<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="408"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τοῦτό γε ἔοικε περὶ λόγον τι εἶναι ὁ <q>Ἑρμῆς,</q> καὶ τὸ <term>ἑρμηνέα</term> εἶναι καὶ τὸ ἄγγελον καὶ τὸ
<milestone n="408" unit="page" resp="Stephanus"/><milestone n="408a" unit="section" resp="Stephanus"/>κλοπικόν τε καὶ τὸ ἀπατηλὸν ἐν λόγοις καὶ τὸ ἀγοραστικόν, περὶ λόγου δύναμίν ἐστιν πᾶσα αὕτη ἡ πραγματεία· ὅπερ οὖν καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν, τὸ <q>εἴρειν</q> λόγου χρεία ἐστί, τὸ δέ, οἷον καὶ Ὅμηρος πολλαχοῦ λέγει, <q>ἐμήσατό</q> φησιν, τοῦτο δὲ μηχανήσασθαί ἐστιν. ἐξ ἀμφοτέρων οὖν τούτων τὸν τὸ λέγειν τε καὶ τὸν λόγον μησάμενον—τὸ δὲ λέγειν δή ἐστιν <term>εἴρειν</term>—τοῦτον τὸν θεὸν ὡσπερεὶ ἐπιτάττει
<milestone n="408b" unit="section" resp="Stephanus"/>ἡμῖν ὁ νομοθέτης· <q>ὦ ἄνθρωποι, ὃς τὸ <term>εἴρειν ἐμήσατο</term>, δικαίως ἂν καλοῖτο ὑπὸ ὑμῶν <term>εἰρέμης</term></q>· νῦν δὲ ἡμεῖς, ὡς οἰόμεθα, καλλωπίζοντες τὸ ὄνομα <q>Ἑρμῆν</q> καλοῦμεν. <del>καὶ ἥ γε Ἶρις ἀπὸ τοῦ <term>εἴρειν</term> ἔοικεν κεκλημένη, ὅτι ἄγγελος ἦν.</del></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> νὴ τὸν Δία, εὖ ἄρα μοι δοκεῖ Κρατύλος λέγειν τὸ ἐμὲ μὴ εἶναι Ἑρμογένη· οὔκουν εὐμήχανός γέ εἰμι λόγου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τό γε τὸν Πᾶνα τοῦ Ἑρμοῦ εἶναι ὑὸν διφυῆ ἔχει τὸ εἰκός, ὦ ἑταῖρε.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="408c" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα ὅτι ὁ λόγος τὸ πᾶν σημαίνει καὶ κυκλεῖ καὶ πολεῖ ἀεί, καὶ ἔστι διπλοῦς, ἀληθής τε καὶ ψευδής.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μὲν ἀληθὲς αὐτοῦ λεῖον καὶ θεῖον καὶ ἄνω οἰκοῦν ἐν τοῖς θεοῖς, τὸ δὲ ψεῦδος κάτω ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων καὶ τραχὺ καὶ τραγικόν· ἐνταῦθα γὰρ πλεῖστοι οἱ μῦθοί τε καὶ τὰ ψεύδη ἐστίν, περὶ τὸν τραγικὸν βίον.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς ἄρʼ <add>ἂν</add> ὁ <term>πᾶν</term> μηνύων καὶ <term>ἀεὶ πολῶν</term>
<milestone n="408d" unit="section" resp="Stephanus"/><q>Πὰν αἰπόλος</q> εἴη, διφυὴς Ἑρμοῦ ὑός, τὰ μὲν ἄνωθεν λεῖος, τὰ δὲ κάτωθεν τραχὺς καὶ τραγοειδής. καὶ ἔστιν ἤτοι λόγος ἢ λόγου ἀδελφὸς ὁ Πάν, εἴπερ Ἑρμοῦ ὑός ἐστιν· ἀδελφῷ δὲ ἐοικέναι ἀδελφὸν οὐδὲν θαυμαστόν. ἀλλʼ ὅπερ ἐγὼ ἔλεγον, ὦ μακάριε, ἀπαλλαγῶμεν ἐκ τῶν θεῶν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τῶν γε τοιούτων, ὦ Σώκρατες, εἰ βούλει. περὶ τῶν τοιῶνδε δὲ τί σε κωλύει διελθεῖν, οἷον ἡλίου τε καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ αἰθέρος καὶ ἀέρος καὶ πυρὸς
