<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="221"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ τῆς ἐναντίας ταύτῃ πληγῆς, ἀγκίστρῳ τε γιγνόμενον καὶ τῶν ἰχθύων οὐχ ᾗ τις ἂν τύχῃ τοῦ σώματος, ὥσπερ
<milestone n="221" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="221a"/> τοῖς τριόδουσιν, ἀλλὰ περὶ τὴν κεφαλὴν καὶ τὸ στόμα τοῦ θηρευθέντος ἑκάστοτε, καὶ κάτωθεν εἰς τοὐναντίον ἄνω ῥάβδοις καὶ καλάμοις ἀνασπώμενον· οὗ τί φήσομεν, ὦ Θεαίτητε, δεῖν τοὔνομα λέγεσθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δοκῶ μέν, ὅπερ ἄρτι προυθέμεθα δεῖν ἐξευρεῖν, τοῦτʼ αὐτὸ νῦν ἀποτετελέσθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν ἄρα τῆς ἀσπαλιευτικῆς πέρι σύ τε κἀγὼ
<milestone unit="section" resp="Stephanus" n="221b"/> συνωμολογήκαμεν οὐ μόνον τοὔνομα, ἀλλὰ καὶ τὸν λόγον περὶ αὐτὸ τοὖργον εἰλήφαμεν ἱκανῶς. συμπάσης γὰρ τέχνης τὸ μὲν ἥμισυ μέρος κτητικὸν ἦν, κτητικοῦ δὲ χειρωτικόν, χειρωτικοῦ δὲ θηρευτικόν, τοῦ δὲ θηρευτικοῦ ζῳοθηρικόν, ζῳοθηρικοῦ δὲ ἐνυγροθηρικόν, ἐνυγροθηρικοῦ δὲ τὸ κάτωθεν τμῆμα ὅλον ἁλιευτικόν, ἁλιευτικῆς δὲ πληκτικόν, πληκτικῆς δὲ ἀγκιστρευτικόν· τούτου δὲ τὸ περὶ τὴν κάτωθεν
<milestone unit="section" resp="Stephanus" n="221c"/> ἄνω πληγὴν ἀνασπωμένην, ἀπʼ αὐτῆς τῆς πράξεως ἀφομοιωθὲν τοὔνομα, ἡ νῦν ἀσπαλιευτικὴ ζητηθεῖσα ἐπίκλην γέγονεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν τοῦτό γε ἱκανῶς δεδήλωται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φέρε δή, κατὰ τοῦτο τὸ παράδειγμα καὶ τὸν σοφιστὴν ἐπιχειρῶμεν εὑρεῖν ὅτι ποτʼ ἔστιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἐκεῖνό γʼ ἦν τὸ ζήτημα πρῶτον, πότερον ἰδιώτην ἤ τινα τέχνην ἔχοντα θετέον εἶναι τὸν ἀσπαλιευτήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="221d"/><label>ΞΕ.</label> καὶ νῦν δὴ τοῦτον ἰδιώτην θήσομεν, ὦ Θεαίτητε, ἢ παντάπασιν ὡς ἀληθῶς σοφιστήν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς ἰδιώτην· μανθάνω γὰρ ὃ λέγεις, ὡς παντὸς δεῖ τοιοῦτος εἶναι τό γε ὄνομα τοῦτο ἔχων.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλά τινα τέχνην αὐτὸν ἡμῖν ἔχοντα, ὡς ἔοικε, θετέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνα ποτʼ οὖν δὴ ταύτην;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ ὦ πρὸς θεῶν ἠγνοήκαμεν τἀνδρὸς τὸν ἄνδρα ὄντα συγγενῆ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνα τοῦ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν ἀσπαλιευτὴν τοῦ σοφιστοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> θηρευτά τινε καταφαίνεσθον ἄμφω μοι.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="221e"/><label>ΘΕΑΙ.</label> τίνος θήρας ἅτερος; τὸν μὲν γὰρ ἕτερον εἴπομεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δίχα που νυνδὴ διείλομεν τὴν ἄγραν πᾶσαν, νευστικοῦ μέρους, τὸ δὲ πεζοῦ τέμνοντες.