<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="413"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> μέχρι μὲν οὖν ἐνταῦθα, ὃ νυνδὴ ἐλέγομεν, παρὰ πολλῶν ὁμολογεῖται
<milestone n="413" unit="page" resp="Stephanus"/><milestone n="413a" unit="section" resp="Stephanus"/>τοῦτο εἶναι τὸ δίκαιον· ἐγὼ δέ, ὦ Ἑρμόγενες, ἅτε λιπαρὴς ὢν περὶ αὐτοῦ, ταῦτα μὲν πάντα διαπέπυσμαι ἐν ἀπορρήτοις, ὅτι τοῦτό ἐστι τὸ δίκαιον καὶ τὸ αἴτιον—διʼ ὃ γὰρ γίγνεται, τοῦτʼ ἔστι τὸ αἴτιον—καὶ <q>Δία</q> καλεῖν ἔφη τις τοῦτο ὀρθῶς ἔχειν διὰ ταῦτα. ἐπειδὰν δʼ ἠρέμα αὐτοὺς ἐπανερωτῶ ἀκούσας ταῦτα μηδὲν ἧττον· <q>τί οὖν ποτʼ ἔστιν, ὦ ἄριστε, δίκαιον, εἰ τοῦτο οὕτως ἔχει;</q> δοκῶ τε ἤδη μακρότερα τοῦ προσήκοντος ἐρωτᾶν καὶ ὑπὲρ τὰ ἐσκαμμένα
<milestone n="413b" unit="section" resp="Stephanus"/>ἅλλεσθαι. ἱκανῶς γάρ μέ φασι πεπύσθαι <del>ἀκηκοέναι</del> καὶ ἐπιχειροῦσιν, βουλόμενοι ἀποπιμπλάναι με, ἄλλος ἄλλα ἤδη λέγειν, καὶ οὐκέτι συμφωνοῦσιν. ὁ μὲν γὰρ τίς φησιν τοῦτο εἶναι δίκαιον, τὸν ἥλιον· τοῦτον γὰρ μόνον <term>διαϊόντα</term> καὶ <term>κάοντα</term> ἐπιτροπεύειν τὰ ὄντα. ἐπειδὰν οὖν τῳ λέγω αὐτὸ ἅσμενος ὡς καλόν τι ἀκηκοώς, καταγελᾷ μου οὗτος ἀκούσας καὶ ἐρωτᾷ εἰ οὐδὲν δίκαιον οἶμαι εἶναι ἐν τοῖς ἀνθρώποις ἐπειδὰν
<milestone n="413c" unit="section" resp="Stephanus"/>ὁ ἥλιος δύῃ. λιπαροῦντος οὖν ἐμοῦ ὅτι αὖ ἐκεῖνος λέγει αὐτό, τὸ πῦρ φησιν· τοῦτο δὲ οὐ ῥᾴδιόν ἐστιν εἰδέναι. ὁ δὲ οὐκ αὐτὸ τὸ πῦρ φησιν, ἀλλʼ αὐτὸ τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ ἐνόν. ὁ δὲ τούτων μὲν πάντων καταγελᾶν φησιν, εἶναι δὲ τὸ δίκαιον ὃ λέγει Ἀναξαγόρας, νοῦν εἶναι τοῦτο· αὐτοκράτορα γὰρ αὐτὸν ὄντα καὶ οὐδενὶ μεμειγμένον πάντα φησὶν αὐτὸν κοσμεῖν τὰ πράγματα διὰ πάντων ἰόντα. ἐνταῦθα δὴ ἐγώ, ὦ φίλε, πολὺ ἐν πλείονι ἀπορίᾳ εἰμὶ ἢ πρὶν ἐπιχειρῆσαι μανθάνειν
<milestone n="413d" unit="section" resp="Stephanus"/>περὶ τοῦ δικαίου ὅτι ποτʼ ἔστιν. ἀλλʼ οὖν οὗπερ ἕνεκα ἐσκοποῦμεν, τό γε ὄνομα τοῦτο φαίνεται αὐτῷ διὰ ταῦτα κεῖσθαι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνῃ μοι, ὦ Σώκρατες, ταῦτα μὲν ἀκηκοέναι του καὶ οὐκ αὐτοσχεδιάζειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τἆλλα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐ πάνυ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄκουε δή· ἴσως γὰρ ἄν σε καὶ τὰ ἐπίλοιπα ἐξαπατήσαιμι ὡς οὐκ ἀκηκοὼς λέγω. μετὰ γὰρ δικαιοσύνην τί ἡμῖν λείπεται; ἀνδρείαν οἶμαι οὔπω διήλθομεν. ἀδικία μὲν γὰρ
