<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="224"><p><said who="#Ξένος"><milestone n="224" unit="page"/><milestone unit="section" resp="Stephanus" n="224a"/><label>ΞΕ.</label> μουσικήν τε τοίνυν συνάπασαν λέγωμεν, ἐκ πόλεως ἑκάστοτε εἰς πόλιν ἔνθεν μὲν ὠνηθεῖσαν, ἑτέρωσε δὲ ἀγομένην <del>καὶ πιπρασκομένην</del>, καὶ γραφικὴν καὶ θαυματοποιικὴν καὶ πολλὰ ἕτερα τῆς ψυχῆς, τὰ μὲν παραμυθίας, τὰ δὲ καὶ σπουδῆς χάριν ἀχθέντα καὶ πωλούμενα, τὸν ἄγοντα καὶ πωλοῦντα μηδὲν ἧττον τῆς τῶν σιτίων καὶ ποτῶν πράσεως ἔμπορον ὀρθῶς ἂν λεγόμενον παρασχεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="224b"/><label>ΞΕ.</label> οὐκοῦν καὶ τὸν μαθήματα συνωνούμενον πόλιν τε ἐκ πόλεως νομίσματος ἀμείβοντα ταὐτὸν προσερεῖς ὄνομα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς δὴ ψυχεμπορικῆς ταύτης ἆρʼ οὐ τὸ μὲν ἐπιδεικτικὴ δικαιότατα λέγοιτʼ ἄν, τὸ δὲ γελοίῳ μὲν οὐχ ἧττον τοῦ πρόσθεν, ὅμως δὲ μαθημάτων οὖσαν πρᾶσιν αὐτὴν ἀδελφῷ τινι τῆς πράξεως ὀνόματι προσειπεῖν ἀνάγκη;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτης τοίνυν τῆς μαθηματοπωλικῆς τὸ μὲν περὶ
<milestone unit="section" resp="Stephanus" n="224c"/> τὰ τῶν ἄλλων τεχνῶν μαθήματα ἑτέρῳ, τὸ δὲ περὶ τὸ τῆς ἀρετῆς ἄλλῳ προσρητέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τεχνοπωλικὸν μὴν τό γε περὶ τἆλλα ἂν ἁρμόττοι· τὸ δὲ περὶ ταῦτα σὺ προθυμήθητι λέγειν ὄνομα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ τί τις ἂν ἄλλο ὄνομα εἰπὼν οὐκ ἂν πλημμελοίη πλὴν τὸ νῦν ζητούμενον αὐτὸ εἶναι τὸ σοφιστικὸν γένος;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐδὲν ἄλλο. ἴθι δὴ νῦν συναγάγωμεν αὐτὸ λέγοντες ὡς τὸ τῆς κτητικῆς, μεταβλητικῆς, ἀγοραστικῆς,
<milestone unit="section" resp="Stephanus" n="224d"/> ἐμπορικῆς, ψυχεμπορικῆς περὶ λόγους καὶ μαθήματα ἀρετῆς πωλητικὸν δεύτερον ἀνεφάνη σοφιστική.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μάλα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρίτον δέ γʼ οἶμαί σε, κἂν εἴ τις αὐτοῦ καθιδρυμένος ἐν πόλει, τὰ μὲν ὠνούμενος, τὰ δὲ καὶ τεκταινόμενος αὐτὸς μαθήματα περὶ τὰ αὐτὰ ταῦτα καὶ πωλῶν, ἐκ τούτου τὸ ζῆν προυτάξατο, καλεῖν οὐδὲν ἄλλο πλὴν ὅπερ νυνδή.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δʼ οὐ μέλλω;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="224e"/><label>ΞΕ.</label> καὶ τὸ κτητικῆς ἄρα μεταβλητικόν, ἀγοραστικόν, καπηλικὸν εἴτε αὐτοπωλικόν, ἀμφοτέρως, ὅτιπερ ἂν ᾖ περὶ τὰ τοιαῦτα μαθηματοπωλικὸν γένος, ἀεὶ σὺ προσερεῖς, ὡς φαίνῃ, σοφιστικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀνάγκη· τῷ γὰρ λόγῳ δεῖ συνακολουθεῖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔτι δὴ σκοπῶμεν εἴ τινι τοιῷδε προσέοικεν ἄρα τὸ νῦν μεταδιωκόμενον γένος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="225"><p><said who="#Θεαίτητος"><milestone n="225" unit="page"/><milestone unit="section" resp="Stephanus" n="225a"/><label>ΘΕΑΙ.