<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="226"><p><said who="#Ξένος"><milestone n="226" unit="page"/><milestone unit="section" resp="Stephanus" n="226a"/><label>ΞΕ.</label> οὐδὲν ἀλλʼ ἢ τὸ χρηματιστικὸν γένος, ὡς ἔοικεν, ἐριστικῆς ὂν τέχνης, τῆς ἀντιλογικῆς, τῆς ἀμφισβητητικῆς, τῆς μαχητικῆς, τῆς ἀγωνιστικῆς, τῆς κτητικῆς ἔστιν, ὡς ὁ λόγος αὖ μεμήνυκε νῦν, ὁ σοφιστής.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὁρᾷς οὖν ὡς ἀληθῆ λέγεται τὸ ποικίλον εἶναι τοῦτο τὸ θηρίον καὶ τὸ λεγόμενον οὐ τῇ ἑτέρᾳ ληπτόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν ἀμφοῖν χρή.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="226b"/><label>ΞΕ.</label> χρὴ γὰρ οὖν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον, τοιόνδε τι μεταθέοντας ἴχνος αὐτοῦ. καί μοι λέγε· τῶν οἰκετικῶν ὀνομάτων καλοῦμεν ἄττα που;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πολλά· ἀτὰρ ποῖα δὴ τῶν πολλῶν πυνθάνῃ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ τοιάδε, οἷον διηθεῖν τε λέγομεν καὶ διαττᾶν καὶ βράττειν καὶ <sic>διακρίνειν.</sic></said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν, κερκίζειν, καὶ μυρία ἐν ταῖς τέχναις ἄλλα τοιαῦτα ἐνόντα ἐπιστάμεθα. ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="226c"/><label>ΘΕΑΙ.</label> τὸ ποῖον αὐτῶν πέρι βουληθεὶς δηλῶσαι παραδείγματα προθεὶς ταῦτα κατὰ πάντων ἤρου;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διαιρετικά που τὰ λεχθέντα εἴρηται σύμπαντα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατὰ τὸν ἐμὸν τοίνυν λόγον ὡς περὶ ταῦτα μίαν οὖσαν ἐν ἅπασι τέχνην ἑνὸς ὀνόματος ἀξιώσομεν αὐτήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνα προσειπόντες;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διακριτικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σκόπει δὴ ταύτης αὖ δύο ἄν πῃ δυνώμεθα κατιδεῖν εἴδη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ταχεῖαν ὡς ἐμοὶ σκέψιν ἐπιτάττεις.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="226d"/><label>ΞΕ.</label> καὶ μὴν ἔν γε ταῖς εἰρημέναις διακρίσεσι τὸ μὲν χεῖρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἦν, τὸ δʼ ὅμοιον ἀφʼ ὁμοίου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδὸν οὕτω νῦν λεχθὲν φαίνεται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον· τῆς δὲ καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεως, τὸ δὲ χεῖρον ἀποβαλλούσης ἔχω.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγε τί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πᾶσα ἡ τοιαύτη διάκρισις, ὡς ἐγὼ συννοῶ, λέγεται παρὰ πάντων καθαρμός τις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεται γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="226e"/><label>ΞΕ.</label> οὐκοῦν τό γε καθαρτικὸν εἶδος αὖ διπλοῦν ὂν πᾶς ἂν ἴδοι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί, κατὰ σχολήν γε ἴσως· οὐ μὴν ἔγωγε καθορῶ νῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν τά γε περὶ τὰ σώματα πολλὰ εἴδη καθάρσεων ἑνὶ περιλαβεῖν ὀνόματι προσήκει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα καὶ τίνι;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="227"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τά τε τῶν ζῴων, ὅσα ἐντὸς σωμάτων ὑπὸ γυμναστικῆς
