<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="433"><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀλλὰ μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς τοίνυν. ὅταν γὰρ τοῦτο ἐνῇ, κἂν μὴ πάντα τὰ προσήκοντα ἔχῃ, λέξεταί γε τὸ πρᾶγμα, καλῶς ὅταν πάντα, κακῶς δὲ ὅταν ὀλίγα· λέγεσθαι δʼ οὖν, ὦ μακάριε, ἐῶμεν, ἵνα μὴ ὄφλωμεν ὥσπερ οἱ ἐν Αἰγίνῃ νύκτωρ περιιόντες ὀψὲ ὁδοῦ, καὶ ἡμεῖς ἐπὶ τὰ πράγματα δόξωμεν αὖ
<milestone n="433b" unit="section" resp="Stephanus"/>τῇ ἀληθείᾳ οὕτω πως ἐληλυθέναι ὀψιαίτερον τοῦ δέοντος, ἢ ζήτει τινὰ ἄλλην ὀνόματος ὀρθότητα, καὶ μὴ ὁμολόγει δήλωμα συλλαβαῖς καὶ γράμμασι πράγματος ὄνομα εἶναι. εἰ γὰρ ταῦτα ἀμφότερα ἐρεῖς, οὐχ οἷός τʼ ἔσῃ συμφωνεῖν σαυτῷ.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀλλά μοι δοκεῖς γε, ὦ Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω τίθεμαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ τοίνυν ταῦτα ἡμῖν συνδοκεῖ, μετὰ ταῦτα τάδε σκοπῶμεν· εἰ μέλλει φαμὲν καλῶς κεῖσθαι τὸ ὄνομα, τὰ προσήκοντα δεῖ αὐτὸ γράμματα ἔχειν;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ναί.
</said></p><p><said who="#Σωκράτης"><milestone n="433c" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> προσήκει δὲ τὰ ὅμοια τοῖς πράγμασιν;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ μὲν ἄρα καλῶς κείμενα οὕτω κεῖται· εἰ δὲ μή τι καλῶς ἐτέθη, τὸ μὲν ἂν πολὺ ἴσως ἐκ προσηκόντων εἴη γραμμάτων καὶ ὁμοίων, εἴπερ ἔσται εἰκών, ἔχοι δʼ ἄν τι καὶ οὐ προσῆκον, διʼ ὃ οὐκ ἂν καλὸν εἴη οὐδὲ καλῶς εἰργασμένον τὸ ὄνομα. οὕτω φαμὲν ἢ ἄλλως;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> οὐδὲν δεῖ οἶμαι διαμάχεσθαι, ὦ Σώκρατες· ἐπεὶ οὐκ ἀρέσκει γέ με τὸ φάναι ὄνομα μὲν εἶναι, μὴ μέντοι καλῶς γε κεῖσθαι.
</said></p><p><said who="#Σωκράτης"><milestone n="433d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> πότερον τοῦτο οὐκ ἀρέσκει σε, τὸ εἶναι τὸ ὄνομα δήλωμα τοῦ πράγματος;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τὸ εἶναι τῶν ὀνομάτων τὰ μὲν ἐκ προτέρων συγκείμενα, τὰ δὲ πρῶτα, οὐ καλῶς σοι δοκεῖ λέγεσθαι;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τὰ πρῶτα εἰ μέλλει δηλώματά τινων γίγνεσθαι, ἔχεις τινὰ καλλίω τρόπον τοῦ δηλώματα αὐτὰ γενέσθαι
<milestone n="433e" unit="section" resp="Stephanus"/>ἄλλον ἢ αὐτὰ ποιῆσαι ὅτι μάλιστα τοιαῦτα οἷα ἐκεῖνα ἃ δεῖ δηλοῦν αὐτά; ἢ ὅδε μᾶλλόν σε ἀρέσκει ὁ τρόπος ὃν Ἑρμογένης λέγει καὶ ἄλλοι πολλοί, τὸ συνθήματα εἶναι τὰ ὀνόματα καὶ δηλοῦν τοῖς συνθεμένοις προειδόσι δὲ τὰ πράγματα, καὶ εἶναι ταύτην ὀρθότητα ὀνόματος, συνθήκην, διαφέρειν δὲ οὐδὲν ἐάντε τις συνθῆται ὥσπερ νῦν σύγκειται, ἐάντε καὶ τοὐναντίον ἐπὶ μὲν ᾧ νῦν σμικρόν, μέγα καλεῖν, ἐπὶ δὲ ᾧ μέγα, σμικρόν; πότερός σε ὁ τρόπος