<milestone n="413e" unit="section" resp="Stephanus"/>δῆλον ὅτι ἐστὶν ὄντος ἐμπόδισμα τοῦ διαϊόντος, ἀνδρεία δὲ σημαίνει ὡς ἐν μάχῃ ἐπονομαζομένης τῆς ἀνδρείας—μάχην δʼ εἶναι ἐν τῷ ὄντι, εἴπερ ῥεῖ, οὐκ ἄλλο τι ἢ τὴν ἐναντίαν ῥοήν—ἐὰν οὖν τις ἐξέλῃ τὸ δέλτα τοῦ ὀνόματος τῆς ἀνδρείας, αὐτὸ μηνύει τὸ ἔργον τὸ ὄνομα ἡ <q>ἀνρεία.</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="414"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> δῆλον οὖν ὅτι οὐ πάσῃ ῥοῇ ἡ ἐναντία ῥοὴ ἀνδρεία ἐστίν, ἀλλὰ τῇ παρὰ
<milestone n="414" unit="page" resp="Stephanus"/><milestone n="414a" unit="section" resp="Stephanus"/>τὸ δίκαιον ῥεούσῃ· οὐ γὰρ ἂν ἐπῃνεῖτο ἡ ἀνδρεία. καὶ τὸ <q>ἄρρεν</q> καὶ ὁ <q>ἀνὴρ</q> ἐπὶ παραπλησίῳ τινὶ τούτῳ ἐστί, τῇ <term>ἄνῳ ῥοῇ</term>. <q>γυνὴ</q> δὲ <term>γονή</term> μοι φαίνεται βούλεσθαι εἶναι. τὸ δὲ <q>θῆλυ</q> ἀπὸ τῆς <term>θηλῆς</term> τι φαίνεται ἐπωνομάσθαι· ἡ δὲ <q>θηλὴ</q> ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι <term>τεθηλέναι</term> ποιεῖ ὥσπερ τὰ ἀρδόμενα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔοικέν γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν αὐτό γε τὸ <q>θάλλειν</q> τὴν αὔξην μοι δοκεῖ ἀπεικάζειν τὴν τῶν νέων, ὅτι ταχεῖα καὶ ἐξαιφνιδία γίγνεται.
<milestone n="414b" unit="section" resp="Stephanus"/>οἷόνπερ οὖν μεμίμηται τῷ ὀνόματι, συναρμόσας ἀπὸ τοῦ <term>θεῖν</term> καὶ <term>ἅλλεσθαι</term> τὸ ὄνομα. ἀλλʼ οὐ γὰρ ἐπισκοπεῖς με ὥσπερ ἐκτὸς δρόμου φερόμενον ἐπειδὰν λείου ἐπιλάβωμαι· ἐπίλοιπα δὲ ἡμῖν ἔτι συχνὰ τῶν δοκούντων σπουδαίων εἶναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧν γʼ ἔστιν ἓν καὶ <q>τέχνην</q> ἰδεῖν ὅτι ποτὲ βούλεται εἶναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦτό γε <term>ἕξιν νοῦ</term> σημαίνει, τὸ μὲν ταῦ
<milestone n="414c" unit="section" resp="Stephanus"/>ἀφελόντι, ἐμβαλόντι δὲ οὖ μεταξὺ τοῦ χεῖ καὶ τοῦ νῦ καὶ <add>τοῦ νῦ καὶ</add> τοῦ ἦτα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ μάλα γε γλίσχρως, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ μακάριε, οὐκ οἶσθʼ ὅτι τὰ πρῶτα ὀνόματα τεθέντα κατακέχωσται ἤδη ὑπὸ τῶν βουλομένων τραγῳδεῖν αὐτά, περιτιθέντων γράμματα καὶ ἐξαιρούντων εὐστομίας ἕνεκα καὶ πανταχῇ στρεφόντων, καὶ ὑπὸ καλλωπισμοῦ καὶ ὑπὸ χρόνου. ἐπεὶ ἐν τῷ <q>κατόπτρῳ</q> οὐ δοκεῖ <del>σοι</del> ἄτοπον εἶναι τὸ ἐμβεβλῆσθαι τὸ ῥῶ; ἀλλὰ τοιαῦτα οἶμαι ποιοῦσιν οἱ τῆς μὲν