<milestone n="227" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="227a"/> ἰατρικῆς τε ὀρθῶς διακρινόμενα καθαίρεται καὶ περὶ τἀκτός, εἰπεῖν μὲν φαῦλα, ὅσα βαλανευτικὴ παρέχεται· καὶ τῶν ἀψύχων σωμάτων, ὧν γναφευτικὴ καὶ σύμπασα κοσμητικὴ τὴν ἐπιμέλειαν παρεχομένη κατὰ σμικρὰ πολλὰ καὶ γελοῖα δοκοῦντα ὀνόματα ἔσχεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μάλα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παντάπασι μὲν οὖν, ὦ Θεαίτητε. ἀλλὰ γὰρ τῇ τῶν λόγων μεθόδῳ σπογγιστικῆς ἢ φαρμακοποσίας οὐδὲν ἧττον οὐδέ τι μᾶλλον τυγχάνει μέλον εἰ τὸ μὲν σμικρά, τὸ δὲ μεγάλα ἡμᾶς ὠφελεῖ καθαῖρον. τοῦ κτήσασθαι γὰρ
<milestone unit="section" resp="Stephanus" n="227b"/> ἕνεκα νοῦν πασῶν τεχνῶν τὸ συγγενὲς καὶ τὸ μὴ συγγενὲς κατανοεῖν πειρωμένη τιμᾷ πρὸς τοῦτο ἐξ ἴσου πάσας, καὶ θάτερα τῶν ἑτέρων κατὰ τὴν ὁμοιότητα οὐδὲν ἡγεῖται γελοιότερα, σεμνότερον δέ τι τὸν διὰ στρατηγικῆς ἢ φθειριστικῆς δηλοῦντα θηρευτικὴν οὐδὲν νενόμικεν, ἀλλʼ ὡς τὸ πολὺ χαυνότερον. καὶ δὴ καὶ νῦν, ὅπερ ἤρου, τί προσεροῦμεν ὄνομα συμπάσας δυνάμεις ὅσαι σῶμα εἴτε ἔμψυχον εἴτε ἄψυχον
<milestone unit="section" resp="Stephanus" n="227c"/> εἰλήχασι καθαίρειν, οὐδὲν αὐτῇ διοίσει ποῖόν τι λεχθὲν εὐπρεπέστατον εἶναι δόξει· μόνον ἐχέτω χωρὶς τῶν τῆς ψυχῆς καθάρσεων πάντα συνδῆσαν ὅσα ἄλλο τι καθαίρει. τὸν γὰρ περὶ τὴν διάνοιαν καθαρμὸν ἀπὸ τῶν ἄλλων ἐπικεχείρηκεν ἀφορίσασθαι τὰ νῦν, εἴ γε ὅπερ βούλεται μανθάνομεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ μεμάθηκα, καὶ συγχωρῶ δύο μὲν εἴδη καθάρσεως, ἓν δὲ τὸ περὶ τὴν ψυχὴν εἶδος εἶναι, τοῦ περὶ τὸ σῶμα χωρὶς ὄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάντων κάλλιστα. καί μοι τὸ μετὰ τοῦτο ἐπάκουε
<milestone unit="section" resp="Stephanus" n="227d"/> πειρώμενος αὖ τὸ λεχθὲν διχῇ τέμνειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καθʼ ὁποῖʼ ἂν ὑφηγῇ πειράσομαί σοι συντέμνειν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πονηρίαν ἕτερον ἀρετῆς ἐν ψυχῇ λέγομέν τι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν καθαρμός γʼ ἦν τὸ λείπειν μὲν θάτερον, ἐκβάλλειν δὲ ὅσον ἂν ᾖ πού τι φλαῦρον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ ψυχῆς ἄρα, καθʼ ὅσον ἂν εὑρίσκωμεν κακίας ἀφαίρεσίν τινα, καθαρμὸν αὐτὸν λέγοντες ἐν μέλει φθεγξόμεθα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="228"><p><said who="#Ξένος"><milestone n="228" unit="page"/><milestone unit="section" resp="Stephanus" n="228a"/><label>ΞΕ.</label> τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δʼ οἷον αἶσχος ἐγγιγνόμενον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκ ἔμαθον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδʼ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ἐνὸν γένος;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="228b"/><label>ΘΕΑΙ.</label> οὐδαμῶς ἄλλο.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> συγγενῆ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="228c"/><label>ΞΕ.</label> τί δʼ; ὅσʼ <add>ἂν</add> κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθʼ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον ὡς ὑπὸ ἀμετρίας.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπʼ ἀλήθειαν ὁρμωμένης
