ΞΕ. οὔκουν ὅσοι γε τῶν μεγάλων πού τι πλάττουσιν ἔργων ἢ γράφουσιν. εἰ γὰρ ἀποδιδοῖεν τὴν τῶν καλῶν ἀληθινὴν συμμετρίαν, οἶσθʼ ὅτι σμικρότερα μὲν τοῦ δέοντος τὰ ἄνω, μείζω δὲ τὰ κάτω φαίνοιτʼ ἂν διὰ τὸ τὰ μὲν πόρρωθεν, τὰ δʼ ἐγγύθεν ὑφʼ ἡμῶν ὁρᾶσθαι. ΘΕΑΙ. πάνυ μὲν οὖν. ΞΕ. ἆρʼ οὖν οὐ χαίρειν τὸ ἀληθὲς ἐάσαντες οἱ δημιουργοὶ νῦν οὐ τὰς οὔσας συμμετρίας ἀλλὰ τὰς δοξούσας εἶναι καλὰς τοῖς εἰδώλοις ἐναπεργάζονται; ΘΕΑΙ. παντάπασί γε. ΞΕ. τὸ μὲν ἄρα ἕτερον οὐ δίκαιον, εἰκός γε ὄν, εἰκόνα καλεῖν; ΘΕΑΙ. ναί. ΞΕ. καὶ τῆς γε μιμητικῆς τὸ ἐπὶ τούτῳ μέρος κλητέον ὅπερ εἴπομεν ἐν τῷ πρόσθεν, εἰκαστικήν; ΘΕΑΙ. κλητέον. ΞΕ. τί δέ; τὸ φαινόμενον μὲν διὰ τὴν οὐκ ἐκ καλοῦ θέαν ἐοικέναι τῷ καλῷ, δύναμιν δὲ εἴ τις λάβοι τὰ τηλικαῦτα ἱκανῶς ὁρᾶν, μηδʼ εἰκὸς ᾧ φησιν ἐοικέναι, τί καλοῦμεν; ἆρʼ οὐκ, ἐπείπερ φαίνεται μέν, ἔοικε δὲ οὔ, φάντασμα; ΘΕΑΙ. τί μήν; ΞΕ. οὐκοῦν πάμπολυ καὶ κατὰ τὴν ζωγραφίαν τοῦτο τὸ μέρος ἐστὶ καὶ κατὰ σύμπασαν μιμητικήν; ΘΕΑΙ. πῶς δʼ οὔ; ΞΕ. τὴν δὴ φάντασμα ἀλλʼ οὐκ εἰκόνα ἀπεργαζομένην τέχνην ἆρʼ οὐ φανταστικὴν ὀρθότατʼ ἂν προσαγορεύοιμεν; ΘΕΑΙ. πολύ γε. ΞΕ. τούτω τοίνυν τὼ δύο ἔλεγον εἴδη τῆς εἰδωλοποιικῆς, εἰκαστικὴν καὶ φανταστικήν. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. ὃ δέ γε καὶ τότʼ ἠμφεγνόουν, ἐν ποτέρᾳ τὸν σοφιστὴν θετέον, οὐδὲ νῦν πω δύναμαι θεάσασθαι σαφῶς, ἀλλʼ ὄντως θαυμαστὸς ἁνὴρ καὶ κατιδεῖν παγχάλεπος, ἐπεὶ καὶ νῦν μάλα εὖ καὶ κομψῶς εἰς ἄπορον εἶδος διερευνήσασθαι καταπέφευγεν. ΘΕΑΙ. ἔοικεν. ΞΕ. ἆρʼ οὖν αὐτὸ γιγνώσκων σύμφης, ἤ σε οἷον ῥύμη τις ὑπὸ τοῦ λόγου συνειθισμένον συνεπεσπάσατο πρὸς τὸ ταχὺ συμφῆσαι; ΘΕΑΙ. πῶς καὶ πρὸς τί τοῦτο εἴρηκας; ΞΕ. ὄντως, ὦ μακάριε, ἐσμὲν ἐν παντάπασι χαλεπῇ σκέψει. τὸ γὰρ φαίνεσθαι τοῦτο καὶ τὸ δοκεῖν, εἶναι δὲ μή, καὶ τὸ λέγειν μὲν ἄττα, ἀληθῆ δὲ μή, πάντα ταῦτά ἐστι μεστὰ ἀπορίας ἀεὶ ἐν τῷ πρόσθεν χρόνῳ καὶ νῦν. ὅπως γὰρ εἰπόντα χρὴ ψευδῆ λέγειν ἢ δοξάζειν ὄντως εἶναι, καὶ τοῦτο φθεγξάμενον ἐναντιολογίᾳ μὴ συνέχεσθαι, παντάπασιν, ὦ Θεαίτητε, χαλεπόν. ΘΕΑΙ. τί δή; ΞΕ. τετόλμηκεν ὁ λόγος οὗτος ὑποθέσθαι τὸ μὴ ὂν