<milestone n="414d" unit="section" resp="Stephanus"/>ἀληθείας οὐδὲν φροντίζοντες, τὸ δὲ στόμα πλάττοντες, ὥστʼ ἐπεμβάλλοντες πολλὰ ἐπὶ τὰ πρῶτα ὀνόματα τελευτῶντες ποιοῦσιν μηδʼ ἂν ἕνα ἀνθρώπων συνεῖναι ὅτι ποτὲ βούλεται τὸ ὄνομα· ὥσπερ καὶ τὴν Σφίγγα ἀντὶ <q>φικὸς</q> <q>σφίγγα</q> καλοῦσιν, καὶ ἄλλα πολλά.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ταῦτα μὲν ἔστιν οὕτως, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δʼ αὖ τις ἐάσει καὶ ἐντιθέναι καὶ ἐξαιρεῖν ἅττʼ ἂν βούληταί τις εἰς τὰ ὀνόματα, πολλὴ εὐπορία ἔσται καὶ πᾶν ἂν παντί τις ὄνομα πράγματι προσαρμόσειεν.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="414e" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθῆ μέντοι. ἀλλὰ τὸ μέτριον οἶμαι δεῖ φυλάττειν καὶ τὸ εἰκὸς σὲ τὸν σοφὸν ἐπιστάτην.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> βουλοίμην ἄν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="415"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἐγώ σοι συμβούλομαι, ὦ Ἑρμόγενες. ἀλλὰ μὴ
    <milestone n="415" unit="page" resp="Stephanus"/><milestone n="415a" unit="section" resp="Stephanus"/>λίαν, ὦ δαιμόνιε, ἀκριβολογοῦ,<quote type="Verse"><q>μή μʼ ἀπογυιώσῃς μένεος.</q></quote><bibl n="Hom. Il. 6.265">ηομ. ιλ. 6.265</bibl>ἔρχομαι γὰρ ἐπὶ τὴν κορυφὴν ὧν εἴρηκα, ἐπειδὰν μετὰ τέχνην μηχανὴν ἐπισκεψώμεθα. <q>μηχανὴ</q> γάρ μοι δοκεῖ τοῦ <term>ἄνειν ἐπὶ πολὺ</term> σημεῖον εἶναι· τὸ γὰρ <q>μῆκός</q> πως τὸ <term>πολὺ</term> σημαίνει· ἐξ ἀμφοῖν οὖν τούτοιν σύγκειται, <q>μήκους</q> τε καὶ τοῦ <q>ἄνειν,</q> τὸ ὄνομα ἡ <q>μηχανή.</q> ἀλλʼ, ὅπερ νυνδὴ εἶπον, ἐπὶ τὴν κορυφὴν δεῖ τῶν εἰρημένων ἐλθεῖν· <q>ἀρετὴ</q> γὰρ καὶ <q>κακία</q> ὅτι βούλεται τὰ ὀνόματα
<milestone n="415b" unit="section" resp="Stephanus"/>ζητητέα. τὸ μὲν οὖν ἕτερον οὔπω καθορῶ, τὸ δʼ ἕτερον δοκεῖ μοι κατάδηλον εἶναι. συμφωνεῖ γὰρ τοῖς ἔμπροσθεν πᾶσιν. ἅτε γὰρ ἰόντων τῶν πραγμάτων, πᾶν τὸ <term>κακῶς ἰὸν</term> <q>κακία</q> ἂν εἴη· τοῦτο δὲ ὅταν ἐν ψυχῇ ᾖ, τὸ κακῶς ἰέναι ἐπὶ τὰ πράγματα, μάλιστα τὴν τοῦ ὅλου ἐπωνυμίαν ἔχει τῆς κακίας. τὸ δὲ κακῶς ἰέναι ὅτι ποτʼ ἔστιν, δοκεῖ μοι δηλοῦν καὶ ἐν τῇ <q>δειλίᾳ,</q> ὃ οὔπω διήλθομεν ἀλλʼ
<milestone n="415c" unit="section" resp="Stephanus"/>ὑπερέβημεν, δέον αὐτὸ μετὰ τὴν ἀνδρείαν σκέψασθαι· δοκοῦμεν δέ μοι καὶ ἄλλα πολλὰ ὑπερβεβηκέναι. ἡ δʼ οὖν δειλία τῆς ψυχῆς σημαίνει δεσμὸν εἶναι ἰσχυρόν· τὸ γὰρ <q>λίαν</q> ἰσχύς τίς ἐστιν. <term>δεσμὸς</term> οὖν ὁ <term>λίαν</term> καὶ ὁ μέγιστος τῆς ψυχῆς ἡ δειλία ἂν εἴη· ὥσπερ γε καὶ ἡ ἀπορία κακόν, καὶ πᾶν, ὡς ἔοικεν, ὅτι ἂν ἐμποδὼν ᾖ τῷ ἰέναι καὶ πορεύεσθαι. τοῦτʼ οὖν φαίνεται τὸ κακῶς ἰέναι δηλοῦν, τὸ ἰσχομένως τε καὶ ἐμποδιζομένως πορεύεσθαι, ὃ δὴ ψυχὴ ὅταν ἔχῃ, κακίᾳ μεστὴ γίγνεται. εἰ δʼ ἐπὶ τοιούτοις ἡ <q>κακία</q> ἐστὶν τοὔνομα, τοὐναντίον τούτου ἡ <q>ἀρετὴ</q> ἂν εἴη, σημαῖνον πρῶτον
