<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="142"><p><said who="#Εὐκλείδης"><milestone n="142" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="142a"/><label>ΕΥ.</label> ἄρτι, ὦ Τερψίων, ἢ πάλαι ἐξ ἀγροῦ;</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> ἐπιεικῶς πάλαι. καὶ σέ γε ἐζήτουν κατʼ ἀγορὰν καὶ ἐθαύμαζον ὅτι οὐχ οἷός τʼ ἦ εὑρεῖν.</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> οὐ γὰρ ἦ κατὰ πόλιν.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> ποῦ μήν;</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> εἰς λιμένα καταβαίνων Θεαιτήτῳ ἐνέτυχον φερομένῳ ἐκ Κορίνθου ἀπὸ τοῦ στρατοπέδου Ἀθήναζε.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> ζῶντι ἢ τετελευτηκότι;</said></p><p><said who="#Εὐκλείδης"><milestone unit="section" resp="Stephanus" n="142b"/><label>ΕΥ.</label> ζῶντι καὶ μάλα μόλις· χαλεπῶς μὲν γὰρ ἔχει καὶ ὑπὸ τραυμάτων τινῶν, μᾶλλον μὴν αὐτὸν αἱρεῖ τὸ γεγονὸς νόσημα ἐν τῷ στρατεύματι.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> μῶν ἡ δυσεντερία;</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> ναί.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> οἷον ἄνδρα λέγεις ἐν κινδύνῳ εἶναι.</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> καλόν τε καὶ ἀγαθόν, ὦ Τερψίων, ἐπεί τοι καὶ νῦν ἤκουόν τινων μάλα ἐγκωμιαζόντων αὐτὸν περὶ τὴν μάχην.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> καὶ οὐδέν γʼ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον εἰ 
         <milestone unit="section" resp="Stephanus" n="142c"/>
              μὴ τοιοῦτος ἦν. ἀτὰρ πῶς οὐκ αὐτοῦ Μεγαροῖ κατέλυεν;</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> ἠπείγετο οἴκαδε· ἐπεὶ ἔγωγʼ ἐδεόμην καὶ συνεβούλευον, ἀλλʼ οὐκ ἤθελεν. καὶ δῆτα προπέμψας αὐτόν, ἀπιὼν πάλιν ἀνεμνήσθην καὶ ἐθαύμασα Σωκράτους ὡς μαντικῶς ἄλλα τε δὴ εἶπε καὶ περὶ τούτου. δοκεῖ γάρ μοι ὀλίγον πρὸ τοῦ θανάτου ἐντυχεῖν αὐτῷ μειρακίῳ ὄντι, καὶ συγγενόμενός τε καὶ διαλεχθεὶς πάνυ ἀγασθῆναι αὐτοῦ τὴν φύσιν. καί μοι ἐλθόντι Ἀθήναζε τούς τε λόγους οὓς διελέχθη 
               <milestone unit="section" resp="Stephanus" n="142d"/>
           αὐτῷ διηγήσατο καὶ μάλα ἀξίους ἀκοῆς, εἶπέ τε ὅτι πᾶσα ἀνάγκη εἴη τοῦτον ἐλλόγιμον γενέσθαι, εἴπερ εἰς ἡλικίαν ἔλθοι.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> καὶ ἀληθῆ γε, ὡς ἔοικεν, εἶπεν. ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="143"><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> οὐ μὰ τὸν Δία, οὔκουν οὕτω γε ἀπὸ στόματος· 