<milestone unit="section" resp="Stephanus" n="228d"/> ψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος αὐτῆς σαφέστατα ὄν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="228e"/><label>ΘΕΑΙ.</label> κομιδῇ συγχωρητέον, ὃ νυνδὴ λέξαντος ἠμφεγνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψυχῇ, καὶ δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν σύμπαντα ἡγητέον νόσον ἐν ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας πάθος αἶσχος θετέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἔν γε σώματι περὶ δύο παθήματε τούτω δύο τέχνα τινὲ ἐγενέσθην;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνε τούτω;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="229"><p><said who="#Ξένος"><milestone n="229" unit="page"/><milestone unit="section" resp="Stephanus" n="229a"/><label>ΞΕ.</label> περὶ μὲν αἶσχος γυμναστική, περὶ δὲ νόσον ἰατρική.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεσθον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν καὶ περὶ μὲν ὕβριν καὶ ἀδικίαν καὶ δειλίαν ἡ κολαστικὴ πέφυκε τεχνῶν μάλιστα δὴ πασῶν προσήκουσα Δίκῃ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ γοῦν εἰκός, ὡς εἰπεῖν κατὰ τὴν ἀνθρωπίνην δόξαν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; περὶ σύμπασαν ἄγνοιαν μῶν ἄλλην τινὰ ἢ διδασκαλικὴν ὀρθότερον εἴποι τις ἄν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδεμίαν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="229b"/><label>ΞΕ.</label> φέρε δή· διδασκαλικῆς δὲ ἆρα ἓν μόνον γένος φατέον <del>εἶναι</del> ἢ πλείω, δύο δέ τινε αὐτῆς εἶναι μεγίστω; σκόπει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σκοπῶ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἄγνοιαν ἰδόντες εἴ πῃ κατὰ μέσον αὑτῆς τομὴν ἔχει τινά. διπλῆ γὰρ αὕτη γιγνομένη δῆλον ὅτι καὶ τὴν διδασκαλικὴν δύο ἀναγκάζει μόρια ἔχειν, ἓν ἐφʼ ἑνὶ <del>γένει</del> τῶν αὑτῆς ἑκατέρῳ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί οὖν; καταφανές πῄ σοι τὸ νῦν ζητούμενον;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="229c"/><label>ΞΕ.</label> ἀγνοίας γοῦν μέγα τί μοι δοκῶ καὶ χαλεπὸν ἀφωρισμένον ὁρᾶν εἶδος, πᾶσι τοῖς ἄλλοις αὐτῆς ἀντίσταθμον μέρεσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖον δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι· διʼ οὗ κινδυνεύει πάντα ὅσα διανοίᾳ σφαλλόμεθα γίγνεσθαι πᾶσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ δὴ καὶ τούτῳ γε οἶμαι μόνῳ τῆς ἀγνοίας ἀμαθίαν τοὔνομα προσρηθῆναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ δὴ τῷ τῆς διδασκαλικῆς ἄρα μέρει τῷ τοῦτο ἀπαλλάττοντι λεκτέον;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="229d"/><label>ΘΕΑΙ.</label> οἶμαι μὲν <del>οὖν</del>, ὦ ξένε, τὸ μὲν ἄλλο δημιουργικὰς διδασκαλίας, τοῦτο δὲ ἐνθάδε γε παιδείαν διʼ ἡμῶν κεκλῆσθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ γὰρ σχεδόν, ὦ Θεαίτητε, ἐν πᾶσιν Ἕλλησιν. ἀλλὰ γὰρ ἡμῖν ἔτι καὶ τοῦτο σκεπτέον, ἆρʼ ἄτομον ἤδη ἐστὶ πᾶν ἤ τινα ἔχον διαίρεσιν ἀξίαν ἐπωνυμίας.