<milestone n="415d" unit="section" resp="Stephanus"/>μὲν εὐπορίαν, ἔπειτα δὲ λελυμένην τὴν ῥοὴν τῆς ἀγαθῆς ψυχῆς εἶναι ἀεί, ὥστε τὸ <term>ἀσχέτως</term> καὶ τὸ <term>ἀκωλύτως ἀεὶ ῥέον</term> ἐπωνυμίαν εἴληφεν, ὡς ἔοικε, τοῦτο τοὔνομα, <add>ὃ</add> ὀρθῶς μὲν ἔχει <q>ἀειρείτην</q> καλεῖν, <del>ἴσως δὲ αἱρετὴν λέγει, ὡς οὔσης ταύτης τῆς ἕξεως αἱρετωτάτης,</del> συγκεκρότηται δὲ καὶ καλεῖται <q>ἀρετή.</q> καὶ ἴσως με αὖ φήσεις πλάττειν· ἐγὼ δέ φημι, εἴπερ ὃ ἔμπροσθεν εἶπον ὀρθῶς ἔχει, ἡ <q>κακία,</q>
<milestone n="415e" unit="section" resp="Stephanus"/>καὶ τοῦτο τὸ ὄνομα τὴν <q>ἀρετὴν</q> ὀρθῶς ἔχειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="416"><p><said who="#Ἑρμογένης"><milestone n="416" unit="page" resp="Stephanus"/><milestone n="416a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> τὸ δὲ δὴ <q>κακόν,</q> διʼ οὗ πολλὰ τῶν ἔμπροσθεν εἴρηκας, τί ἂν νοοῖ τοὔνομα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄτοπόν τι νὴ Δία ἔμοιγε δοκεῖ καὶ χαλεπὸν συμβαλεῖν. ἐπάγω οὖν καὶ τούτῳ ἐκείνην τὴν μηχανήν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ποίαν ταύτην;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν τοῦ βαρβαρικόν τι καὶ τοῦτο φάναι εἶναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ ἔοικάς γε ὀρθῶς λέγοντι. ἀλλʼ εἰ δοκεῖ, ταῦτα μὲν ἐῶμεν, τὸ δὲ <q>καλὸν</q> καὶ <del>τὸ</del> <q>αἰσχρὸν</q> πειρώμεθα ἰδεῖν πῇ εὐλόγως ἔχει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν τοίνυν <q>αἰσχρὸν</q> καὶ δὴ κατάδηλόν μοι
<milestone n="416b" unit="section" resp="Stephanus"/>φαίνεται ὃ νοεῖ· καὶ τοῦτο γὰρ τοῖς ἔμπροσθεν ὁμολογεῖται. τὸ γὰρ ἐμποδίζον καὶ ἴσχον τῆς ῥοῆς τὰ ὄντα λοιδορεῖν μοι φαίνεται διὰ παντὸς ὁ τὰ ὀνόματα τιθείς, καὶ νῦν τῷ <term>ἀεὶ ἴσχοντι τὸν ῥοῦν</term> τοῦτο τὸ ὄνομα ἔθετο <add>τὸ</add> <q>ἀεισχοροῦν</q>· νῦν δὲ συγκροτήσαντες <q>αἰσχρὸν</q> καλοῦσιν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δὲ τὸ <q>καλόν</q>;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο χαλεπώτερον κατανοῆσαι. καίτοι λέγει γε αὐτό· ἁρμονίᾳ μόνον καὶ μήκει τοῦ οὖ παρῆκται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῆς διανοίας τις ἔοικεν ἐπωνυμία εἶναι τοῦτο τὸ ὄνομα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς λέγεις;