<milestone n="408e" unit="section" resp="Stephanus"/>καὶ ὕδατος καὶ ὡρῶν καὶ ἐνιαυτοῦ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> συχνὰ μέν μοι προστάττεις, ὅμως δέ, εἴπερ σοι κεχαρισμένον ἔσται, ἐθέλω.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ μὴν χαριῇ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὴ οὖν πρῶτον βούλει; ἢ ὥσπερ εἶπες τὸν ἥλιον διέλθωμεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="409"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔοικε τοίνυν κατάδηλον γενόμενον ἂν μᾶλλον εἰ
<milestone n="409" unit="page" resp="Stephanus"/><milestone n="409a" unit="section" resp="Stephanus"/>τῷ Δωρικῷ τις ὀνόματι χρῷτο— <q>ἅλιον</q> γὰρ καλοῦσιν οἱ Δωριῆς— <q>ἅλιος</q> οὖν εἴη μὲν ἂν κατὰ τὸ <term>ἁλίζειν</term> εἰς ταὐτὸν τοὺς ἀνθρώπους ἐπειδὰν ἀνατείλῃ, εἴη δʼ ἂν καὶ τῷ περὶ τὴν γῆν ἀεὶ <term>εἱλεῖν ἰών</term>, ἐοίκοι δʼ ἂν καὶ ὅτι ποικίλλει ἰὼν τὰ γιγνόμενα ἐκ τῆς γῆς· τὸ δὲ ποικίλλειν καὶ <term>αἰολεῖν</term> ταὐτόν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δὲ ἡ <q>σελήνη</q>;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο δὲ τὸ ὄνομα φαίνεται τὸν Ἀναξαγόραν πιέζειν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔοικε δηλοῦντι παλαιότερον ὃ ἐκεῖνος νεωστὶ ἔλεγεν,
<milestone n="409b" unit="section" resp="Stephanus"/>ὅτι ἡ σελήνη ἀπὸ τοῦ ἡλίου ἔχει τὸ φῶς.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μέν που <q>σέλας</q> καὶ τὸ <q>φῶς</q> ταὐτόν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νέον δέ που καὶ ἕνον ἀεί ἐστι περὶ τὴν σελήνην τοῦτο τὸ φῶς, εἴπερ ἀληθῆ οἱ Ἀναξαγόρειοι λέγουσιν· κύκλῳ γάρ που ἀεὶ αὐτὴν περιιὼν νέον ἀεὶ ἐπιβάλλει, ἕνον δὲ ὑπάρχει τὸ τοῦ προτέρου μηνός.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>Σελαναίαν</q> δέ γε καλοῦσιν αὐτὴν πολλοί.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι δὲ <term>σέλας νέον</term> καὶ <term>ἕνον</term> ἔχει <term>ἀεί</term>, <q>Σελαενονεοάεια</q>
<milestone n="409c" unit="section" resp="Stephanus"/>μὲν δικαιότατʼ ἂν <del>τῶν</del> ὀνομάτων καλοῖτο, συγκεκροτημένον δὲ <q>Σελαναία</q> κέκληται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> διθυραμβῶδές γε τοῦτο τοὔνομα, ὦ Σώκρατες. ἀλλὰ τὸν μῆνα καὶ τὰ ἄστρα πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ μὲν <q>μεὶς</q> ἀπὸ τοῦ <term>μειοῦσθαι</term> εἴη ἂν <q>μείης</q> ὀρθῶς κεκλημένος, τὰ δʼ <q>ἄστρα</q> ἔοικε τῆς <term>ἀστραπῆς</term> ἐπωνυμίαν ἔχειν. ἡ δὲ <q>ἀστραπή,</q> ὅτι τὰ <term>ὦπα ἀναστρέφει</term>, <q>ἀναστρωπὴ</q> ἂν εἴη, νῦν δὲ <q>ἀστραπὴ</q> καλλωπισθεῖσα κέκληται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ;