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τὸ μὲν διήλθομεν, ὅσον περὶ τὰ νευστικὰ τῶν ἐνύδρων· τὸ δὲ πεζὸν εἰάσαμεν ἄσχιστον, εἰπόντες ὅτι πολυειδὲς εἴη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="222"><p><said who="#Θεαίτητος"><milestone n="222" unit="page"/><milestone unit="section" resp="Stephanus" n="222a"/><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μέχρι μὲν τοίνυν ἐνταῦθα ὁ σοφιστὴς καὶ <del>ὁ</del> ἀσπαλιευτὴς ἅμα ἀπὸ τῆς κτητικῆς τέχνης πορεύεσθον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐοίκατον γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἐκτρέπεσθον δέ γε ἀπὸ τῆς ζῳοθηρικῆς, ὁ μὲν ἐπὶ θάλαττάν που καὶ ποταμοὺς καὶ λίμνας, τὰ ἐν τούτοις ζῷα θηρευσόμενος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὁ δέ γε ἐπὶ <del>τὴν</del> γῆν καὶ ποταμοὺς ἑτέρους αὖ τινας, πλούτου καὶ νεότητος οἷον λειμῶνας ἀφθόνους, τἀν τούτοις θρέμματα χειρωσόμενος.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="222b"/><label>ΘΕΑΙ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς πεζῆς θήρας γίγνεσθον δύο μεγίστω τινὲ μέρει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖον ἑκάτερον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν τῶν ἡμέρων, τὸ δὲ τῶν ἀγρίων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἶτʼ ἔστι τις θήρα τῶν ἡμέρων;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἴπερ γέ ἐστιν ἄνθρωπος ἥμερον ζῷον. θὲς δὲ ὅπῃ χαίρεις, εἴτε μηδὲν τιθεὶς ἥμερον, εἴτε ἄλλο μὲν ἥμερόν τι, τὸν δὲ ἄνθρωπον ἄγριον, εἴτε ἥμερον μὲν λέγεις αὖ τὸν ἄνθρωπον, ἀνθρώπων δὲ μηδεμίαν ἡγῇ θήραν· τούτων ὁπότερʼ ἂν ἡγῇ φίλον εἰρῆσθαί σοι, τοῦτο ἡμῖν διόρισον.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="222c"/><label>ΘΕΑΙ.</label> ἀλλʼ ἡμᾶς τε ἥμερον, ὦ ξένε, ἡγοῦμαι ζῷον, θήραν τε ἀνθρώπων εἶναι λέγω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διττὴν τοίνυν καὶ τὴν ἡμεροθηρικὴν εἴπωμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κατὰ τί λέγοντες;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν μὲν λῃστικὴν καὶ ἀνδραποδιστικὴν καὶ τυραννικὴν καὶ σύμπασαν τὴν πολεμικήν, ἓν πάντα, βίαιον θήραν, ὁρισάμενοι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καλῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δέ γε δικανικὴν καὶ δημηγορικὴν καὶ προσομιλητικήν, ἓν αὖ τὸ σύνολον, πιθανουργικήν τινα μίαν
<milestone unit="section" resp="Stephanus" n="222d"/> τέχνην προσειπόντες.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς δὴ πιθανουργικῆς διττὰ λέγωμεν γένη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἕτερον ἰδίᾳ, τὸ δὲ δημοσίᾳ γιγνόμενον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> γίγνεσθον γὰρ οὖν εἶδος ἑκάτερον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν αὖ τῆς ἰδιοθηρευτικῆς τὸ μὲν μισθαρνητικόν ἐστιν, τὸ δὲ δωροφορικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ μανθάνω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῇ τῶν ἐρώντων θήρᾳ τὸν νοῦν, ὡς ἔοικας, οὔπω προσέσχες.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦ πέρι;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="222e"/><label>ΞΕ.</label> ὅτι τοῖς θηρευθεῖσι δῶρα προσεπιδιδόασιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο μὲν τοίνυν ἐρωτικῆς τέχνης ἔστω εἶδος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="223"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦ δέ γε μισθαρνητικοῦ τὸ μὲν προσομιλοῦν διὰ χάριτος καὶ παντάπασι διʼ ἡδονῆς τὸ δέλεαρ πεποιημένον καὶ τὸν μισθὸν πραττόμενον τροφὴν ἑαυτῷ μόνον κολακικήν, ὡς
