<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="426"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἢ ὅτι ὑπὸ παλαιότητος ἀδύνατον αὐτὰ
<milestone n="426" unit="page" resp="Stephanus"/><milestone n="426a" unit="section" resp="Stephanus"/>ἐπισκέψασθαι, ὥσπερ καὶ τὰ βαρβαρικά; αὗται γὰρ ἂν πᾶσαι ἐκδύσεις εἶεν καὶ μάλα κομψαὶ τῷ μὴ ἐθέλοντι λόγον διδόναι περὶ τῶν πρώτων ὀνομάτων ὡς ὀρθῶς κεῖται. καίτοι ὅτῳ τις τρόπῳ τῶν πρώτων ὀνομάτων τὴν ὀρθότητα μὴ οἶδεν, ἀδύνατόν που τῶν γε ὑστέρων εἰδέναι, ἃ ἐξ ἐκείνων ἀνάγκη δηλοῦσθαι ὧν τις πέρι μηδὲν οἶδεν· ἀλλὰ δῆλον ὅτι τὸν φάσκοντα περὶ αὐτῶν τεχνικὸν εἶναι περὶ τῶν πρώτων
<milestone n="426b" unit="section" resp="Stephanus"/>ὀνομάτων μάλιστά τε καὶ καθαρώτατα δεῖ ἔχειν ἀποδεῖξαι, ἢ εὖ εἰδέναι ὅτι τά γε ὕστερα ἤδη φλυαρήσει. ἢ σοὶ ἄλλως δοκεῖ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐδʼ ὁπωστιοῦν, ὦ Σώκρατες, ἄλλως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἃ μὲν τοίνυν ἐγὼ ᾔσθημαι περὶ τῶν πρώτων ὀνομάτων πάνυ μοι δοκεῖ ὑβριστικὰ εἶναι καὶ γελοῖα. τούτων οὖν σοι μεταδώσω, ἂν βούλῃ· σὺ δʼ ἄν τι ἔχῃς βέλτιόν ποθεν λαβεῖν, πειρᾶσθαι καὶ ἐμοὶ μεταδιδόναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ποιήσω ταῦτα. ἀλλὰ θαρρῶν λέγε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="426c" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> πρῶτον μὲν τοίνυν τὸ ῥῶ ἔμοιγε φαίνεται ὥσπερ ὄργανον εἶναι πάσης τῆς κινήσεως, ἣν οὐδʼ εἴπομεν διʼ ὅτι ἔχει τοῦτο τοὔνομα· ἀλλὰ γὰρ δῆλον ὅτι <term>ἕσις</term> βούλεται εἶναι· οὐ γὰρ ἦτα ἐχρώμεθα ἀλλὰ εἶ τὸ παλαιόν. ἡ δὲ ἀρχὴ ἀπὸ τοῦ <q>κίειν</q> —ξενικὸν δὲ τοὔνομα—τοῦτο δʼ ἐστὶν ἰέναι. εἰ οὖν τις τὸ παλαιὸν αὐτῆς εὕροι ὄνομα εἰς τὴν ἡμετέραν φωνὴν συμβαῖνον, <q>ἕσις</q> ἂν ὀρθῶς καλοῖτο· νῦν δὲ ἀπό τε τοῦ ξενικοῦ τοῦ <term>κίειν</term> καὶ ἀπὸ τῆς τοῦ ἦτα μεταβολῆς καὶ τῆς τοῦ νῦ ἐνθέσεως <q>κίνησις</q> κέκληται, ἔδει