               <milestone n="143" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="143a"/>
               
            ἀλλʼ ἐγραψάμην μὲν τότʼ εὐθὺς οἴκαδʼ ἐλθὼν ὑπομνήματα, ὕστερον δὲ κατὰ σχολὴν ἀναμιμνῃσκόμενος ἔγραφον, καὶ ὁσάκις Ἀθήναζε ἀφικοίμην, ἐπανηρώτων τὸν Σωκράτη ὃ μὴ ἐμεμνήμην, καὶ δεῦρο ἐλθὼν ἐπηνορθούμην· ὥστε μοι σχεδόν τι πᾶς ὁ λόγος γέγραπται.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> ἀληθῆ· ἤκουσά σου καὶ πρότερον, καὶ μέντοι ἀεὶ μέλλων κελεύσειν ἐπιδεῖξαι διατέτριφα δεῦρο. ἀλλὰ τί κωλύει νῦν ἡμᾶς διελθεῖν; πάντως ἔγωγε καὶ ἀναπαύσασθαι δέομαι ὡς ἐξ ἀγροῦ ἥκων.</said></p><p><said who="#Εὐκλείδης"><milestone unit="section" resp="Stephanus" n="143b"/><label>ΕΥ.</label> ἀλλὰ μὲν δὴ καὶ αὐτὸς μέχρι Ἐρινοῦ Θεαίτητον προύπεμψα, ὥστε οὐκ ἂν ἀηδῶς ἀναπαυοίμην. ἀλλʼ ἴωμεν, καὶ ἡμῖν ἅμα ἀναπαυομένοις ὁ παῖς ἀναγνώσεται.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> ὀρθῶς λέγεις.</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> τὸ μὲν δὴ βιβλίον, ὦ Τερψίων, τουτί· ἐγραψάμην δὲ δὴ οὑτωσὶ τὸν λόγον, οὐκ ἐμοὶ Σωκράτη διηγούμενον ὡς διηγεῖτο, ἀλλὰ διαλεγόμενον οἷς ἔφη διαλεχθῆναι. ἔφη δὲ τῷ τε γεωμέτρῃ Θεοδώρῳ καὶ τῷ Θεαιτήτῳ. ἵνα οὖν ἐν τῇ 
               <milestone unit="section" resp="Stephanus" n="143c"/>
            γραφῇ μὴ παρέχοιεν πράγματα αἱ μεταξὺ τῶν λόγων διηγήσεις περὶ αὑτοῦ τε ὁπότε λέγοι ὁ Σωκράτης, οἷον <q>καὶ ἐγὼ ἔφην</q> ἢ <q>καὶ ἐγὼ εἶπον,</q> ἢ αὖ περὶ τοῦ ἀποκρινομένου ὅτι <q>συνέφη</q> ἢ <q>οὐχ ὡμολόγει,</q> τούτων ἕνεκα ὡς αὐτὸν αὐτοῖς διαλεγόμενον ἔγραψα, ἐξελὼν τὰ τοιαῦτα.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> καὶ οὐδέν γε ἀπὸ τρόπου, ὦ Εὐκλείδη.</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> ἀλλά, παῖ, λαβὲ τὸ βιβλίον καὶ λέγε.</said></p><milestone unit="section" n="imbedded dialogue"/><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="143d"/><label>ΣΩ.</label> εἰ μὲν τῶν ἐν Κυρήνῃ μᾶλλον ἐκηδόμην, ὦ Θεόδωρε, τὰ ἐκεῖ ἄν σε καὶ περὶ ἐκείνων ἀνηρώτων, εἴ τινες αὐτόθι περὶ γεωμετρίαν ἤ τινα ἄλλην φιλοσοφίαν εἰσὶ τῶν νέων ἐπιμέλειαν ποιούμενοι· νῦν δὲ ἧττον γὰρ ἐκείνους ἢ τούσδε φιλῶ, καὶ μᾶλλον ἐπιθυμῶ εἰδέναι τίνες ἡμῖν τῶν νέων ἐπίδοξοι γενέσθαι ἐπιεικεῖς. ταῦτα δὴ αὐτός τε σκοπῶ καθʼ ὅσον δύναμαι, καὶ τοὺς ἄλλους ἐρωτῶ οἷς ἂν ὁρῶ τοὺς νέους ἐθέλοντας συγγίγνεσθαι. σοὶ δὴ οὐκ ὀλίγιστοι πλησιάζουσι, 
         <milestone unit="section" resp="Stephanus" n="143e"/>
            καὶ δικαίως· ἄξιος γὰρ τά τε ἄλλα καὶ γεωμετρίας ἕνεκα. εἰ δὴ οὖν τινι ἐνέτυχες ἀξίῳ λόγου, ἡδέως ἂν πυθοίμην.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="144"><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> καὶ μήν, ὦ Σώκρατες, ἐμοί τε εἰπεῖν καὶ σοὶ ἀκοῦσαι πάνυ ἄξιον οἵῳ ὑμῖν τῶν πολιτῶν μειρακίῳ ἐντετύχηκα. καὶ εἰ μὲν ἦν καλός, ἐφοβούμην ἂν σφόδρα λέγειν, μὴ καί τῳ δόξω ἐν ἐπιθυμίᾳ αὐτοῦ εἶναι. νῦν δέ—καὶ μή μοι ἄχθου—οὐκ ἔστι καλός, προσέοικε δὲ σοὶ τήν τε σιμότητα καὶ τὸ ἔξω τῶν ὀμμάτων· ἧττον δὲ ἢ σὺ ταῦτʼ ἔχει.
              