ἀρέσκει;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="434"><p><said who="#Κρατύλος"><milestone n="434" unit="page" resp="Stephanus"/><milestone n="434a" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> ὅλῳ καὶ παντὶ διαφέρει, ὦ Σώκρατες, τὸ ὁμοιώματι δηλοῦν ὅτι ἄν τις δηλοῖ ἀλλὰ μὴ τῷ ἐπιτυχόντι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς λέγεις. οὐκοῦν εἴπερ ἔσται τὸ ὄνομα ὅμοιον τῷ πράγματι, ἀναγκαῖον πεφυκέναι τὰ στοιχεῖα ὅμοια τοῖς πράγμασιν, ἐξ ὧν τὰ πρῶτα ὀνόματά τις συνθήσει; ὧδε δὲ λέγω· ἆρά ποτʼ ἄν τις συνέθηκεν ὃ νυνδὴ ἐλέγομεν ζωγράφημα ὅμοιόν τῳ τῶν ὄντων, εἰ μὴ φύσει ὑπῆρχε
<milestone n="434b" unit="section" resp="Stephanus"/>φαρμακεῖα ὅμοια ὄντα, ἐξ ὧν συντίθεται τὰ ζωγραφούμενα, ἐκείνοις ἃ μιμεῖται ἡ γραφική· ἢ ἀδύνατον;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀδύνατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὡσαύτως καὶ ὀνόματα οὐκ ἄν ποτε ὅμοια γένοιτο οὐδενί, εἰ μὴ ὑπάρξει ἐκεῖνα πρῶτον ὁμοιότητά τινα ἔχοντα, ἐξ ὧν συντίθεται τὰ ὀνόματα, ἐκείνοις ὧν ἐστι τὰ ὀνόματα μιμήματα; ἔστι δέ, ἐξ ὧν συνθετέον, στοιχεῖα;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἤδη τοίνυν καὶ σὺ κοινώνῃ τοῦ λόγου οὗπερ ἄρτι
<milestone n="434c" unit="section" resp="Stephanus"/>Ἑρμογένης. φέρε, καλῶς σοι δοκοῦμεν λέγειν ὅτι τὸ ῥῶ τῇ φορᾷ καὶ κινήσει καὶ σκληρότητι προσέοικεν, ἢ οὐ καλῶς;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> καλῶς ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ λάβδα τῷ λείῳ καὶ μαλακῷ καὶ οἷς νυνδὴ ἐλέγομεν;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα οὖν ὅτι ἐπὶ τῷ αὐτῷ ἡμεῖς μέν φαμεν <q>σκληρότης,</q> Ἐρετριῆς δὲ <q>σκληροτήρ</q>;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν τό τε ῥῶ καὶ τὸ σῖγμα ἔοικεν ἀμφότερα τῷ αὐτῷ, καὶ δηλοῖ ἐκείνοις τε τὸ αὐτὸ τελευτῶντος τοῦ ῥῶ καὶ ἡμῖν τοῦ σῖγμα, ἢ τοῖς ἑτέροις ἡμῶν οὐ δηλοῖ;</said></p><p><said who="#Κρατύλος"><milestone n="434d" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> δηλοῖ μὲν οὖν ἀμφοτέροις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον ᾗ ὅμοια τυγχάνει ὄντα τὸ ῥῶ καὶ τὸ σῖγμα, ἢ ᾗ μή;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἧι ὅμοια.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ οὖν ὅμοιά ἐστι πανταχῇ;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πρός γε τὸ ἴσως φορὰν δηλοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ τὸ λάβδα ἐγκείμενον; οὐ τὸ ἐναντίον δηλοῖ σκληρότητος;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἴσως γὰρ οὐκ ὀρθῶς ἔγκειται, ὦ Σώκρατες· ὥσπερ καὶ ἃ νυνδὴ σὺ πρὸς Ἑρμογένη ἔλεγες ἐξαιρῶν τε καὶ ἐντιθεὶς γράμματα οὗ δέοι, καὶ ὀρθῶς ἐδόκεις ἔμοιγε. καὶ νῦν ἴσως ἀντὶ τοῦ λάβδα ῥῶ δεῖ λέγειν.