<milestone n="426d" unit="section" resp="Stephanus"/>δὲ <q>κιείνησιν</q> καλεῖσθαι <del>ἢ εἶσιν</del>. ἡ δὲ στάσις ἀπόφασις τοῦ ἰέναι βούλεται εἶναι, διὰ δὲ τὸν καλλωπισμὸν <q>στάσις</q> ὠνόμασται. τὸ δὲ οὖν ῥῶ τὸ στοιχεῖον, ὥσπερ λέγω, καλὸν ἔδοξεν ὄργανον εἶναι τῆς κινήσεως τῷ τὰ ὀνόματα τιθεμένῳ πρὸς τὸ ἀφομοιοῦν τῇ φορᾷ, πολλαχοῦ γοῦν χρῆται αὐτῷ εἰς αὐτήν· πρῶτον μὲν ἐν αὐτῷ τῷ <q>ῥεῖν</q> καὶ <q>ῥοῇ</q> διὰ τούτου τοῦ γράμματος τὴν φορὰν μιμεῖται, εἶτα ἐν τῷ
<milestone n="426e" unit="section" resp="Stephanus"/><q>τρόμῳ,</q> εἶτα ἐν τῷ <q>τρέχειν,</q> ἔτι δὲ ἐν τοῖς τοιοῖσδε ῥήμασιν οἷον <q>κρούειν,</q> <q>θραύειν,</q> <q>ἐρείκειν,</q> <q>θρύπτειν,</q> <q>κερματίζειν,</q> <q>ῥυμβεῖν,</q> πάντα ταῦτα τὸ πολὺ ἀπεικάζει διὰ τοῦ ῥῶ. ἑώ<add>ρα</add> γὰρ οἶμαι τὴν γλῶτταν ἐν τούτῳ ἥκιστα μένουσαν, μάλιστα δὲ σειομένην· διὸ φαίνεταί μοι τούτῳ πρὸς ταῦτα κατακεχρῆσθαι. τῷ δὲ αὖ ἰῶτα πρὸς τὰ λεπτὰ πάντα, ἃ δὴ μάλιστα διὰ πάντων ἴοι ἄν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="427"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> διὰ ταῦτα τὸ
<milestone n="427" unit="page" resp="Stephanus"/><milestone n="427a" unit="section" resp="Stephanus"/><q>ἰέναι</q> καὶ τὸ <q>ἵεσθαι</q> διὰ τοῦ ἰῶτα ἀπομιμεῖται, ὥσπερ γε διὰ τοῦ φεῖ καὶ τοῦ ψεῖ καὶ τοῦ σῖγμα καὶ τοῦ ζῆτα, ὅτι πνευματώδη τὰ γράμματα, πάντα τὰ τοιαῦτα μεμίμηται αὐτοῖς ὀνομάζων, οἷον τὸ <q>ψυχρὸν</q> καὶ τὸ <q>ζέον</q> καὶ τὸ <q>σείεσθαι</q> καὶ ὅλως σεισμόν. καὶ ὅταν που τὸ φυσῶδες μιμῆται, πανταχοῦ ἐνταῦθα ὡς τὸ πολὺ τὰ τοιαῦτα γράμματα ἐπιφέρειν φαίνεται ὁ τὰ ὀνόματα τιθέμενος. τῆς δʼ αὖ τοῦ δέλτα συμπιέσεως καὶ τοῦ ταῦ καὶ ἀπερείσεως τῆς γλώττης
<milestone n="427b" unit="section" resp="Stephanus"/>τὴν δύναμιν χρήσιμον φαίνεται ἡγήσασθαι πρὸς τὴν μίμησιν τοῦ <q>δεσμοῦ</q> καὶ τῆς <q>στάσεως.</q> ὅτι δὲ ὀλισθάνει μάλιστα ἐν τῷ λάβδα ἡ γλῶττα κατιδών, ἀφομοιῶν ὠνόμασε τά τε <q>λεῖα</q> καὶ αὐτὸ τὸ <q>ὀλισθάνειν</q> καὶ τὸ <q>λιπαρὸν</q> καὶ τὸ <q>κολλῶδες</q> καὶ τἆλλα πάντα τὰ τοιαῦτα. ᾗ δὲ ὀλισθανούσης τῆς γλώττης ἀντιλαμβάνεται ἡ τοῦ γάμμα δύναμις, τὸ <q>γλίσχρον</q> ἀπεμιμήσατο καὶ <q>γλυκὺ</q> καὶ <q>γλοιῶδες.</q>