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν χρὴ σκοπεῖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δοκεῖ τοίνυν μοι καὶ τοῦτο ἔτι πῃ σχίζεσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κατὰ τί;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="229e"/><label>ΞΕ.</label> τῆς ἐν τοῖς λόγοις διδασκαλικῆς ἡ μὲν τραχυτέρα τις ἔοικεν ὁδὸς εἶναι, τὸ δʼ ἕτερον αὐτῆς μόριον λειότερον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον δὴ τούτων ἑκάτερον λέγομεν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="230"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἀρχαιοπρεπές τι πάτριον, ᾧ πρὸς τοὺς ὑεῖς μάλιστʼ ἐχρῶντό τε καὶ ἔτι πολλοὶ χρῶνται τὰ νῦν, ὅταν
<milestone n="230" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="230a"/> αὐτοῖς ἐξαμαρτάνωσί τι, τὰ μὲν χαλεπαίνοντες, τὰ δὲ μαλθακωτέρως παραμυθούμενοι· τὸ δʼ οὖν σύμπαν αὐτὸ ὀρθότατα εἴποι τις ἂν νουθετητικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστιν οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε, εἴξασί τινες αὖ λόγον ἑαυτοῖς δόντες ἡγήσασθαι πᾶσαν ἀκούσιον ἀμαθίαν εἶναι, καὶ μαθεῖν οὐδέν ποτʼ ἂν ἐθέλειν τὸν οἰόμενον εἶναι σοφὸν τούτων ὧν οἴοιτο πέρι δεινὸς εἶναι, μετὰ δὲ πολλοῦ πόνου τὸ νουθετητικὸν εἶδος τῆς παιδείας σμικρὸν ἀνύτειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς γε νομίζοντες.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="230b"/><label>ΞΕ.</label> τῷ τοι ταύτης τῆς δόξης ἐπὶ ἐκβολὴν ἄλλῳ τρόπῳ στέλλονται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνι δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διερωτῶσιν ὧν ἂν οἴηταί τίς τι πέρι λέγειν λέγων μηδέν· εἶθʼ ἅτε πλανωμένων τὰς δόξας ῥᾳδίως ἐξετάζουσι, καὶ συνάγοντες δὴ τοῖς λόγοις εἰς ταὐτὸν τιθέασι παρʼ ἀλλήλας, τιθέντες δὲ ἐπιδεικνύουσιν αὐτὰς αὑταῖς ἅμα περὶ τῶν αὐτῶν πρὸς τὰ αὐτὰ κατὰ ταὐτὰ ἐναντίας. οἱ δʼ ὁρῶντες ἑαυτοῖς μὲν χαλεπαίνουσι, πρὸς δὲ τοὺς ἄλλους ἡμεροῦνται,
<milestone unit="section" resp="Stephanus" n="230c"/> καὶ τούτῳ δὴ τῷ τρόπῳ τῶν περὶ αὑτοὺς μεγάλων καὶ σκληρῶν δοξῶν ἀπαλλάττονται πασῶν <del>τε</del> ἀπαλλαγῶν ἀκούειν τε ἡδίστην καὶ τῷ πάσχοντι βεβαιότατα γιγνομένην. νομίζοντες γάρ, ὦ παῖ φίλε, οἱ καθαίροντες αὐτούς, ὥσπερ οἱ περὶ τὰ σώματα ἰατροὶ νενομίκασι μὴ πρότερον ἂν τῆς προσφερομένης τροφῆς ἀπολαύειν δύνασθαι σῶμα, πρὶν ἂν τὰ ἐμποδίζοντα ἐντός τις ἐκβάλῃ, ταὐτὸν καὶ περὶ ψυχῆς διενοήθησαν ἐκεῖνοι, μὴ πρότερον αὐτὴν ἕξειν τῶν προσφερομένων μαθημάτων
<milestone unit="section" resp="Stephanus" n="230d"/> ὄνησιν, πρὶν ἂν ἐλέγχων τις τὸν ἐλεγχόμενον εἰς αἰσχύνην καταστήσας, τὰς τοῖς μαθήμασιν ἐμποδίους δόξας ἐξελών, καθαρὸν ἀποφήνῃ καὶ ταῦτα ἡγούμενον ἅπερ οἶδεν εἰδέναι μόνα, πλείω δὲ μή.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> βελτίστη γοῦν καὶ σωφρονεστάτη τῶν ἕξεων αὕτη.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διὰ ταῦτα δὴ πάντα ἡμῖν, ὦ Θεαίτητε, καὶ τὸν ἔλεγχον λεκτέον ὡς ἄρα μεγίστη καὶ κυριωτάτη τῶν καθάρσεών ἐστι, καὶ τὸν ἀνέλεγκτον αὖ νομιστέον, ἂν καὶ τυγχάνῃ
<milestone unit="section" resp="Stephanus" n="230e"/> βασιλεὺς ὁ μέγας ὤν, τὰ μέγιστα ἀκάθαρτον ὄντα, ἀπαίδευτόν τε καὶ αἰσχρὸν γεγονέναι ταῦτα ἃ καθαρώτατον καὶ κάλλιστον ἔπρεπε τὸν ὄντως ἐσόμενον εὐδαίμονα εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p></div></div></body></text></TEI>