</said></p><p><said who="#Σωκράτης"><milestone n="434e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> εὖ λέγεις. τί οὖν; νῦν ὡς λέγομεν, οὐδὲν μανθάνομεν ἀλλήλων, ἐπειδάν τις φῇ <q>σκληρόν,</q> οὐδὲ οἶσθα σὺ νῦν ὅτι ἐγὼ λέγω;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἔγωγε, διά γε τὸ ἔθος, ὦ φίλτατε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔθος δὲ λέγων οἴει τι διάφορον λέγειν συνθήκης; ἢ ἄλλο τι λέγεις τὸ ἔθος ἢ ὅτι ἐγώ, ὅταν τοῦτο φθέγγωμαι, διανοοῦμαι ἐκεῖνο, σὺ δὲ γιγνώσκεις ὅτι ἐκεῖνο διανοοῦμαι; οὐ τοῦτο λέγεις;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="435"><p><said who="#Κρατύλος"><milestone n="435" unit="page" resp="Stephanus"/><milestone n="435a" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ γιγνώσκεις ἐμοῦ φθεγγομένου, δήλωμα σοι γίγνεται παρʼ ἐμοῦ;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ τοῦ ἀνομοίου γε ἢ ὃ διανοούμενος φθέγγομαι, εἴπερ τὸ λάβδα ἀνόμοιόν ἐστι τῇ ᾗ φῂς σὺ σκληρότητι· εἰ δὲ τοῦτο οὕτως ἔχει, τί ἄλλο ἢ αὐτὸς σαυτῷ συνέθου καί σοι γίγνεται ἡ ὀρθότης τοῦ ὀνόματος συνθήκη, ἐπειδή γε δηλοῖ καὶ τὰ ὅμοια καὶ τὰ ἀνόμοια γράμματα, ἔθους τε καὶ συνθήκης τυχόντα; εἰ δʼ ὅτι μάλιστα μή ἐστι τὸ ἔθος
<milestone n="435b" unit="section" resp="Stephanus"/>συνθήκη, οὐκ ἂν καλῶς ἔτι ἔχοι λέγειν τὴν ὁμοιότητα δήλωμα εἶναι, ἀλλὰ τὸ ἔθος· ἐκεῖνο γάρ, ὡς ἔοικε, καὶ ὁμοίῳ καὶ ἀνομοίῳ δηλοῖ. ἐπειδὴ δὲ ταῦτα συγχωροῦμεν, ὦ Κρατύλε—τὴν γὰρ σιγήν σου συγχώρησιν θήσω—ἀναγκαῖόν που καὶ συνθήκην τι καὶ ἔθος συμβάλλεσθαι πρὸς δήλωσιν ὧν διανοούμενοι λέγομεν· ἐπεί, ὦ βέλτιστε, εἰ ʼθέλεις ἐπὶ τὸν ἀριθμὸν ἐλθεῖν, πόθεν οἴει ἕξειν ὀνόματα ὅμοια ἑνὶ ἑκάστῳ τῶν ἀριθμῶν ἐπενεγκεῖν, ἐὰν μὴ ἐᾷς τι
<milestone n="435c" unit="section" resp="Stephanus"/>τὴν σὴν ὁμολογίαν καὶ συνθήκην κῦρος ἔχειν τῶν ὀνομάτων ὀρθότητος πέρι; ἐμοὶ μὲν οὖν καὶ αὐτῷ ἀρέσκει μὲν κατὰ τὸ δυνατὸν ὅμοια εἶναι τὰ ὀνόματα τοῖς πράγμασιν· ἀλλὰ μὴ ὡς ἀληθῶς, τὸ τοῦ Ἑρμογένους, γλίσχρα ᾖ ἡ ὁλκὴ αὕτη τῆς ὁμοιότητος, ἀναγκαῖον δὲ ᾖ καὶ τῷ φορτικῷ τούτῳ προσχρῆσθαι, τῇ συνθήκῃ, εἰς ὀνομάτων ὀρθότητα. ἐπεὶ ἴσως κατά γε τὸ δυνατὸν κάλλιστʼ ἂν λέγοιτο ὅταν ἢ πᾶσιν ἢ ὡς πλείστοις ὁμοίοις λέγηται, τοῦτο δʼ ἐστὶ προσήκουσιν,