εἶναι· ψεῦδος γὰρ οὐκ ἂν ἄλλως ἐγίγνετο ὄν. Παρμενίδης δὲ ὁ μέγας, ὦ παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενός τε καὶ διὰ τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῇ τε ὧδε ἑκάστοτε λέγων καὶ μετὰ μέτρων— οὐ γὰρ μήποτε τοῦτο δαμῇ, φησίν, εἶναι μὴ ἐόντα· ἀλλὰ σὺ τῆσδʼ ἀφʼ ὁδοῦ διζήμενος εἶργε νόημα. Parmenides Fr. 7.1 παρʼ ἐκείνου τε οὖν μαρτυρεῖται, καὶ μάλιστά γε δὴ πάντων ὁ λόγος αὐτὸς ἂν δηλώσειε μέτρια βασανισθείς. τοῦτο οὖν αὐτὸ πρῶτον θεασώμεθα, εἰ μή τί σοι διαφέρει. ΘΕΑΙ. τὸ μὲν ἐμὸν ὅπῃ βούλει τίθεσο, τὸν δὲ λόγον ᾗ βέλτιστα διέξεισι σκοπῶν αὐτός τε ἴθι κἀμὲ κατὰ ταύτην τὴν ὁδὸν ἄγε. ΞΕ. ἀλλὰ χρὴ δρᾶν ταῦτα. καί μοι λέγε· τὸ μηδαμῶς ὂν τολμῶμέν που φθέγγεσθαι; ΘΕΑΙ. πῶς γὰρ οὔ; ΞΕ. μὴ τοίνυν ἔριδος ἕνεκα μηδὲ παιδιᾶς, ἀλλʼ εἰ σπουδῇ δέοι συννοήσαντά τινα ἀποκρίνασθαι τῶν ἀκροατῶν ποῖ χρὴ τοὔνομʼ ἐπιφέρειν τοῦτο, τὸ μὴ ὄν, τί δοκοῦμεν ἂν εἰς τί καὶ ἐπὶ ποῖον αὐτόν τε καταχρήσασθαι καὶ τῷ πυνθανομένῳ δεικνύναι; ΘΕΑΙ. χαλεπὸν ἤρου καὶ σχεδὸν εἰπεῖν οἵῳ γε ἐμοὶ παντάπασιν ἄπορον. ΞΕ. ἀλλʼ οὖν τοῦτό γε δῆλον, ὅτι τῶν ὄντων ἐπί τι τὸ μὴ ὂν οὐκ οἰστέον. ΘΕΑΙ. πῶς γὰρ ἄν; ΞΕ. οὐκοῦν ἐπείπερ οὐκ ἐπὶ τὸ ὄν, οὐδʼ ἐπὶ τὸ τὶ φέρων ὀρθῶς ἄν τις φέροι. ΘΕΑΙ. πῶς δή; ΞΕ. καὶ τοῦτο ἡμῖν που φανερόν, ὡς καὶ τὸ τὶ τοῦτο ῥῆμα ἐπʼ ὄντι λέγομεν ἑκάστοτε· μόνον γὰρ αὐτὸ λέγειν, ὥσπερ γυμνὸν καὶ ἀπηρημωμένον ἀπὸ τῶν ὄντων ἁπάντων, ἀδύνατον· ἦ γάρ; ΘΕΑΙ. ἀδύνατον. ΞΕ. ἆρα τῇδε σκοπῶν σύμφης, ὡς ἀνάγκη τόν τι λέγοντα ἕν γέ τι λέγειν; ΘΕΑΙ. οὕτως. ΞΕ. ἑνὸς γὰρ δὴ τό γε τὶ φήσεις σημεῖον εἶναι, τὸ δὲ τινὲ δυοῖν, τὸ δὲ τινὲς πολλῶν. ΘΕΑΙ. πῶς γὰρ οὔ; ΞΕ. τὸν δὲ δὴ μὴ τὶ λέγοντα ἀναγκαιότατον, ὡς ἔοικε, παντάπασι μηδὲν λέγειν. ΘΕΑΙ. ἀναγκαιότατον μὲν οὖν. ΞΕ. ἆρʼ οὖν οὐδὲ τοῦτο συγχωρητέον, τὸ τὸν τοιοῦτον λέγειν μέν τι , λέγειν μέντοι μηδέν, ἀλλʼ οὐδὲ λέγειν φατέον, ὅς γʼ ἂν ἐπιχειρῇ μὴ ὂν φθέγγεσθαι; ΘΕΑΙ. τέλος γοῦν ἂν ἀπορίας ὁ λόγος ἔχοι. ΞΕ. μήπω μέγʼ εἴπῃς · ἔτι γάρ, ὦ μακάριε, ἔστι, καὶ ταῦτά γε τῶν ἀποριῶν ἡ μεγίστη καὶ πρώτη. περὶ γὰρ αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει. ΘΕΑΙ. πῶς φῄς; λέγε καὶ μηδὲν ἀποκνήσῃς. ΞΕ. τῷ μὲν ὄντι που προσγένοιτʼ ἄν τι τῶν ὄντων ἕτερον. ΘΕΑΙ. πῶς γὰρ οὔ; ΞΕ. μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι φήσομεν δυνατὸν εἶναι; ΘΕΑΙ. καὶ πῶς; ΞΕ. ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν. ΘΕΑΙ. εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν. ΞΕ. μὴ τοίνυν μηδʼ ἐπιχειρῶμεν ἀριθμοῦ μήτε πλῆθος μήτε ἓν πρὸς τὸ μὴ ὂν προσφέρειν. ΘΕΑΙ. οὔκουν ἂν ὀρθῶς γε, ὡς ἔοικεν, ἐπιχειροῖμεν, ὥς φησιν ὁ λόγος. ΞΕ. πῶς οὖν ἂν ἢ διὰ τοῦ στόματος φθέγξαιτο ἄν τις ἢ καὶ τῇ διανοίᾳ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα ἢ τὸ μὴ ὂν χωρὶς ἀριθμοῦ; ΘΕΑΙ. λέγε πῇ; ΞΕ. μὴ ὄντα μὲν ἐπειδὰν λέγωμεν, ἆρα οὐ πλῆθος ἐπιχειροῦμεν ἀριθμοῦ προστιθέναι; ΘΕΑΙ. τί μήν; ΞΕ. μὴ ὂν δέ, ἆρα οὐ τὸ ἓν αὖ; ΘΕΑΙ. σαφέστατά γε. ΞΕ. καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὂν ἐπιχειρεῖν μὴ ὄντι προσαρμόττειν. ΘΕΑΙ. λέγεις ἀληθέστατα. ΞΕ. συννοεῖς οὖν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθῶς οὔτʼ εἰπεῖν οὔτε διανοηθῆναι τὸ μὴ ὂν αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἔστιν ἀδιανόητόν τε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ ἄλογον; ΘΕΑΙ. παντάπασι μὲν οὖν. ΞΕ. ἆρʼ οὖν ἐψευσάμην ἄρτι λέγων τὴν μεγίστην ἀπορίαν ἐρεῖν αὐτοῦ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λέγειν ἄλλην ἔχομεν; ΘΕΑΙ. τίνα δή; ΞΕ. ὦ θαυμάσιε, οὐκ ἐννοεῖς αὐτοῖς τοῖς λεχθεῖσιν ὅτι καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν οὕτως, ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρῇ τις ἐλέγχειν, ἐναντία αὐτὸν αὑτῷ περὶ ἐκεῖνο ἀναγκάζεσθαι λέγειν; ΘΕΑΙ. πῶς φῄς; εἰπὲ ἔτι σαφέστερον. ΞΕ. οὐδὲν δεῖ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπεῖν. ἐγὼ μὲν γὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τῶν πολλῶν τὸ μὴ ὂν δεῖν μετέχειν, ἄρτι τε καὶ νῦν οὕτως ἓν αὐτὸ εἴρηκα· τὸ μὴ ὂν γὰρ φημί. συνίης τοι. ΘΕΑΙ. ναί. ΞΕ. καὶ μὴν αὖ καὶ σμικρὸν ἔμπροσθεν ἄφθεγκτόν τε αὐτὸ καὶ ἄρρητον καὶ ἄλογον ἔφην εἶναι. συνέπῃ; ΘΕΑΙ. συνέπομαι. πῶς γὰρ οὔ;