<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="232"><p><said who="#Ξένος"><milestone n="232" unit="page"/><milestone unit="section" resp="Stephanus" n="232a"/><label>ΞΕ.</label> ἆρʼ οὖν ἐννοεῖς, ὅταν ἐπιστήμων τις πολλῶν φαίνηται, μιᾶς δὲ τέχνης ὀνόματι προσαγορεύηται, τὸ φάντασμα τοῦτο ὡς οὐκ ἔσθʼ ὑγιές, ἀλλὰ δῆλον ὡς ὁ πάσχων αὐτὸ πρός τινα τέχνην οὐ δύναται κατιδεῖν ἐκεῖνο αὐτῆς εἰς ὃ πάντα τὰ μαθήματα ταῦτα βλέπει, διὸ καὶ πολλοῖς ὀνόμασιν ἀνθʼ ἑνὸς τὸν ἔχοντα αὐτὰ προσαγορεύει;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κινδυνεύει τοῦτο ταύτῃ πῃ μάλιστα πεφυκέναι.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="232b"/><label>ΞΕ.</label> μὴ τοίνυν ἡμεῖς γε αὐτὸ ἐν τῇ ζητήσει διʼ ἀργίαν πάσχωμεν, ἀλλʼ ἀναλάβωμεν <add>ἓν</add> πρῶτον τῶν περὶ τὸν σοφιστὴν εἰρημένων. ἓν γάρ τί μοι μάλιστα κατεφάνη αὐτὸν μηνῦον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀντιλογικὸν αὐτὸν ἔφαμεν εἶναί που.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; οὐ καὶ τῶν ἄλλων αὐτοῦ τούτου διδάσκαλον γίγνεσθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σκοπῶμεν δή, περὶ τίνος ἄρα καί φασιν οἱ τοιοῦτοι ποιεῖν ἀντιλογικούς. ἡ δὲ σκέψις ἡμῖν ἐξ ἀρχῆς ἔστω τῇδέ
<milestone unit="section" resp="Stephanus" n="232c"/> πῃ. φέρε, περὶ τῶν θείων, ὅσʼ ἀφανῆ τοῖς πολλοῖς, ἆρʼ ἱκανοὺς ποιοῦσι τοῦτο δρᾶν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεται γοῦν δὴ περὶ αὐτῶν ταῦτα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ ὅσα φανερὰ γῆς τε καὶ οὐρανοῦ καὶ τῶν περὶ τὰ τοιαῦτα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί γάρ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν ἔν γε ταῖς ἰδίαις συνουσίαις, ὁπόταν γενέσεώς τε καὶ οὐσίας πέρι κατὰ πάντων λέγηταί τι, σύνισμεν ὡς αὐτοί τε ἀντειπεῖν δεινοὶ τούς τε ἄλλους ὅτι ποιοῦσιν ἅπερ αὐτοὶ δυνατούς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="232d"/><label>ΞΕ.</label> τί δʼ αὖ περὶ νόμων καὶ συμπάντων τῶν πολιτικῶν, ἆρʼ οὐχ ὑπισχνοῦνται ποιεῖν ἀμφισβητητικούς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδεὶς γὰρ ἂν αὐτοῖς ὡς ἔπος εἰπεῖν διελέγετο μὴ τοῦτο ὑπισχνουμένοις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῷ βουλομένῳ μαθεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὰ Πρωταγόρειά μοι φαίνῃ περί τε πάλης καὶ
<milestone unit="section" resp="Stephanus" n="232e"/> τῶν ἄλλων τεχνῶν εἰρηκέναι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ πολλῶν γε, ὦ μακάριε, ἑτέρων. ἀτὰρ δὴ τὸ τῆς ἀντιλογικῆς τέχνης ἆρʼ οὐκ ἐν κεφαλαίῳ περὶ πάντων πρὸς ἀμφισβήτησιν ἱκανή τις δύναμις ἔοικʼ εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεται γοῦν δὴ σχεδὸν οὐδὲν ὑπολιπεῖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σὺ δὴ πρὸς θεῶν, ὦ παῖ, δυνατὸν ἡγῇ τοῦτο; τάχα γὰρ ἂν ὑμεῖς μὲν ὀξύτερον οἱ νέοι πρὸς αὐτὸ βλέποιτε, ἡμεῖς δὲ ἀμβλύτερον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="233"><p><said who="#Θεαίτητος"><milestone n="233" unit="page"/><milestone unit="section" resp="Stephanus" n="233a"/><label>ΘΕΑΙ.</label> τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις; οὐ γάρ που κατανοῶ τὸ νῦν ἐρωτώμενον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μακάριον μεντἂν ἡμῶν, ὦ ξένε, ἦν τὸ γένος.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτʼ ἂν ὑγιές τι λέγων ἀντειπεῖν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί ποτʼ οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως θαῦμα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦ δὴ πέρι;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="233b"/><label>ΞΕ.</label> καθʼ ὅντινα τρόπον ποτὲ δυνατοὶ τοῖς νέοις δόξαν παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι. δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις ἐφαίνοντο, φαινόμενοί τε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ τὴν ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ ποτʼ ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν μαθητὴς γίγνεσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχολῇ μεντἄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν δέ γʼ ἐθέλουσιν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="233c"/><label>ΞΕ.</label> δοκοῦσι γὰρ οἶμαι πρὸς ταῦτα ἐπιστημόνως ἔχειν αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δρῶσι δέ γε τοῦτο πρὸς ἅπαντα, φαμέν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάντα ἄρα σοφοὶ τοῖς μαθηταῖς φαίνονται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ὄντες γε· ἀδύνατον γὰρ τοῦτό γε ἐφάνη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὐκ ἀδύνατον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην ὁ σοφιστὴς ἡμῖν ἀλλʼ οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="233d"/><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν, καὶ κινδυνεύει γε τὸ νῦν εἰρημένον ὀρθότατα περὶ αὐτῶν εἰρῆσθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ τούτων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε. καί μοι πειρῶ προσέχων τὸν νοῦν εὖ μάλα ἀποκρίνασθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἴ τις φαίη μὴ λέγειν μηδʼ ἀντιλέγειν, ἀλλὰ ποιεῖν καὶ δρᾶν μιᾷ τέχνῃ συνάπαντα ἐπίστασθαι πράγματα—</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="233e"/><label>ΘΕΑΙ.</label> πῶς πάντα εἶπες;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἀρχὴν τοῦ ῥηθέντος σύ γʼ ἡμῖν εὐθὺς ἀγνοεῖς· τὰ γὰρ σύμπαντα, ὡς ἔοικας, οὐ μανθάνεις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγω τοίνυν σὲ καὶ ἐμὲ τῶν πάντων καὶ πρὸς ἡμῖν τἆλλα ζῷα καὶ δένδρα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἴ τις ἐμὲ καὶ σὲ καὶ τἆλλα φυτὰ πάντα ποιήσειν φαίη—</said></p></div></div></body></text></TEI>