<milestone n="435d" unit="section" resp="Stephanus"/>αἴσχιστα δὲ τοὐναντίον. τόδε δέ μοι ἔτι εἰπὲ μετὰ ταῦτα, τίνα ἡμῖν δύναμιν ἔχει τὰ ὀνόματα καὶ τί φῶμεν αὐτὰ καλὸν ἀπεργάζεσθαι;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> διδάσκειν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, καὶ τοῦτο πάνυ ἁπλοῦν εἶναι, ὃς ἂν τὰ ὀνόματα ἐπίστηται, ἐπίστασθαι καὶ τὰ πράγματα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως γάρ, ὦ Κρατύλε, τὸ τοιόνδε λέγεις, ὡς ἐπειδάν τις εἰδῇ τὸ ὄνομα οἷόν ἐστιν—ἔστι δὲ οἷόνπερ τὸ πρᾶγμα—
<milestone n="435e" unit="section" resp="Stephanus"/>εἴσεται δὴ καὶ τὸ πρᾶγμα, ἐπείπερ ὅμοιον τυγχάνει ὂν τῷ ὀνόματι, τέχνη δὲ μία ἄρʼ ἐστὶν ἡ αὐτὴ πάντων τῶν ἀλλήλοις ὁμοίων. κατὰ τοῦτο δή μοι δοκεῖς λέγειν ὡς ὃς ἂν τὰ ὀνόματα εἰδῇ εἴσεται καὶ τὰ πράγματα.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχε δή, ἴδωμεν τίς ποτʼ ἂν εἴη ὁ τρόπος οὗτος τῆς διδασκαλίας τῶν ὄντων ὃν σὺ λέγεις νῦν, καὶ πότερον ἔστι μὲν καὶ ἄλλος, οὗτος μέντοι βελτίων, ἢ οὐδʼ ἔστιν ἄλλος ἢ οὗτος. ποτέρως οἴει;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="436"><p><said who="#Κρατύλος"><milestone n="436" unit="page" resp="Stephanus"/><milestone n="436a" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> οὕτως ἔγωγε, οὐ πάνυ τι εἶναι ἄλλον, τοῦτον δὲ καὶ μόνον καὶ βέλτιστον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον δὲ καὶ εὕρεσιν τῶν ὄντων τὴν αὐτὴν ταύτην εἶναι, τὸν τὰ ὀνόματα εὑρόντα καὶ ἐκεῖνα ηὑρηκέναι ὧν ἐστι τὰ ὀνόματα· ἢ ζητεῖν μὲν καὶ εὑρίσκειν ἕτερον δεῖν τρόπον, μανθάνειν δὲ τοῦτον;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάντων μάλιστα καὶ ζητεῖν καὶ εὑρίσκειν τὸν αὐτὸν τρόπον τοῦτον κατὰ ταὐτά.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δὴ ἐννοήσωμεν, ὦ Κρατύλε, εἴ τις ζητῶν τὰ
<milestone n="436b" unit="section" resp="Stephanus"/>πράγματα ἀκολουθοῖ τοῖς ὀνόμασι, σκοπῶν οἷον ἕκαστον βούλεται εἶναι, ἆρʼ ἐννοεῖς ὅτι οὐ σμικρὸς κίνδυνός ἐστιν ἐξαπατηθῆναι;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δῆλον ὅτι ὁ θέμενος πρῶτος τὰ ὀνόματα, οἷα ἡγεῖτο εἶναι τὰ πράγματα, τοιαῦτα ἐτίθετο καὶ τὰ ὀνόματα, ὥς φαμεν. ἦ γάρ;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν ἐκεῖνος μὴ ὀρθῶς ἡγεῖτο, ἔθετο δὲ οἷα ἡγεῖτο, τί οἴει ἡμᾶς τοὺς ἀκολουθοῦντας αὐτῷ πείσεσθαι; ἄλλο τι ἢ ἐξαπατηθήσεσθαι;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀλλὰ μὴ οὐχ οὕτως ἔχει, ὦ Σώκρατες, ἀλλʼ ἀναγκαῖον