<milestone n="144" unit="page" resp="Stephanus"/>
 <milestone unit="section" resp="Stephanus" n="144a"/>
          
          ἀδεῶς δὴ λέγω. εὖ γὰρ ἴσθι ὅτι ὧν δὴ πώποτε ἐνέτυχον —καὶ πάνυ πολλοῖς πεπλησίακα—οὐδένα πω ᾐσθόμην οὕτω θαυμαστῶς εὖ πεφυκότα. τὸ γὰρ εὐμαθῆ ὄντα ὡς ἄλλῳ χαλεπὸν πρᾷον αὖ εἶναι διαφερόντως, καὶ ἐπὶ τούτοις ἀνδρεῖον παρʼ ὁντινοῦν, ἐγὼ μὲν οὔτʼ ἂν ᾠόμην γενέσθαι οὔτε ὁρῶ γιγνόμενον· ἀλλʼ οἵ τε ὀξεῖς ὥσπερ οὗτος καὶ ἀγχίνοι καὶ μνήμονες ὡς τὰ πολλὰ καὶ πρὸς τὰς ὀργὰς ὀξύρροποί εἰσι, καὶ ᾁττοντες φέρονται ὥσπερ τὰ ἀνερμάτιστα 
         
         <milestone unit="section" resp="Stephanus" n="144b"/>
      
      πλοῖα, καὶ μανικώτεροι ἢ ἀνδρειότεροι φύονται, οἵ τε αὖ ἐμβριθέστεροι νωθροί πως ἀπαντῶσι πρὸς τὰς μαθήσεις καὶ λήθης γέμοντες. ὁ δὲ οὕτω λείως τε καὶ ἀπταίστως καὶ ἀνυσίμως ἔρχεται ἐπὶ τὰς μαθήσεις τε καὶ ζητήσεις μετὰ πολλῆς πρᾳότητος, οἷον ἐλαίου ῥεῦμα ἀψοφητὶ ῥέοντος, ὥστε θαυμάσαι τὸ τηλικοῦτον ὄντα οὕτως ταῦτα διαπράττεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ ἀγγέλλεις. τίνος δὲ καὶ ἔστι τῶν πολιτῶν;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἀκήκοα μὲν τοὔνομα, μνημονεύω δὲ οὔ. ἀλλὰ 
         
         <milestone unit="section" resp="Stephanus" n="144c"/>
            
            γάρ ἐστι τῶνδε τῶν προσιόντων ὁ ἐν τῷ μέσῳ· ἄρτι γὰρ ἐν τῷ ἔξω δρόμῳ ἠλείφοντο ἑταῖροί τέ τινες οὗτοι αὐτοῦ καὶ αὐτός, νῦν δέ μοι δοκοῦσιν ἀλειψάμενοι δεῦρο ἰέναι. ἀλλὰ σκόπει εἰ γιγνώσκεις αὐτόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γιγνώσκω· ὁ τοῦ Σουνιῶς Εὐφρονίου ἐστίν, καὶ πάνυ γε, ὦ φίλε, ἀνδρὸς οἷον καὶ σὺ τοῦτον διηγῇ, καὶ ἄλλως εὐδοκίμου, καὶ μέντοι καὶ οὐσίαν μάλα πολλὴν κατέλιπεν. τὸ δʼ ὄνομα οὐκ οἶδα τοῦ μειρακίου.</said></p><p><said who="#Θεόδωρος"><milestone unit="section" resp="Stephanus" n="144d"/><label>ΘΕΟ.</label> Θεαίτητος, ὦ Σώκρατες, τό γε ὄνομα· τὴν μέντοι οὐσίαν δοκοῦσί μοι ἐπίτροποί τινες διεφθαρκέναι. ἀλλʼ ὅμως καὶ πρὸς τὴν τῶν χρημάτων ἐλευθεριότητα θαυμαστός, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γεννικὸν λέγεις τὸν ἄνδρα. καί μοι κέλευε αὐτὸν ἐνθάδε παρακαθίζεσθαι.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἔσται ταῦτα. Θεαίτητε, δεῦρο παρὰ Σωκράτη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν, ὦ Θεαίτητε, ἵνα κἀγὼ ἐμαυτὸν ἀνασκέψωμαι ποῖόν τι ἔχω τὸ πρόσωπον· φησὶν γὰρ Θεόδωρος 
         