</label> ποίῳ δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς κτητικῆς ἀγωνιστική τι μέρος ἡμῖν ἦν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ἀπὸ τρόπου τοίνυν ἐστὶ διαιρεῖν αὐτὴν δίχα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καθʼ ὁποῖα λέγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἁμιλλητικὸν αὐτῆς τιθέντας, τὸ δὲ μαχητικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστιν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς τοίνυν μαχητικῆς τῷ μὲν σώματι πρὸς σώματα γιγνομένῳ σχεδὸν εἰκὸς καὶ πρέπον ὄνομα λέγειν τι τοιοῦτον τιθεμένους οἷον βιαστικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ δὲ λόγοις πρὸς λόγους τί τις, ὦ Θεαίτητε, ἄλλο
<milestone unit="section" resp="Stephanus" n="225b"/> εἴπῃ πλὴν ἀμφισβητητικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε περὶ τὰς ἀμφισβητήσεις θετέον διττόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καθʼ ὅσον μὲν γὰρ γίγνεται μήκεσί τε πρὸς ἐναντία μήκη λόγων καὶ περὶ <del>τὰ</del> δίκαια καὶ ἄδικα δημοσίᾳ, δικανικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δʼ ἐν ἰδίοις αὖ καὶ κατακεκερματισμένον ἐρωτήσεσι πρὸς ἀποκρίσεις μῶν εἰθίσμεθα καλεῖν ἄλλο πλὴν ἀντιλογικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦ δὲ ἀντιλογικοῦ τὸ μὲν ὅσον περὶ τὰ συμβόλαια
<milestone unit="section" resp="Stephanus" n="225c"/> ἀμφισβητεῖται μέν, εἰκῇ δὲ καὶ ἀτέχνως περὶ αὐτὸ πράττεται, ταῦτα θετέον μὲν εἶδος, ἐπείπερ αὐτὸ διέγνωκεν ὡς ἕτερον ὂν ὁ λόγος, ἀτὰρ ἐπωνυμίας οὔθʼ ὑπὸ τῶν ἔμπροσθεν ἔτυχεν οὔτε νῦν ὑφʼ ἡμῶν τυχεῖν ἄξιον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ· κατὰ σμικρὰ γὰρ λίαν καὶ παντοδαπὰ διῄρηται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε ἔντεχνον, καὶ περὶ δικαίων αὐτῶν καὶ ἀδίκων καὶ περὶ τῶν ἄλλων ὅλως ἀμφισβητοῦν, ἆρʼ οὐκ ἐριστικὸν αὖ λέγειν εἰθίσμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="225d"/><label>ΞΕ.</label> τοῦ μὴν ἐριστικοῦ τὸ μὲν χρηματοφθορικόν, τὸ δὲ χρηματιστικὸν ὂν τυγχάνει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἐπωνυμίαν τοίνυν ἣν ἑκάτερον δεῖ καλεῖν αὐτῶν πειραθῶμεν εἰπεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν χρή.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δοκῶ μὴν τό γε διʼ ἡδονὴν τῆς περὶ ταῦτα διατριβῆς ἀμελὲς τῶν οἰκείων γιγνόμενον, περὶ δὲ τὴν λέξιν τοῖς πολλοῖς τῶν ἀκουόντων οὐ μεθʼ ἡδονῆς ἀκουόμενον καλεῖσθαι κατὰ γνώμην τὴν ἐμὴν οὐχ ἕτερον ἀδολεσχικοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεται γὰρ οὖν οὕτω πως.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="225e"/><label>ΞΕ.</label> τούτου τοίνυν τοὐναντίον, ἀπὸ τῶν ἰδιωτικῶν ἐρίδων χρηματιζόμενον, ἐν τῷ μέρει σὺ πειρῶ νῦν εἰπεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ <add>τί</add> τις ἂν αὖ εἰπὼν ἕτερον οὐκ ἐξαμάρτοι πλήν γε τὸν θαυμαστὸν πάλιν ἐκεῖνον ἥκειν αὖ νῦν τέταρτον τὸν μεταδιωκόμενον ὑφʼ ἡμῶν σοφιστήν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="226"><p><said who="#Ξένος"><milestone n="226" unit="page"/><milestone unit="section" resp="Stephanus" n="226a"/><label>ΞΕ.