<milestone n="436c" unit="section" resp="Stephanus"/>ᾖ εἰδότα τίθεσθαι τὸν τιθέμενον τὰ ὀνόματα· εἰ δὲ μή, ὅπερ πάλαι ἐγὼ ἔλεγον, οὐδʼ ἂν ὀνόματα εἴη. μέγιστον δέ σοι ἔστω τεκμήριον ὅτι οὐκ ἔσφαλται τῆς ἀληθείας ὁ τιθέμενος· οὐ γὰρ ἄν ποτε οὕτω σύμφωνα ἦν αὐτῷ ἅπαντα. ἢ οὐκ ἐνενόεις αὐτὸς λέγων ὡς πάντα κατὰ ταὐτὸν καὶ ἐπὶ ταὐτὸν ἐγίγνετο τὰ ὀνόματα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τοῦτο μέν, ὠγαθὲ Κρατύλε, οὐδέν ἐστιν ἀπολόγημα. εἰ γὰρ τὸ πρῶτον σφαλεὶς ὁ τιθέμενος τἆλλα ἤδη
<milestone n="436d" unit="section" resp="Stephanus"/>πρὸς τοῦτʼ ἐβιάζετο καὶ αὑτῷ συμφωνεῖν ἠνάγκαζεν, οὐδὲν ἄτοπον, ὥσπερ τῶν διαγραμμάτων ἐνίοτε τοῦ πρώτου σμικροῦ καὶ ἀδήλου ψεύδους γενομένου, τὰ λοιπὰ πάμπολλα ἤδη ὄντα ἑπόμενα ὁμολογεῖν ἀλλήλοις. δεῖ δὴ περὶ τῆς ἀρχῆς παντὸς πράγματος παντὶ ἀνδρὶ τὸν πολὺν λόγον εἶναι καὶ τὴν πολλὴν σκέψιν εἴτε ὀρθῶς εἴτε μὴ ὑπόκειται· ἐκείνης δὲ ἐξετασθείσης ἱκανῶς, τὰ λοιπὰ φαίνεσθαι ἐκείνῃ ἑπόμενα. οὐ μέντοι ἀλλὰ
<milestone n="436e" unit="section" resp="Stephanus"/>θαυμάζοιμʼ ἂν εἰ καὶ τὰ ὀνόματα συμφωνεῖ αὐτὰ αὑτοῖς. πάλιν γὰρ ἐπισκεψώμεθα ἃ τὸ πρότερον διήλθομεν. ὡς τοῦ παντὸς ἰόντος τε καὶ φερομένου καὶ ῥέοντός φαμεν σημαίνειν ἡμῖν τὴν οὐσίαν τὰ ὀνόματα. ἄλλο τι οὕτω σοι δοκεῖ δηλοῦν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="437"><p><said who="#Κρατύλος"><milestone n="437" unit="page" resp="Stephanus"/><milestone n="437a" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> πάνυ σφόδρα, καὶ ὀρθῶς γε σημαίνει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκοπῶμεν δὴ ἐξ αὐτῶν ἀναλαβόντες πρῶτον μὲν τοῦτο τὸ ὄνομα, τὴν <q>ἐπιστήμην,</q> ὡς ἀμφίβολόν <del>ἐστι</del>, καὶ μᾶλλον ἔοικε σημαίνοντι ὅτι <term>ἵστησιν</term> ἡμῶν ἐπὶ τοῖς πράγμασι τὴν ψυχὴν ἢ ὅτι συμπεριφέρεται, καὶ ὀρθότερόν ἐστιν ὥσπερ νῦν αὐτοῦ τὴν ἀρχὴν λέγειν μᾶλλον ἢ ἐμβάλλοντας τὸ εἶ <q>ἑπεϊστήμην,</q> ἀλλὰ τὴν ἐμβολὴν ποιήσασθαι ἀντὶ τῆς ἐν τῷ εἶ ἐν τῷ ἰῶτα. ἔπειτα τὸ <q>βέβαιον,</q> ὅτι <term>βάσεώς</term> τινός ἐστιν καὶ στάσεως μίμημα ἀλλʼ οὐ φορᾶς.