         <milestone unit="section" resp="Stephanus" n="144e"/>
             ἔχειν με σοὶ ὅμοιον. ἀτὰρ εἰ νῷν ἐχόντοιν ἑκατέρου λύραν ἔφη αὐτὰς ἡρμόσθαι ὁμοίως, πότερον εὐθὺς ἂν ἐπιστεύομεν ἢ ἐπεσκεψάμεθʼ ἂν εἰ μουσικὸς ὢν λέγει;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐπεσκεψάμεθʼ ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοιοῦτον μὲν εὑρόντες ἐπειθόμεθʼ ἄν, ἄμουσον δέ, ἠπιστοῦμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="145"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δέ γʼ, οἶμαι, εἴ τι μέλει ἡμῖν τῆς τῶν προσώπων 
               
<milestone n="145" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="145a"/>
               
            ὁμοιότητος, σκεπτέον εἰ γραφικὸς ὢν λέγει ἢ οὔ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δοκεῖ μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ οὖν ζωγραφικὸς Θεόδωρος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔχ, ὅσον γέ με εἰδέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐδὲ γεωμετρικός;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάντως δήπου, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ ἀστρονομικὸς καὶ λογιστικός τε καὶ μουσικὸς καὶ ὅσα παιδείας ἔχεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ μὲν ἄρα ἡμᾶς τοῦ σώματός τι ὁμοίους φησὶν εἶναι ἐπαινῶν πῃ ἢ ψέγων, οὐ πάνυ αὐτῷ ἄξιον τὸν νοῦν προσέχειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἴσως οὔ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="145b"/><label>ΣΩ.</label> τί δʼ εἰ ποτέρου τὴν ψυχὴν ἐπαινοῖ πρὸς ἀρετήν τε καὶ σοφίαν; ἆρʼ οὐκ ἄξιον τῷ μὲν ἀκούσαντι προθυμεῖσθαι ἀνασκέψασθαι τὸν ἐπαινεθέντα, τῷ δὲ προθύμως ἑαυτὸν ἐπιδεικνύναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥρα τοίνυν, ὦ φίλε Θεαίτητε, σοὶ μὲν ἐπιδεικνύναι, ἐμοὶ δὲ σκοπεῖσθαι· ὡς εὖ ἴσθι ὅτι Θεόδωρος πολλοὺς δὴ πρός με ἐπαινέσας ξένους τε καὶ ἀστοὺς οὐδένα πω ἐπῄνεσεν ὡς σὲ νυνδή.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εὖ ἂν ἔχοι, ὦ Σώκρατες· ἀλλʼ ὅρα μὴ παίζων 
               
         <milestone unit="section" resp="Stephanus" n="145c"/>
          
          ἔλεγεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐχ οὗτος ὁ τρόπος Θεοδώρου· ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα σκηπτόμενος παίζοντα λέγειν τόνδε, ἵνα μὴ καὶ ἀναγκασθῇ μαρτυρεῖν—πάντως γὰρ οὐδεὶς ἐπισκήψετʼ αὐτῷ—ἀλλὰ θαρρῶν ἔμμενε τῇ ὁμολογίᾳ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ χρὴ ταῦτα ποιεῖν, εἰ σοὶ δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δή μοι· μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="145d"/><label>ΣΩ.</label> καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> προθυμοῦμαί γε δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά τε τούτου καὶ παρʼ ἄλλων οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. ἀλλʼ ὅμως τὰ μὲν ἄλλα ἔχω περὶ αὐτὰ μετρίως, μικρὸν δέ τι ἀπορῶ ὃ μετὰ σοῦ τε καὶ τῶνδε σκεπτέον. καί μοι λέγε· ἆρʼ οὐ τὸ μανθάνειν ἐστὶν τὸ σοφώτερον γίγνεσθαι περὶ ὃ μανθάνει τις;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφίᾳ δέ γʼ οἶμαι σοφοὶ οἱ σοφοί.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="145e"/><label>ΣΩ.</label> τοῦτο δὲ μῶν διαφέρει τι ἐπιστήμης;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ σοφία. ἢ οὐχ ἅπερ ἐπιστήμονες ταῦτα καὶ σοφοί;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταὐτὸν ἄρα ἐπιστήμη καὶ σοφία;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="146"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτʼ αὐτὸ τοίνυν ἐστὶν ὃ ἀπορῶ καὶ οὐ δύναμαι λαβεῖν ἱκανῶς παρʼ ἐμαυτῷ, ἐπιστήμη ὅτι ποτὲ τυγχάνει ὄν. <milestone n="146" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="146a"/> ἆρʼ οὖν δὴ ἔχομεν λέγειν αὐτό; τί φατέ; τίς ἂν ἡμῶν πρῶτος εἴποι; ὁ δὲ ἁμαρτών, καὶ ὃς ἂν ἀεὶ ἁμαρτάνῃ, καθεδεῖται, ὥσπερ φασὶν οἱ παῖδες οἱ σφαιρίζοντες, ὄνος· ὃς δʼ ἂν περιγένηται ἀναμάρτητος, βασιλεύσει ἡμῶν καὶ ἐπιτάξει ὅτι ἂν βούληται ἀποκρίνεσθαι. τί σιγᾶτε; οὔ τί που, ὦ Θεόδωρε, ἐγὼ ὑπὸ φιλολογίας ἀγροικίζομαι, προθυμούμενος ἡμᾶς ποιῆσαι διαλέγεσθαι καὶ φίλους τε καὶ προσηγόρους ἀλλήλοις γίγνεσθαι;</said></p><p><said who="#Θεόδωρος"><milestone unit="section" resp="Stephanus" n="146b"/><label>ΘΕΟ.</label> ἥκιστα μέν, ὦ Σώκρατες, τὸ τοιοῦτον ἂν εἴη ἄγροικον, ἀλλὰ τῶν μειρακίων τι κέλευέ σοι ἀποκρίνεσθαι· ἐγὼ μὲν γὰρ ἀήθης τῆς τοιαύτης διαλέκτου, καὶ οὐδʼ αὖ συνεθίζεσθαι ἡλικίαν ἔχω. τοῖσδε δὲ πρέποι τε ἂν τοῦτο καὶ πολὺ πλέον ἐπιδιδοῖεν· τῷ γὰρ ὄντι ἡ νεότης εἰς πᾶν ἐπίδοσιν ἔχει. ἀλλʼ, ὥσπερ ἤρξω, μὴ ἀφίεσο τοῦ Θεαιτήτου ἀλλʼ ἐρώτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀκούεις δή, ὦ Θεαίτητε, ἃ λέγει Θεόδωρος, ᾧ 
         