<milestone n="427c" unit="section" resp="Stephanus"/>τοῦ δʼ αὖ νῦ τὸ εἴσω αἰσθόμενος τῆς φωνῆς, τὸ <q>ἔνδον</q> καὶ τὰ <q>ἐντὸς</q> ὠνόμασεν, ὡς ἀφομοιῶν τοῖς γράμμασι τὰ ἔργα. τὸ δʼ αὖ ἄλφα τῷ <q>μεγάλῳ</q> ἀπέδωκε, καὶ τῷ <q>μήκει</q> τὸ ἦτα, ὅτι μεγάλα τὰ γράμματα. εἰς δὲ τὸ <q>γογγύλον</q> τοῦ οὖ δεόμενος σημείου, τοῦτο πλεῖστον αὐτῷ εἰς τὸ ὄνομα ἐνεκέρασεν. καὶ τἆλλα οὕτω φαίνεται προσβιβάζειν καὶ κατὰ γράμματα καὶ κατὰ συλλαβὰς ἑκάστῳ τῶν ὄντων σημεῖόν τε καὶ ὄνομα ποιῶν ὁ νομοθέτης, ἐκ δὲ τούτων τὰ λοιπὰ ἤδη αὐτοῖς τούτοις συντιθέναι ἀπομιμούμενος. αὕτη
<milestone n="427d" unit="section" resp="Stephanus"/>μοι φαίνεται, ὦ Ἑρμόγενες, βούλεσθαι εἶναι ἡ τῶν ὀνομάτων ὀρθότης, εἰ μή τι ἄλλο Κρατύλος ὅδε λέγει.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ μήν, ὦ Σώκρατες, πολλά γέ μοι πολλάκις πράγματα παρέχει Κρατύλος, ὥσπερ κατʼ ἀρχὰς ἔλεγον, φάσκων μὲν εἶναι ὀρθότητα ὀνομάτων, ἥτις δʼ ἐστὶν οὐδὲν σαφὲς λέγων, ὥστε με μὴ δύνασθαι εἰδέναι πότερον ἑκὼν ἢ ἄκων οὕτως ἀσαφῶς ἑκάστοτε περὶ αὐτῶν λέγει. νῦν οὖν
<milestone n="427e" unit="section" resp="Stephanus"/>μοι, ὦ Κρατύλε, ἐναντίον Σωκράτους εἰπὲ πότερον ἀρέσκει σοι ᾗ λέγει Σωκράτης περὶ ὀνομάτων, ἢ ἔχεις πῃ ἄλλῃ κάλλιον λέγειν; καὶ εἰ ἔχεις, λέγε, ἵνα ἤτοι μάθῃς παρὰ Σωκράτους ἢ διδάξῃς ἡμᾶς ἀμφοτέρους.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> τί δέ, ὦ Ἑρμόγενες; δοκεῖ σοι ῥᾴδιον εἶναι οὕτω ταχὺ μαθεῖν τε καὶ διδάξαι ὁτιοῦν πρᾶγμα, μὴ ὅτι τοσοῦτον, ὃ δὴ δοκεῖ ἐν τοῖς <del>μεγίστοις</del> μέγιστον εἶναι;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="428"><p><said who="#Ἑρμογένης"><milestone n="428" unit="page" resp="Stephanus"/><milestone n="428a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> μὰ Δίʼ, οὐκ ἔμοιγε. ἀλλὰ τὸ τοῦ Ἡσιόδου καλῶς μοι φαίνεται ἔχειν, τὸ εἰ καί τις σμικρὸν ἐπὶ σμικρῷ καταθείη, προὔργου εἶναι. εἰ οὖν καὶ σμικρόν τι οἷός τʼ εἶ πλέον ποιῆσαι, μὴ ἀπόκαμνε ἀλλʼ εὐεργέτει καὶ Σωκράτη τόνδε—δίκαιος δʼ εἶ—καὶ ἐμέ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὲν δὴ ἔγωγε καὶ αὐτός, ὦ Κρατύλε, οὐδὲν ἂν ἰσχυρισαίμην ὧν εἴρηκα, ᾗ δέ μοι ἐφαίνετο μεθʼ Ἑρμογένους ἐπεσκεψάμην, ὥστε τούτου γε ἕνεκα θαρρῶν λέγε, εἴ τι