</said></p><p><said who="#Σωκράτης"><milestone n="409d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τὸ <q>πῦρ</q> ἀπορῶ· καὶ κινδυνεύει ἤτοι ἡ τοῦ Εὐθύφρονός με μοῦσα ἐπιλελοιπέναι, ἢ τοῦτό τι παγχάλεπον εἶναι. σκέψαι οὖν ἣν εἰσάγω μηχανὴν ἐπὶ πάντα τὰ τοιαῦτα ἃ ἂν ἀπορῶ.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τίνα δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγώ σοι ἐρῶ. ἀπόκριναι γάρ μοι· ἔχοις ἂν εἰπεῖν πῦρ κατὰ τίνα τρόπον καλεῖται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκέψαι δὴ ὃ ἐγὼ ὑποπτεύω περὶ αὐτοῦ. ἐννοῶ γὰρ
<milestone n="409e" unit="section" resp="Stephanus"/>ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες παρὰ τῶν βαρβάρων εἰλήφασιν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί οὖν δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς εἰκότως κεῖται, ἀλλὰ μὴ κατʼ ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> εἰκότως γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="410"><p><said who="#Σωκράτης"><milestone n="410" unit="page" resp="Stephanus"/><milestone n="410a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ὅρα τοίνυν καὶ τοῦτο τὸ ὄνομα τὸ <q>πῦρ</q> μή τι βαρβαρικὸν ᾖ. τοῦτο γὰρ οὔτε ῥᾴδιον προσάψαι ἐστὶν Ἑλληνικῇ φωνῇ, φανεροί τʼ εἰσὶν οὕτως αὐτὸ καλοῦντες Φρύγες σμικρόν τι παρακλίνοντες· καὶ τό γε <q>ὕδωρ</q> καὶ τὰς <q>κύνας</q> καὶ ἄλλα πολλά.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ τοίνυν δεῖ ταῦτα προσβιάζεσθαι, ἐπεὶ ἔχοι γʼ ἄν τις εἰπεῖν περὶ αὐτῶν. τὸ μὲν οὖν πῦρ καὶ τὸ ὕδωρ ταύτῃ
<milestone n="410b" unit="section" resp="Stephanus"/>ἀπωθοῦμαι· ὁ δὲ δὴ ἀὴρ ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι <term>αἴρει</term> τὰ ἀπὸ τῆς γῆς, <q>ἀὴρ</q> κέκληται; ἢ ὅτι <term>ἀεὶ ῥεῖ</term>; ἢ ὅτι πνεῦμα ἐξ αὐτοῦ γίγνεται ῥέοντος; οἱ γὰρ ποιηταί που τὰ πνεύματα <q>ἀήτας</q> καλοῦσιν· ἴσως οὖν λέγει, ὥσπερ ἂν εἰ εἴποι <term>πνευματόρρουν</term>, <q>ἀητόρρουν</q> <del>ὅθεν δὴ βούλεται αὐτὸν οὕτως εἰπεῖν, ὅτι ἐστὶν ἀήρ</del>. τὸν δὲ αἰθέρα τῇδέ πῃ ὑπολαμβάνω, ὅτι <term>ἀεὶ θεῖ</term> περὶ τὸν <term>ἀέρα</term> ῥέων <q>ἀειθεὴρ</q> δικαίως ἂν καλοῖτο. γῆ δὲ μᾶλλον σημαίνει ὃ βούλεται ἐάν τις
<milestone n="410c" unit="section" resp="Stephanus"/><q>γαῖαν</q> ὀνομάσῃ· γαῖα γὰρ <term>γεννήτειρα</term> ἂν εἴη ὀρθῶς κεκλημένη, ὥς φησιν Ὅμηρος· τὸ γὰρ <q>γεγάασιν</q> γεγεννῆσθαι λέγει. εἶεν· τί οὖν ἡμῖν ἦν τὸ μετὰ τοῦτο;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὧραι, ὦ Σώκρατες, καὶ ἐνιαυτὸς καὶ ἔτος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αἱ μὲν δὴ ὧραι Ἀττικιστὶ ὡς τὸ παλαιὸν ῥητέον, εἴπερ βούλει τὸ εἰκὸς εἰδέναι· <term>ΗΟΡΑΙ</term> γάρ εἰσι διὰ τὸ ὁρίζειν χειμῶνάς τε καὶ θέρη καὶ πνεύματα καὶ τοὺς καρποὺς τοὺς ἐκ τῆς γῆς· ὁρίζουσαι δὲ δικαίως ἂν <q>ὅραι</q> καλοῖντο.