         <milestone unit="section" resp="Stephanus" n="146c"/>
          ἀπειθεῖν, ὡς ἐγὼ οἶμαι, οὔτε σὺ ἐθελήσεις, οὔτε θέμις περὶ τὰ τοιαῦτα ἀνδρὶ σοφῷ ἐπιτάττοντι νεώτερον ἀπειθεῖν. ἀλλʼ εὖ καὶ γενναίως εἰπέ· τί σοι δοκεῖ εἶναι ἐπιστήμη;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ χρή, ὦ Σώκρατες, ἐπειδήπερ ὑμεῖς κελεύετε. πάντως γάρ, ἄν τι καὶ ἁμάρτω, ἐπανορθώσετε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν, ἄνπερ γε οἷοί τε ὦμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δοκεῖ τοίνυν μοι καὶ ἃ παρὰ Θεοδώρου ἄν τις μάθοι ἐπιστῆμαι εἶναι, γεωμετρία τε καὶ ἃς νυνδὴ σὺ διῆλθες,
         
         <milestone unit="section" resp="Stephanus" n="146d"/>
        καὶ αὖ σκυτοτομική τε καὶ αἱ τῶν ἄλλων δημιουργῶν τέχναι, πᾶσαί τε καὶ ἑκάστη τούτων, οὐκ ἄλλο τι ἢ ἐπιστήμη εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γενναίως γε καὶ φιλοδώρως, ὦ φίλε, ἓν αἰτηθεὶς πολλὰ δίδως καὶ ποικίλα ἀντὶ ἁπλοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς τί τοῦτο λέγεις, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως μὲν οὐδέν· ὃ μέντοι οἶμαι, φράσω. ὅταν λέγῃς σκυτικήν, μή τι ἄλλο φράζεις ἢ ἐπιστήμην ὑποδημάτων ἐργασίας;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="146e"/><label>ΣΩ.</label> τί δʼ ὅταν τεκτονικήν; μή τι ἄλλο ἢ ἐπιστήμην τῆς τῶν ξυλίνων σκευῶν ἐργασίας;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδὲ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐν ἀμφοῖν, οὗ ἑκατέρα ἐπιστήμη, τοῦτο ὁρίζεις;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δέ γʼ ἐρωτηθέν, ὦ Θεαίτητε, οὐ τοῦτο ἦν, τίνων ἡ ἐπιστήμη, οὐδὲ ὁπόσαι τινές· οὐ γὰρ ἀριθμῆσαι αὐτὰς βουλόμενοι ἠρόμεθα ἀλλὰ γνῶναι ἐπιστήμην αὐτὸ ὅτι ποτʼ ἐστίν. ἢ οὐδὲν λέγω;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν ὀρθῶς.</said></p></div></div></body></text></TEI>