐκ καλοῦ θέαν ἐοικέναι τῷ καλῷ, δύναμιν δὲ εἴ τις λάβοι τὰ τηλικαῦτα ἱκανῶς ὁρᾶν, μηδʼ εἰκὸς ᾧ φησιν ἐοικέναι, τί καλοῦμεν; ἆρʼ οὐκ, ἐπείπερ φαίνεται μέν, ἔοικε δὲ οὔ, φάντασμα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν πάμπολυ καὶ κατὰ τὴν ζωγραφίαν τοῦτο τὸ
<milestone unit="section" resp="Stephanus" n="236c"/> μέρος ἐστὶ καὶ κατὰ σύμπασαν μιμητικήν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὴ φάντασμα ἀλλʼ οὐκ εἰκόνα ἀπεργαζομένην τέχνην ἆρʼ οὐ φανταστικὴν ὀρθότατʼ ἂν προσαγορεύοιμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πολύ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτω τοίνυν τὼ δύο ἔλεγον εἴδη τῆς εἰδωλοποιικῆς, εἰκαστικὴν καὶ φανταστικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὃ δέ γε καὶ τότʼ ἠμφεγνόουν, <add>ἐν</add> ποτέρᾳ τὸν σοφιστὴν θετέον, οὐδὲ νῦν πω δύναμαι θεάσασθαι σαφῶς,
<milestone unit="section" resp="Stephanus" n="236d"/> ἀλλʼ ὄντως θαυμαστὸς ἁνὴρ καὶ κατιδεῖν παγχάλεπος, ἐπεὶ καὶ νῦν μάλα εὖ καὶ κομψῶς εἰς ἄπορον εἶδος διερευνήσασθαι καταπέφευγεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν αὐτὸ γιγνώσκων σύμφης, ἤ σε οἷον ῥύμη τις ὑπὸ τοῦ λόγου συνειθισμένον συνεπεσπάσατο πρὸς τὸ ταχὺ συμφῆσαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς καὶ πρὸς τί τοῦτο εἴρηκας;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὄντως, ὦ μακάριε, ἐσμὲν ἐν παντάπασι χαλεπῇ
<milestone unit="section" resp="Stephanus" n="236e"/> σκέψει. τὸ γὰρ φαίνεσθαι τοῦτο καὶ τὸ δοκεῖν, εἶναι δὲ μή, καὶ τὸ λέγειν μὲν ἄττα, ἀληθῆ δὲ μή, πάντα ταῦτά ἐστι μεστὰ ἀπορίας ἀεὶ ἐν τῷ πρόσθεν χρόνῳ καὶ νῦν. ὅπως γὰρ εἰπόντα χρὴ ψευδῆ λέγειν ἢ δοξάζειν ὄντως εἶναι, καὶ τοῦτο φθεγξάμενον ἐναντιολογίᾳ μὴ συνέχεσθαι, παντάπασιν, ὦ
<milestone n="237" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="237a"/> Θεαίτητε, χαλεπόν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="237"><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τετόλμηκεν ὁ λόγος οὗτος ὑποθέσθαι τὸ μὴ ὂν εἶναι· ψεῦδος γὰρ οὐκ ἂν ἄλλως ἐγίγνετο ὄν. Παρμενίδης δὲ ὁ μέγας, ὦ παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενός τε καὶ διὰ τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῇ τε ὧδε ἑκάστοτε λέγων καὶ μετὰ μέτρων—<quote type="verse"><l met="dactylic">οὐ γὰρ μήποτε τοῦτο δαμῇ, φησίν, εἶναι μὴ ἐόντα·</l><l>ἀλλὰ σὺ τῆσδʼ ἀφʼ ὁδοῦ διζήμενος εἶργε νόημα.</l></quote><bibl>Parmenides Fr. 7.1</bibl>
<milestone unit="section" resp="Stephanus" n="237b"/> παρʼ ἐκείνου τε οὖν μαρτυρεῖται, καὶ μάλιστά γε δὴ πάντων ὁ λόγος αὐτὸς ἂν δηλώσειε μέτρια βασανισθείς. τοῦτο οὖν αὐτὸ πρῶτον θεασώμεθα, εἰ μή τί σοι διαφέρει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ μὲν ἐμὸν ὅπῃ βούλει τίθεσο, τὸν δὲ λόγον ᾗ βέλτιστα διέξεισι σκοπῶν αὐτός τε ἴθι κἀμὲ κατὰ ταύτην τὴν ὁδὸν ἄγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ χρὴ δρᾶν ταῦτα. καί μοι λέγε· τὸ μηδαμῶς ὂν τολμῶμέν που φθέγγεσθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν ἔριδος ἕνεκα μηδὲ παιδιᾶς, ἀλλʼ εἰ σπουδῇ
<milestone unit="section" resp="Stephanus" n="237c"/> δέοι συννοήσαντά τινα ἀποκρίνασθαι τῶν ἀκροατῶν ποῖ χρὴ τοὔνομʼ ἐπιφέρειν τοῦτο, τὸ μὴ ὄν, τί δοκοῦμεν ἂν εἰς τί καὶ ἐπὶ ποῖον αὐτόν τε καταχρήσασθαι καὶ τῷ πυνθανομένῳ δεικνύναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> χαλεπὸν ἤρου καὶ σχεδὸν εἰπεῖν οἵῳ γε ἐμοὶ παντάπασιν ἄπορον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ οὖν τοῦτό γε δῆλον, ὅτι τῶν ὄντων ἐπί <add>τι</add> τὸ μὴ ὂν οὐκ οἰστέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἐπείπερ οὐκ ἐπὶ τὸ ὄν, οὐδʼ ἐπὶ τὸ τὶ φέρων ὀρθῶς ἄν τις φέροι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δή;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="237d"/><label>ΞΕ.