<milestone n="223" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="223a"/> ἐγᾦμαι, πάντες φαῖμεν ἂν <add>ἢ</add> ἡδυντικήν τινα τέχνην εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δὲ ἐπαγγελλόμενον μὲν ὡς ἀρετῆς ἕνεκα τὰς ὁμιλίας ποιούμενον, μισθὸν δὲ νόμισμα πραττόμενον, ἆρα οὐ τοῦτο τὸ γένος ἑτέρῳ προσειπεῖν ἄξιον ὀνόματι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τίνι δὴ τούτῳ; πειρῶ λέγειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον δή· τὸν γὰρ σοφιστήν μοι δοκοῦμεν ἀνηυρηκέναι. τοῦτʼ οὖν ἔγωγε εἰπὼν τὸ προσῆκον ὄνομʼ ἂν ἡγοῦμαι καλεῖν αὐτόν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="223b"/><label>ΞΕ.</label> κατὰ δὴ τὸν νῦν, ὦ Θεαίτητε, λόγον, ὡς ἔοικεν, ἡ τέχνης οἰκειωτικῆς, <add>χειρωτικῆς</add>, <del>κτητικῆς,</del> θηρευτικῆς, ζῳοθηρίας, <del>πεζοθηρίας,</del> χερσαίας, <del>ἡμεροθηρικῆς,</del> ἀνθρωποθηρίας, <add>πιθανοθηρίας</add>, ἰδιοθηρίας, <del>μισθαρνικῆς,</del> νομισματοπωλικῆς, δοξοπαιδευτικῆς, νέων πλουσίων καὶ ἐνδόξων γιγνομένη θήρα προσρητέον, ὡς ὁ νῦν λόγος ἡμῖν συμβαίνει, σοφιστική.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="223c"/><label>ΞΕ.</label> ἔτι δὲ καὶ τῇδε ἴδωμεν· οὐ γάρ τι φαύλης μέτοχόν ἐστι τέχνης τὸ νῦν ζητούμενον, ἀλλʼ εὖ μάλα ποικίλης. καὶ γὰρ οὖν ἐν τοῖς πρόσθεν εἰρημένοις φάντασμα παρέχεται μὴ τοῦτο ὃ νῦν αὐτὸ ἡμεῖς φαμεν ἀλλʼ ἕτερον εἶναί τι γένος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ τῆς κτητικῆς τέχνης διπλοῦν ἦν εἶδός που, τὸ μὲν θηρευτικὸν μέρος ἔχον, τὸ δὲ ἀλλακτικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς τοίνυν ἀλλακτικῆς δύο εἴδη λέγωμεν, τὸ μὲν δωρητικόν, τὸ δὲ ἕτερον ἀγοραστικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἰρήσθω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν αὖ φήσομεν ἀγοραστικὴν διχῇ τέμνεσθαι.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="223d"/><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν μὲν τῶν αὐτουργῶν αὐτοπωλικὴν διαιρουμένην, τὴν δὲ τὰ ἀλλότρια ἔργα μεταβαλλομένην μεταβλητικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τῆς μεταβλητικῆς οὐχ ἡ μὲν κατὰ πόλιν ἀλλαγή, σχεδὸν αὐτῆς ἥμισυ μέρος ὄν, καπηλικὴ προσαγορεύεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε ἐξ ἄλλης εἰς ἄλλην πόλιν διαλλάττον ὠνῇ καὶ πράσει ἐμπορική;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="223e"/><label>ΞΕ.