</said></p><p><said who="#Σωκράτης"><milestone n="416c" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> φέρε, τί οἴει σὺ εἶναι τὸ αἴτιον κληθῆναι ἑκάστῳ τῶν ὄντων; ἆρʼ οὐκ ἐκεῖνο τὸ τὰ ὀνόματα θέμενον;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάντως που.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν διάνοια ἂν εἴη τοῦτο ἤτοι θεῶν ἢ ἀνθρώπων ἢ ἀμφότερα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ καλέσαν τὰ πράγματα καὶ τὸ καλοῦν ταὐτόν ἐστιν τοῦτο, διάνοια;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ὅσα μὲν ἂν νοῦς τε καὶ διάνοια ἐργάσηται, ταῦτά ἐστι τὰ ἐπαινετά, ἃ δὲ μή, ψεκτά;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="416d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τὸ οὖν ἰατρικὸν ἰατρικὰ ἐργάζεται καὶ τὸ τεκτονικὸν τεκτονικά; ἢ πῶς λέγεις;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὕτως ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸ καλοῦν ἄρα καλά;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δεῖ γέ τοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστι δέ γε τοῦτο, ὥς φαμεν, διάνοια;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς ἄρα φρονήσεως αὕτη ἡ ἐπωνυμία ἐστὶν τὸ <q>καλὸν</q> τῆς τὰ τοιαῦτα ἀπεργαζομένης, ἃ δὴ καλὰ φάσκοντες εἶναι ἀσπαζόμεθα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.
</said></p><p><said who="#Σωκράτης"><milestone n="416e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τί οὖν ἔτι ἡμῖν λοιπὸν τῶν τοιούτων;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="417"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ταῦτα τὰ περὶ τὸ ἀγαθόν τε καὶ καλόν, συμφέροντά
<milestone n="417" unit="page" resp="Stephanus"/><milestone n="417a" unit="section" resp="Stephanus"/>τε καὶ λυσιτελοῦντα καὶ ὠφέλιμα καὶ κερδαλέα καὶ τἀναντία τούτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μὲν <q>συμφέρον</q> ἤδη που κἂν σὺ εὕροις ἐκ τῶν πρότερον ἐπισκοπῶν· τῆς γὰρ ἐπιστήμης ἀδελφόν τι φαίνεται. οὐδὲν γὰρ ἄλλο δηλοῖ ἢ τὴν <term>ἅμα φορὰν</term> τῆς ψυχῆς μετὰ τῶν πραγμάτων, καὶ τὰ ὑπὸ τοῦ τοιούτου πραττόμενα <q>συμφέροντά</q> τε καὶ <q>σύμφορα</q> κεκλῆσθαι ἀπὸ τοῦ συμπεριφέρεσθαι ἔοικε, τὸ δέ γε <q>κερδαλέον</q> ἀπὸ τοῦ