<milestone n="410d" unit="section" resp="Stephanus"/>ἐνιαυτὸς δὲ καὶ ἔτος κινδυνεύει ἕν τι εἶναι. τὸ γὰρ τὰ φυόμενα καὶ τὰ γιγνόμενα ἐν μέρει ἕκαστον προάγον εἰς φῶς καὶ αὐτὸ ἐν αὑτῷ ἐξετάζον, τοῦτο, ὥσπερ ἐν τοῖς πρόσθεν τὸ τοῦ Διὸς ὄνομα δίχα διῃρημένον οἱ μὲν Ζῆνα, οἱ δὲ Δία ἐκάλουν, οὕτω καὶ ἐνταῦθα οἱ μὲν <q>ἐνιαυτόν,</q> ὅτι <term>ἐν ἑαυτῷ</term>, οἱ δὲ <q>ἔτος,</q> ὅτι <term>ἐτάζει</term>· ὁ δὲ ὅλος λόγος ἐστὶν τὸ <q>ἐν ἑαυτῷ ἐτάζον</q> τοῦτο προσαγορεύεσθαι ἓν ὂν δίχα, ὥστε δύο ὀνόματα γεγονέναι, <q>ἐνιαυτόν</q> τε καὶ
<milestone n="410e" unit="section" resp="Stephanus"/><q>ἔτος,</q> ἐξ ἑνὸς λόγου.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀλλὰ δῆτα, ὦ Σώκρατες, πολὺ ἐπιδίδως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόρρω ἤδη οἶμαι φαίνομαι σοφίας ἐλαύνειν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τάχα μᾶλλον φήσεις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="411"><p><said who="#Ἑρμογένης"><milestone n="411" unit="page" resp="Stephanus"/><milestone n="411a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ἀλλὰ μετὰ τοῦτο τὸ εἶδος ἔγωγε ἡδέως ἂν θεασαίμην ταῦτα τὰ καλὰ ὀνόματα τίνι ποτὲ ὀρθότητι κεῖται, τὰ περὶ τὴν ἀρετήν, οἷον <q>φρόνησίς</q> τε καὶ <q>σύνεσις</q> καὶ <q>δικαιοσύνη</q> καὶ τἆλλα τὰ τοιαῦτα πάντα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγείρεις μέν, ὦ ἑταῖρε, οὐ φαῦλον γένος ὀνομάτων· ὅμως δὲ ἐπειδήπερ τὴν λεοντῆν ἐνδέδυκα, οὐκ ἀποδειλιατέον ἀλλʼ ἐπισκεπτέον, ὡς ἔοικε, φρόνησιν καὶ σύνεσιν καὶ γνώμην καὶ ἐπιστήμην καὶ τἆλλα δὴ ἃ φῂς πάντα ταῦτα τὰ
<milestone n="411b" unit="section" resp="Stephanus"/>καλὰ ὀνόματα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν οὐ δεῖ ἡμᾶς προαποστῆναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μήν, νὴ τὸν κύνα, δοκῶ γέ μοι οὐ κακῶς μαντεύεσθαι, ὃ καὶ νυνδὴ ἐνενόησα, ὅτι οἱ πάνυ παλαιοὶ ἄνθρωποι οἱ τιθέμενοι τὰ ὀνόματα παντὸς μᾶλλον, ὥσπερ καὶ τῶν νῦν οἱ πολλοὶ τῶν σοφῶν ὑπὸ τοῦ πυκνὰ περιστρέφεσθαι ζητοῦντες ὅπῃ ἔχει τὰ ὄντα εἰλιγγιῶσιν, κἄπειτα αὐτοῖς φαίνεται περιφέρεσθαι τὰ πράγματα καὶ πάντως
<milestone n="411c" unit="section" resp="Stephanus"/>φέρεσθαι. αἰτιῶνται δὴ οὐ τὸ ἔνδον τὸ παρὰ σφίσιν πάθος αἴτιον εἶναι ταύτης τῆς δόξης, ἀλλὰ αὐτὰ τὰ πράγματα οὕτω πεφυκέναι, οὐδὲν αὐτῶν μόνιμον εἶναι οὐδὲ βέβαιον, ἀλλὰ ῥεῖν καὶ φέρεσθαι καὶ μεστὰ εἶναι πάσης φορᾶς καὶ γενέσεως ἀεί. λέγω δὴ ἐννοήσας πρὸς πάντα τὰ νυνδὴ ὀνόματα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δὴ τοῦτο, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ κατενόησας ἴσως τὰ ἄρτι λεγόμενα ὅτι παντάπασιν ὡς φερομένοις τε καὶ ῥέουσι καὶ γιγνομένοις τοῖς πράγμασι τὰ ὀνόματα ἐπίκειται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐ πάνυ ἐνεθυμήθην.