</label> τῆς δʼ ἐμπορικῆς ἆρʼ οὐκ ᾐσθήμεθα ὅτι τὸ μὲν ὅσοις τὸ σῶμα τρέφεται καὶ χρῆται, τὸ δὲ ὅσοις ἡ ψυχή, πωλοῦν διὰ νομίσματος ἀλλάττεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς τοῦτο λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ περὶ τὴν ψυχὴν ἴσως ἀγνοοῦμεν, ἐπεὶ τό γε ἕτερόν που συνίεμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="224"><p><said who="#Ξένος"><milestone n="224" unit="page"/><milestone unit="section" resp="Stephanus" n="224a"/><label>ΞΕ.</label> μουσικήν τε τοίνυν συνάπασαν λέγωμεν, ἐκ πόλεως ἑκάστοτε εἰς πόλιν ἔνθεν μὲν ὠνηθεῖσαν, ἑτέρωσε δὲ ἀγομένην <del>καὶ πιπρασκομένην</del>, καὶ γραφικὴν καὶ θαυματοποιικὴν καὶ πολλὰ ἕτερα τῆς ψυχῆς, τὰ μὲν παραμυθίας, τὰ δὲ καὶ σπουδῆς χάριν ἀχθέντα καὶ πωλούμενα, τὸν ἄγοντα καὶ πωλοῦντα μηδὲν ἧττον τῆς τῶν σιτίων καὶ ποτῶν πράσεως ἔμπορον ὀρθῶς ἂν λεγόμενον παρασχεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="224b"/><label>ΞΕ.</label> οὐκοῦν καὶ τὸν μαθήματα συνωνούμενον πόλιν τε ἐκ πόλεως νομίσματος ἀμείβοντα ταὐτὸν προσερεῖς ὄνομα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς δὴ ψυχεμπορικῆς ταύτης ἆρʼ οὐ τὸ μὲν ἐπιδεικτικὴ δικαιότατα λέγοιτʼ ἄν, τὸ δὲ γελοίῳ μὲν οὐχ ἧττον τοῦ πρόσθεν, ὅμως δὲ μαθημάτων οὖσαν πρᾶσιν αὐτὴν ἀδελφῷ τινι τῆς πράξεως ὀνόματι προσειπεῖν ἀνάγκη;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτης τοίνυν τῆς μαθηματοπωλικῆς τὸ μὲν περὶ
<milestone unit="section" resp="Stephanus" n="224c"/> τὰ τῶν ἄλλων τεχνῶν μαθήματα ἑτέρῳ, τὸ δὲ περὶ τὸ τῆς ἀρετῆς ἄλλῳ προσρητέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τεχνοπωλικὸν μὴν τό γε περὶ τἆλλα ἂν ἁρμόττοι· τὸ δὲ περὶ ταῦτα σὺ προθυμήθητι λέγειν ὄνομα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ τί τις ἂν ἄλλο ὄνομα εἰπὼν οὐκ ἂν πλημμελοίη πλὴν τὸ νῦν ζητούμενον αὐτὸ εἶναι τὸ σοφιστικὸν γένος;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐδὲν ἄλλο. ἴθι δὴ νῦν συναγάγωμεν αὐτὸ λέγοντες ὡς τὸ τῆς κτητικῆς, μεταβλητικῆς, ἀγοραστικῆς,
<milestone unit="section" resp="Stephanus" n="224d"/> ἐμπορικῆς, ψυχεμπορικῆς περὶ λόγους καὶ μαθήματα ἀρετῆς πωλητικὸν δεύτερον ἀνεφάνη σοφιστική.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μάλα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρίτον δέ γʼ οἶμαί σε, κἂν εἴ τις αὐτοῦ καθιδρυμένος ἐν πόλει, τὰ μὲν ὠνούμενος, τὰ δὲ καὶ τεκταινόμενος αὐτὸς μαθήματα περὶ τὰ αὐτὰ ταῦτα καὶ πωλῶν, ἐκ τούτου τὸ ζῆν προυτάξατο, καλεῖν οὐδὲν ἄλλο πλὴν ὅπερ νυνδή.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δʼ οὐ μέλλω;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="224e"/><label>ΞΕ.</label> καὶ τὸ κτητικῆς ἄρα μεταβλητικόν, ἀγοραστικόν, καπηλικὸν εἴτε αὐτοπωλικόν, ἀμφοτέρως, ὅτιπερ ἂν ᾖ περὶ τὰ τοιαῦτα μαθηματοπωλικὸν γένος, ἀεὶ σὺ προσερεῖς, ὡς φαίνῃ, σοφιστικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀνάγκη· τῷ γὰρ λόγῳ δεῖ συνακολουθεῖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔτι δὴ σκοπῶμεν εἴ τινι τοιῷδε προσέοικεν ἄρα τὸ νῦν μεταδιωκόμενον γένος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="225"><p><said who="#Θεαίτητος"><milestone n="225" unit="page"/><milestone unit="section" resp="Stephanus" n="225a"/><label>ΘΕΑΙ.