<milestone n="437b" unit="section" resp="Stephanus"/>ἔπειτα ἡ <q>ἱστορία</q> αὐτό που σημαίνει ὅτι <term>ἵστησι</term> τὸν <term>ῥοῦν</term>. καὶ τὸ <q>πιστὸν</q> <term>ἱστὰν</term> παντάπασι σημαίνει. ἔπειτα δὲ ἡ <q>μνήμη</q> παντί που μηνύει ὅτι <term>μονή</term> ἐστιν ἐν τῇ ψυχῇ ἀλλʼ οὐ φορά. εἰ δὲ βούλει, ἡ <q>ἁμαρτία</q> καὶ ἡ <q>συμφορά,</q> εἰ κατὰ τὸ ὄνομά τις ἀκολουθήσει, φανεῖται ταὐτὸν τῇ <q>συνέσει</q> ταύτῃ καὶ <q>ἐπιστήμῃ</q> καὶ τοῖς ἄλλοις πᾶσι τοῖς περὶ τὰ σπουδαῖα ὀνόμασιν. ἔτι τοίνυν ἡ <q>ἀμαθία</q> καὶ ἡ <q>ἀκολασία</q> παραπλησία τούτοις φαίνεται· ἡ μὲν
<milestone n="437c" unit="section" resp="Stephanus"/>γὰρ τοῦ <term>ἅμα θεῷ ἰόντος</term> πορεία φαίνεται, ἡ <q>ἀμαθία,</q> ἡ δʼ <q>ἀκολασία</q> παντάπασιν <term>ἀκολουθία</term> τοῖς <term>πράγμασι</term> φαίνεται. καὶ οὕτως, ἃ νομίζομεν ἐπὶ τοῖς κακίστοις ὀνόματα εἶναι, ὁμοιότατʼ ἂν φαίνοιτο τοῖς ἐπὶ τοῖς καλλίστοις. οἶμαι δὲ καὶ ἄλλα πόλλʼ ἄν τις εὕροι εἰ πραγματεύοιτο, ἐξ ὧν οἰηθείη ἂν αὖ πάλιν τὸν τὰ ὀνόματα τιθέμενον οὐχὶ ἰόντα οὐδὲ φερόμενα ἀλλὰ μένοντα τὰ πράγματα σημαίνειν.</said></p><p><said who="#Κρατύλος"><milestone n="437d" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> ἀλλʼ, ὦ Σώκρατες, ὁρᾷς ὅτι τὰ πολλὰ ἐκείνως ἐσήμαινεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν τοῦτο, ὦ Κρατύλε; ὥσπερ ψήφους διαριθμησόμεθα τὰ ὀνόματα, καὶ ἐν τούτῳ ἔσται ἡ ὀρθότης; ὁπότερα ἂν πλείω φαίνηται τὰ ὀνόματα σημαίνοντα, ταῦτα δὴ ἔσται τἀληθῆ;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> οὔκουν εἰκός γε.</said></p></div></div></body></text></TEI>