</said></p><p><said who="#Σωκράτης"><milestone n="411d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> καὶ μὴν πρῶτον μὲν τοῦτο ὃ πρῶτον εἴπομεν παντάπασιν ὡς ἐπὶ τοιούτων ἐστίν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ <q>φρόνησις</q>· <term>φορᾶς</term> γάρ ἐστι καὶ <term>ῥοῦ νόησις</term>. εἴη δʼ ἂν καὶ <term>ὄνησιν</term> ὑπολαβεῖν <term>φορᾶς</term>· ἀλλʼ οὖν περί γε τὸ φέρεσθαί ἐστιν. εἰ δὲ βούλει, ἡ <q>γνώμη</q> παντάπασιν δηλοῖ <term>γονῆς</term> σκέψιν καὶ <term>νώμησιν</term>· τὸ γὰρ <q>νωμᾶν</q> καὶ τὸ <q>σκοπεῖν</q> ταὐτόν. εἰ δὲ βούλει, αὐτὸ ἡ <q>νόησις</q> τοῦ <term>νέου</term> ἐστὶν <term>ἕσις</term>, τὸ δὲ νέα εἶναι τὰ ὄντα σημαίνει
<milestone n="411e" unit="section" resp="Stephanus"/>γιγνόμενα ἀεὶ εἶναι· τούτου οὖν ἐφίεσθαι τὴν ψυχὴν μηνύει τὸ ὄνομα ὁ θέμενος τὴν <q>νεόεσιν.</q> οὐ γὰρ <q>νόησις</q> τὸ ἀρχαῖον ἐκαλεῖτο, ἀλλʼ ἀντὶ τοῦ ἦτα εἶ ἔδει λέγειν δύο, <q>νοέεσιν.</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="412"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><q>σωφροσύνη</q> δὲ <term>σωτηρία</term> οὗ νυνδὴ ἐσκέμμεθα,
<milestone n="412" unit="page" resp="Stephanus"/><milestone n="412a" unit="section" resp="Stephanus"/><term>φρονήσεως</term>. καὶ μὴν ἥ γε ἐπιστήμη μηνύει ὡς φερομένοις τοῖς πράγμασιν <term>ἑπομένης</term> τῆς ψυχῆς τῆς ἀξίας λόγου, καὶ οὔτε ἀπολειπομένης οὔτε προθεούσης· διὸ δὴ ἐμβάλλοντας δεῖ τὸ εἶ <q>ἑπεϊστήμην</q> αὐτὴν ὀνομάζειν. <q>σύνεσις</q> δʼ αὖ οὕτω μὲν δόξειεν ἂν ὥσπερ συλλογισμὸς εἶναι, ὅταν δὲ συνιέναι λέγῃ, ταὐτὸν παντάπασιν τῷ ἐπίστασθαι συμβαίνει λεγόμενον· συμπορεύεσθαι γὰρ λέγει
<milestone n="412b" unit="section" resp="Stephanus"/>τὴν ψυχὴν τοῖς πράγμασι τὸ <q>συνιέναι.</q> ἀλλὰ μὴν ἥ γε <q>σοφία</q> φορᾶς ἐφάπτεσθαι σημαίνει. σκοτωδέστερον δὲ τοῦτο καὶ ξενικώτερον· ἀλλὰ δεῖ ἐκ τῶν ποιητῶν ἀναμιμνῄσκεσθαι ὅτι πολλαχοῦ λέγουσιν περὶ ὅτου ἂν τύχωσιν τῶν ἀρχομένων ταχὺ προϊέναι <q>ἐσύθη</q> φασίν. Λακωνικῷ δὲ ἀνδρὶ τῶν εὐδοκίμων καὶ ὄνομα ἦν <q>Σοῦς</q>· τὴν γὰρ ταχεῖαν ὁρμὴν οἱ Λακεδαιμόνιοι τοῦτο καλοῦσιν. ταύτης οὖν τῆς φορᾶς <term>ἐπαφὴν</term> σημαίνει ἡ σοφία, ὡς φερομένων τῶν ὄντων.