<milestone n="428b" unit="section" resp="Stephanus"/>ἔχεις βέλτιον, ὡς ἐμοῦ ἐνδεξομένου. εἰ μέντοι ἔχεις τι σὺ κάλλιον τούτων λέγειν, οὐκ ἂν θαυμάζοιμι· δοκεῖς γάρ μοι αὐτός τε ἐσκέφθαι τὰ τοιαῦτα καὶ παρʼ ἄλλων μεμαθηκέναι. ἐὰν οὖν λέγῃς τι κάλλιον, ἕνα τῶν μαθητῶν περὶ ὀρθότητος ὀνομάτων καὶ ἐμὲ γράφου.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀλλὰ μὲν δή, ὦ Σώκρατες, ὥσπερ σὺ λέγεις, μεμέληκέν τέ μοι περὶ αὐτῶν καὶ ἴσως ἄν σε ποιησαίμην
    <milestone n="428c" unit="section" resp="Stephanus"/>μαθητήν. φοβοῦμαι μέντοι μὴ τούτου πᾶν τοὐναντίον ᾖ, ὅτι μοί πως ἐπέρχεται λέγειν πρὸς σὲ τὸ τοῦ Ἀχιλλέως, ὃ ἐκεῖνος ἐν Λιταῖς πρὸς τὸν Αἴαντα λέγει. φησὶ δὲ<quote type="verse"><l met="dactylic">Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,</l><l>πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.</l></quote><bibl n="Hom. Il. 9.644">ηομ. ιλ. 9.644</bibl>καὶ ἐμοὶ σύ, ὦ Σώκρατες, ἐπιεικῶς φαίνῃ κατὰ νοῦν χρησμῳδεῖν, εἴτε παρʼ Εὐθύφρονος ἐπίπνους γενόμενος, εἴτε καὶ ἄλλη τις Μοῦσα πάλαι σε ἐνοῦσα ἐλελήθει.
</said></p><p><said who="#Σωκράτης"><milestone n="428d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ὠγαθὲ Κρατύλε, θαυμάζω καὶ αὐτὸς πάλαι τὴν ἐμαυτοῦ σοφίαν καὶ ἀπιστῶ. δοκεῖ οὖν μοι χρῆναι ἐπανασκέψασθαι τί καὶ λέγω. τὸ γὰρ ἐξαπατᾶσθαι αὐτὸν ὑφʼ αὑτοῦ πάντων χαλεπώτατον· ὅταν γὰρ μηδὲ σμικρὸν ἀποστατῇ ἀλλʼ ἀεὶ παρῇ ὁ ἐξαπατήσων, πῶς οὐ δεινόν; δεῖ δή, ὡς ἔοικε, θαμὰ μεταστρέφεσθαι ἐπὶ τὰ προειρημένα, καὶ πειρᾶσθαι, τὸ ἐκείνου τοῦ ποιητοῦ, βλέπειν <q>ἅμα πρόσσω καὶ ὀπίσσω.</q> καὶ δὴ καὶ νυνὶ ἡμεῖς ἴδωμεν τί ἡμῖν εἴρηται.
<milestone n="428e" unit="section" resp="Stephanus"/>ὀνόματος, φαμέν, ὀρθότης ἐστὶν αὕτη, ἥτις ἐνδείξεται οἷόν ἐστι τὸ πρᾶγμα· τοῦτο φῶμεν ἱκανῶς εἰρῆσθαι;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἐμοὶ μὲν δοκεῖ πάνυ σφόδρα, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διδασκαλίας ἄρα ἕνεκα τὰ ὀνόματα λέγεται;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν φῶμεν καὶ ταύτην τέχνην εἶναι καὶ δημιουργοὺς αὐτῆς;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνας;</said></p></div></div></body></text></TEI>