</label> καὶ τοῦτο ἡμῖν που φανερόν, ὡς καὶ τὸ <q>τὶ</q> τοῦτο <del>ῥῆμα</del> ἐπʼ ὄντι λέγομεν ἑκάστοτε· μόνον γὰρ αὐτὸ λέγειν, ὥσπερ γυμνὸν καὶ ἀπηρημωμένον ἀπὸ τῶν ὄντων ἁπάντων, ἀδύνατον· ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀδύνατον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρα τῇδε σκοπῶν σύμφης, ὡς ἀνάγκη τόν τι λέγοντα ἕν γέ τι λέγειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἑνὸς γὰρ δὴ τό γε <q>τὶ</q> φήσεις σημεῖον εἶναι, τὸ δὲ <q>τινὲ</q> δυοῖν, τὸ δὲ <q>τινὲς</q> πολλῶν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="237e"/><label>ΞΕ.</label> τὸν δὲ δὴ μὴ τὶ λέγοντα ἀναγκαιότατον, ὡς ἔοικε, παντάπασι μηδὲν λέγειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀναγκαιότατον μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν οὐδὲ τοῦτο συγχωρητέον, τὸ τὸν τοιοῦτον λέγειν μέν <del>τι</del>, λέγειν μέντοι μηδέν, ἀλλʼ οὐδὲ λέγειν φατέον, ὅς γʼ ἂν ἐπιχειρῇ μὴ ὂν φθέγγεσθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τέλος γοῦν ἂν ἀπορίας ὁ λόγος ἔχοι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="238"><p><said who="#Ξένος"><milestone n="238" unit="page"/><milestone unit="section" resp="Stephanus" n="238a"/><label>ΞΕ.</label><emph>μήπω μέγʼ εἴπῃς</emph>· ἔτι γάρ, ὦ μακάριε, ἔστι, καὶ ταῦτά γε τῶν ἀποριῶν ἡ μεγίστη καὶ πρώτη. περὶ γὰρ αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς φῄς; λέγε καὶ μηδὲν ἀποκνήσῃς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ μὲν ὄντι που προσγένοιτʼ ἄν τι τῶν ὄντων ἕτερον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι φήσομεν δυνατὸν εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="238b"/><label>ΘΕΑΙ.</label> εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν μηδʼ ἐπιχειρῶμεν ἀριθμοῦ μήτε πλῆθος μήτε ἓν πρὸς τὸ μὴ ὂν προσφέρειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκουν ἂν ὀρθῶς γε, ὡς ἔοικεν, ἐπιχειροῖμεν, ὥς φησιν ὁ λόγος.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς οὖν ἂν ἢ διὰ τοῦ στόματος φθέγξαιτο ἄν τις ἢ καὶ τῇ διανοίᾳ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα ἢ τὸ μὴ ὂν χωρὶς ἀριθμοῦ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγε πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ ὄντα μὲν ἐπειδὰν λέγωμεν, ἆρα οὐ πλῆθος
<milestone unit="section" resp="Stephanus" n="238c"/> ἐπιχειροῦμεν ἀριθμοῦ προστιθέναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ ὂν δέ, ἆρα οὐ τὸ ἓν αὖ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σαφέστατά γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὂν ἐπιχειρεῖν μὴ ὄντι προσαρμόττειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεις ἀληθέστατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> συννοεῖς οὖν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθῶς οὔτʼ εἰπεῖν οὔτε διανοηθῆναι τὸ μὴ ὂν αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἔστιν ἀδιανόητόν τε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ ἄλογον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="238d"/><label>ΞΕ.</label> ἆρʼ οὖν ἐψευσάμην ἄρτι λέγων τὴν μεγίστην ἀπορίαν ἐρεῖν αὐτοῦ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λέγειν ἄλλην ἔχομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνα δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὦ θαυμάσιε, οὐκ ἐννοεῖς αὐτοῖς τοῖς λεχθεῖσιν ὅτι καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν οὕτως, ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρῇ τις ἐλέγχειν, ἐναντία αὐτὸν αὑτῷ περὶ ἐκεῖνο ἀναγκάζεσθαι λέγειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς φῄς; εἰπὲ ἔτι σαφέστερον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐδὲν δεῖ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπεῖν. ἐγὼ μὲν
<milestone unit="section" resp="Stephanus" n="238e"/> γὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τῶν πολλῶν τὸ μὴ ὂν δεῖν μετέχειν, ἄρτι τε καὶ νῦν οὕτως ἓν αὐτὸ εἴρηκα· τὸ μὴ ὂν γὰρ φημί. συνίης τοι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν αὖ καὶ σμικρὸν ἔμπροσθεν ἄφθεγκτόν τε αὐτὸ καὶ ἄρρητον καὶ ἄλογον ἔφην εἶναι. συνέπῃ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> συνέπομαι. πῶς γὰρ οὔ;</said></p></div></div></body></text></TEI>