</label> ποίῳ δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς κτητικῆς ἀγωνιστική τι μέρος ἡμῖν ἦν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ἀπὸ τρόπου τοίνυν ἐστὶ διαιρεῖν αὐτὴν δίχα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καθʼ ὁποῖα λέγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἁμιλλητικὸν αὐτῆς τιθέντας, τὸ δὲ μαχητικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστιν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς τοίνυν μαχητικῆς τῷ μὲν σώματι πρὸς σώματα γιγνομένῳ σχεδὸν εἰκὸς καὶ πρέπον ὄνομα λέγειν τι τοιοῦτον τιθεμένους οἷον βιαστικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ δὲ λόγοις πρὸς λόγους τί τις, ὦ Θεαίτητε, ἄλλο
<milestone unit="section" resp="Stephanus" n="225b"/> εἴπῃ πλὴν ἀμφισβητητικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε περὶ τὰς ἀμφισβητήσεις θετέον διττόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καθʼ ὅσον μὲν γὰρ γίγνεται μήκεσί τε πρὸς ἐναντία μήκη λόγων καὶ περὶ <del>τὰ</del> δίκαια καὶ ἄδικα δημοσίᾳ, δικανικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δʼ ἐν ἰδίοις αὖ καὶ κατακεκερματισμένον ἐρωτήσεσι πρὸς ἀποκρίσεις μῶν εἰθίσμεθα καλεῖν ἄλλο πλὴν ἀντιλογικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦ δὲ ἀντιλογικοῦ τὸ μὲν ὅσον περὶ τὰ συμβόλαια
<milestone unit="section" resp="Stephanus" n="225c"/> ἀμφισβητεῖται μέν, εἰκῇ δὲ καὶ ἀτέχνως περὶ αὐτὸ πράττεται, ταῦτα θετέον μὲν εἶδος, ἐπείπερ αὐτὸ διέγνωκεν ὡς ἕτερον ὂν ὁ λόγος, ἀτὰρ ἐπωνυμίας οὔθʼ ὑπὸ τῶν ἔμπροσθεν ἔτυχεν οὔτε νῦν ὑφʼ ἡμῶν τυχεῖν ἄξιον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ· κατὰ σμικρὰ γὰρ λίαν καὶ παντοδαπὰ διῄρηται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε ἔντεχνον, καὶ περὶ δικαίων αὐτῶν καὶ ἀδίκων καὶ περὶ τῶν ἄλλων ὅλως ἀμφισβητοῦν, ἆρʼ οὐκ ἐριστικὸν αὖ λέγειν εἰθίσμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="225d"/><label>ΞΕ.</label> τοῦ μὴν ἐριστικοῦ τὸ μὲν χρηματοφθορικόν, τὸ δὲ χρηματιστικὸν ὂν τυγχάνει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἐπωνυμίαν τοίνυν ἣν ἑκάτερον δεῖ καλεῖν αὐτῶν πειραθῶμεν εἰπεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν χρή.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δοκῶ μὴν τό γε διʼ ἡδονὴν τῆς περὶ ταῦτα διατριβῆς ἀμελὲς τῶν οἰκείων γιγνόμενον, περὶ δὲ τὴν λέξιν τοῖς πολλοῖς τῶν ἀκουόντων οὐ μεθʼ ἡδονῆς ἀκουόμενον καλεῖσθαι κατὰ γνώμην τὴν ἐμὴν οὐχ ἕτερον ἀδολεσχικοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεται γὰρ οὖν οὕτω πως.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="225e"/><label>ΞΕ.</label> τούτου τοίνυν τοὐναντίον, ἀπὸ τῶν ἰδιωτικῶν ἐρίδων χρηματιζόμενον, ἐν τῷ μέρει σὺ πειρῶ νῦν εἰπεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ <add>τί</add> τις ἂν αὖ εἰπὼν ἕτερον οὐκ ἐξαμάρτοι πλήν γε τὸν θαυμαστὸν πάλιν ἐκεῖνον ἥκειν αὖ νῦν τέταρτον τὸν μεταδιωκόμενον ὑφʼ ἡμῶν σοφιστήν;</said></p></div></div></body></text></TEI>