<milestone n="417b" unit="section" resp="Stephanus"/>κέρδους. <q>κέρδος</q> δὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ ὃ βούλεται· τὸ γὰρ ἀγαθὸν κατʼ ἄλλον τρόπον ὀνομάζει. ὅτι γὰρ <term>κεράννυται</term> ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα· δέλτα <add>δʼ</add> ἐνθεὶς ἀντὶ τοῦ νῦ <q>κέρδος</q> ἐφθέγξατο.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label><q>Λυσιτελοῦν</q> δὲ τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔοικεν, ὦ Ἑρμόγενες, οὐχὶ καθάπερ οἱ κάπηλοι αὐτῷ χρῶνται, ἐὰν τὸ ἀνάλωμα ἀπολύῃ, οὐ ταύτῃ λέγειν
<milestone n="417c" unit="section" resp="Stephanus"/>μοι δοκεῖ τὸ <q>λυσιτελοῦν,</q> ἀλλʼ ὅτι τάχιστον ὂν τοῦ ὄντος ἵστασθαι οὐκ ἐᾷ τὰ πράγματα, οὐδὲ τέλος λαβοῦσαν τὴν φορὰν τοῦ φέρεσθαι στῆναί τε καὶ παύσασθαι, ἀλλʼ ἀεὶ λύει αὐτῆς ἄν τι ἐπιχειρῇ τέλος ἐγγίγνεσθαι, καὶ παρέχει ἄπαυστον καὶ ἀθάνατον αὐτήν, ταύτῃ μοι δοκεῖ ἐπιφημίσαι τὸ ἀγαθὸν λυσιτελοῦν· τὸ γὰρ τῆς φορᾶς <term>λύον</term> τὸ <term>τέλος</term> <q>λυσιτελοῦν</q> καλέσαι. <q>ὠφέλιμον</q> δὲ ξενικὸν τοὔνομα, ᾧ καὶ Ὅμηρος πολλαχοῦ κέχρηται, τῷ <q>ὀφέλλειν</q>· ἔστι δὲ τοῦτο τοῦ αὔξειν καὶ <sic>ποιεῖν</sic> ἐπωνυμία.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="417d" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> τὰ δὲ δὴ τούτων ἐναντία πῶς ἔχει ἡμῖν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅσα μὲν ἀπόφησιν αὐτῶν, ὥς γέ μοι δοκεῖ, οὐδὲν δεῖ ταῦτα διεξιέναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ποῖα ταῦτα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ἀσύμφορον</q> καὶ <q>ἀνωφελὲς</q> καὶ <q>ἀλυσιτελὲς</q> καὶ <q>ἀκερδές.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ <q>βλαβερόν</q> γε καὶ <q>ζημιῶδες.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸ μέν γε <q>βλαβερὸν</q> τὸ
<milestone n="417e" unit="section" resp="Stephanus"/><term>βλάπτον τὸν ῥοῦν</term> εἶναι λέγει· τὸ δὲ <q>βλάπτον</q> αὖ σημαίνει <term>βουλόμενον ἅπτειν</term>· τὸ δὲ <q>ἅπτειν</q> καὶ δεῖν ταὐτόν ἐστι, τοῦτο δὲ πανταχοῦ ψέγει. τὸ <term>βουλόμενον</term> οὖν <term>ἅπτειν ῥοῦν</term> ὀρθότατα μὲν ἂν εἴη <q>βουλαπτεροῦν,</q> καλλωπισθὲν δὲ καλεῖσθαί μοι φαίνεται <q>βλαβερόν.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ποικίλα γέ σοι, ὦ Σώκρατες, ἐκβαίνει τὰ ὀνόματα. καὶ γὰρ νῦν μοι ἔδοξας ὥσπερ τοῦ τῆς Ἀθηνάας νόμου προαύλιον στομαυλῆσαι, τοῦτο τὸ ὄνομα προειπὼν τὸ
<milestone n="418" unit="page" resp="Stephanus"/><milestone n="418a" unit="section" resp="Stephanus"/><q>βουλαπτεροῦν.</q></said></p></div></div></body></text></TEI>