</label> οὐδὲν ἀλλʼ ἢ τὸ χρηματιστικὸν γένος, ὡς ἔοικεν, ἐριστικῆς ὂν τέχνης, τῆς ἀντιλογικῆς, τῆς ἀμφισβητητικῆς, τῆς μαχητικῆς, τῆς ἀγωνιστικῆς, τῆς κτητικῆς ἔστιν, ὡς ὁ λόγος αὖ μεμήνυκε νῦν, ὁ σοφιστής.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὁρᾷς οὖν ὡς ἀληθῆ λέγεται τὸ ποικίλον εἶναι τοῦτο τὸ θηρίον καὶ τὸ λεγόμενον οὐ τῇ ἑτέρᾳ ληπτόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν ἀμφοῖν χρή.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="226b"/><label>ΞΕ.</label> χρὴ γὰρ οὖν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον, τοιόνδε τι μεταθέοντας ἴχνος αὐτοῦ. καί μοι λέγε· τῶν οἰκετικῶν ὀνομάτων καλοῦμεν ἄττα που;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πολλά· ἀτὰρ ποῖα δὴ τῶν πολλῶν πυνθάνῃ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ τοιάδε, οἷον διηθεῖν τε λέγομεν καὶ διαττᾶν καὶ βράττειν καὶ <sic>διακρίνειν.</sic></said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν, κερκίζειν, καὶ μυρία ἐν ταῖς τέχναις ἄλλα τοιαῦτα ἐνόντα ἐπιστάμεθα. ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="226c"/><label>ΘΕΑΙ.</label> τὸ ποῖον αὐτῶν πέρι βουληθεὶς δηλῶσαι παραδείγματα προθεὶς ταῦτα κατὰ πάντων ἤρου;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διαιρετικά που τὰ λεχθέντα εἴρηται σύμπαντα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατὰ τὸν ἐμὸν τοίνυν λόγον ὡς περὶ ταῦτα μίαν οὖσαν ἐν ἅπασι τέχνην ἑνὸς ὀνόματος ἀξιώσομεν αὐτήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνα προσειπόντες;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διακριτικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σκόπει δὴ ταύτης αὖ δύο ἄν πῃ δυνώμεθα κατιδεῖν εἴδη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ταχεῖαν ὡς ἐμοὶ σκέψιν ἐπιτάττεις.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="226d"/><label>ΞΕ.</label> καὶ μὴν ἔν γε ταῖς εἰρημέναις διακρίσεσι τὸ μὲν χεῖρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἦν, τὸ δʼ ὅμοιον ἀφʼ ὁμοίου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδὸν οὕτω νῦν λεχθὲν φαίνεται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον· τῆς δὲ καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεως, τὸ δὲ χεῖρον ἀποβαλλούσης ἔχω.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγε τί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πᾶσα ἡ τοιαύτη διάκρισις, ὡς ἐγὼ συννοῶ, λέγεται παρὰ πάντων καθαρμός τις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεται γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="226e"/><label>ΞΕ.</label> οὐκοῦν τό γε καθαρτικὸν εἶδος αὖ διπλοῦν ὂν πᾶς ἂν ἴδοι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί, κατὰ σχολήν γε ἴσως· οὐ μὴν ἔγωγε καθορῶ νῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν τά γε περὶ τὰ σώματα πολλὰ εἴδη καθάρσεων ἑνὶ περιλαβεῖν ὀνόματι προσήκει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα καὶ τίνι;</said></p></div></div></body></text></TEI>