<milestone n="412c" unit="section" resp="Stephanus"/>καὶ μὴν τό γε <q>ἀγαθόν,</q> τοῦτο τῆς φύσεως πάσης τῷ <term>ἀγαστῷ</term> βούλεται τὸ ὄνομα ἐπικεῖσθαι. ἐπειδὴ γὰρ πορεύεται τὰ ὄντα, ἔνι μὲν ἄρʼ αὐτοῖς τάχος, ἔνι δὲ βραδυτής. ἔστιν οὖν οὐ πᾶν τὸ ταχὺ ἀλλὰ τὶ αὐτοῦ ἀγαστόν. τοῦ <term>θοοῦ</term> δὴ τῷ <term>ἀγαστῷ</term> αὕτη ἡ ἐπωνυμία ἐστίν, <q>τἀγαθόν.</q><milestone ed="P" unit="para"/><q>δικαιοσύνη</q> δέ, ὅτι μὲν ἐπὶ τῇ τοῦ <term>δικαίου συνέσει</term> τοῦτο κεῖται τὸ ὄνομα, ῥᾴδιον συμβαλεῖν· αὐτὸ δὲ τὸ <q>δίκαιον</q> χαλεπόν. καὶ γὰρ δὴ καὶ ἔοικε μέχρι μέν του ὁμολογεῖσθαι
<milestone n="412d" unit="section" resp="Stephanus"/>παρὰ πολλῶν, ἔπειτα δὲ ἀμφισβητεῖσθαι. ὅσοι γὰρ ἡγοῦνται τὸ πᾶν εἶναι ἐν πορείᾳ, τὸ μὲν πολὺ αὐτοῦ ὑπολαμβάνουσιν τοιοῦτόν τι εἶναι οἷον οὐδὲν ἄλλο ἢ χωρεῖν, διὰ δὲ τούτου παντὸς εἶναί τι διεξιόν, διʼ οὗ πάντα τὰ γιγνόμενα γίγνεσθαι· εἶναι δὲ τάχιστον τοῦτο καὶ λεπτότατον. οὐ γὰρ ἂν δύνασθαι ἄλλως διὰ τοῦ ὄντος ἰέναι παντός, εἰ μὴ λεπτότατόν τε ἦν ὥστε αὐτὸ μηδὲν στέγειν, καὶ τάχιστον ὥστε χρῆσθαι ὥσπερ ἑστῶσι τοῖς ἄλλοις. ἐπεὶ δʼ οὖν ἐπιτροπεύει τὰ
<milestone n="412e" unit="section" resp="Stephanus"/>ἄλλα πάντα <term>διαϊόν</term>, τοῦτο τὸ ὄνομα ἐκλήθη ὀρθῶς <q>δίκαιον,</q> εὐστομίας ἕνεκα τὴν τοῦ κάππα δύναμιν προσλαβόν.</said></p></div></div></body></text></TEI>