<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="393"><p><said who="#Σωκράτης"><milestone n="393" unit="page" resp="Stephanus"/><milestone n="393a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ἀλλʼ ἆρα, ὠγαθέ, καὶ τῷ Ἕκτορι αὐτὸς ἔθετο τὸ ὄνομα Ὅμηρος;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι μοι δοκεῖ καὶ τοῦτο παραπλήσιόν τι εἶναι τῷ Ἀστυάνακτι, καὶ ἔοικεν Ἑλληνικοῖς ταῦτα <del>τὰ ὀνόματα</del>. ὁ γὰρ <q>ἄναξ</q> καὶ ὁ <q>Ἕκτωρ</q> σχεδόν τι ταὐτὸν σημαίνει, βασιλικὰ ἀμφότερα εἶναι τὰ ὀνόματα· οὗ γὰρ ἄν τις <q>ἄναξ</q> ᾖ, καὶ <q>Ἕκτωρ</q> δήπου ἐστὶν τούτου· δῆλον γὰρ ὅτι κρατεῖ
<milestone n="393b" unit="section" resp="Stephanus"/>τε αὐτοῦ καὶ κέκτηται καὶ <term>ἔχει</term> αὐτό. ἢ οὐδέν σοι δοκῶ λέγειν, ἀλλὰ λανθάνω καὶ ἐμαυτὸν οἰόμενός τινος ὥσπερ ἴχνους ἐφάπτεσθαι τῆς Ὁμήρου δόξης περὶ ὀνομάτων ὀρθότητος;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> μὰ Δίʼ οὐ σύ γε, ὡς ἐμοὶ δοκεῖς, ἀλλὰ ἴσως τοῦ ἐφάπτῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δίκαιόν γέ τοί ἐστιν, ὡς ἐμοὶ φαίνεται, τὸν λέοντος ἔκγονον λέοντα καλεῖν καὶ τὸν ἵππου ἔκγονον ἵππον. οὔ τι λέγω ἐὰν ὥσπερ τέρας γένηται ἐξ ἵππου ἄλλο τι ἢ ἵππος,
<milestone n="393c" unit="section" resp="Stephanus"/>ἀλλʼ οὗ ἂν ᾖ τοῦ γένους ἔκγονον τὴν φύσιν, τοῦτο λέγω· ἐὰν βοὸς ἔκγονον φύσει ἵππος παρὰ φύσιν τέκῃ μόσχον, οὐ πῶλον κλητέον ἀλλὰ μόσχον· οὐδʼ ἂν ἐξ ἀνθρώπου οἶμαι μὴ τὸ ἀνθρώπου ἔκγονον γένηται, <del>ἀλλʼ ὃ ἂν</del> τὸ ἔκγονον ἄνθρωπος κλητέος· καὶ τὰ δένδρα ὡσαύτως καὶ τἆλλα ἅπαντα· ἢ οὐ συνδοκεῖ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> συνδοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς λέγεις· φύλαττε γάρ με μή πῃ παρακρούσωμαί σε. κατὰ γὰρ τὸν αὐτὸν λόγον κἂν ἐκ βασιλέως γίγνηταί τι
<milestone n="393d" unit="section" resp="Stephanus"/>ἔκγονον, βασιλεὺς κλητέος· εἰ δὲ ἐν ἑτέραις συλλαβαῖς ἢ ἐν ἑτέραις τὸ αὐτὸ σημαίνει, οὐδὲν πρᾶγμα· οὐδʼ εἰ πρόσκειταί τι γράμμα ἢ ἀφῄρηται, οὐδὲν οὐδὲ τοῦτο, ἕως ἂν ἐγκρατὴς ᾖ ἡ οὐσία τοῦ πράγματος δηλουμένη ἐν τῷ ὀνόματι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲν ποικίλον, ἀλλʼ ὥσπερ τῶν στοιχείων οἶσθα ὅτι ὀνόματα λέγομεν ἀλλʼ οὐκ αὐτὰ τὰ στοιχεῖα, πλὴν τεττάρων, τοῦ Ε καὶ τοῦ Υ καὶ τοῦ Ο καὶ τοῦ Ω· τοῖς δʼ
<milestone n="393e" unit="section" resp="Stephanus"/>ἄλλοις φωνήεσί τε καὶ ἀφώνοις οἶσθα ὅτι περιτιθέντες ἄλλα γράμματα λέγομεν, ὀνόματα ποιοῦντες· ἀλλʼ ἕως ἂν αὐτοῦ δηλουμένην τὴν δύναμιν ἐντιθῶμεν, ὀρθῶς ἔχει ἐκεῖνο τὸ ὄνομα καλεῖν ὃ αὐτὸ ἡμῖν δηλώσει. οἷον τὸ <q>βῆτα</q>· ὁρᾷς ὅτι τοῦ ἦτα καὶ τοῦ ταῦ καὶ τοῦ ἄλφα προστεθέντων οὐδὲν ἐλύπησεν, ὥστε μὴ οὐχὶ τὴν ἐκείνου τοῦ στοιχείου φύσιν δηλῶσαι ὅλῳ τῷ ὀνόματι οὗ ἐβούλετο ὁ νομοθέτης· οὕτως ἠπιστήθη καλῶς θέσθαι τοῖς γράμμασι τὰ ὀνόματα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ μοι δοκεῖς λέγειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="394"><p><said who="#Σωκράτης"><milestone n="394" unit="page" resp="Stephanus"/><milestone n="394a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> οὐκοῦν καὶ περὶ βασιλέως ὁ αὐτὸς λόγος; ἔσται γάρ ποτε ἐκ βασιλέως βασιλεύς, καὶ ἐξ ἀγαθοῦ ἀγαθός, καὶ ἐκ καλοῦ καλός, καὶ τἆλλα πάντα οὕτως, ἐξ ἑκάστου γένους ἕτερον τοιοῦτον ἔκγονον, ἐὰν μὴ τέρας γίγνηται· κλητέον δὴ ταὐτὰ ὀνόματα. ποικίλλειν δὲ ἔξεστι ταῖς συλλαβαῖς, ὥστε δόξαι ἂν τῷ ἰδιωτικῶς ἔχοντι ἕτερα εἶναι ἀλλήλων τὰ αὐτὰ ὄντα· ὥσπερ ἡμῖν τὰ τῶν ἰατρῶν φάρμακα χρώμασιν καὶ ὀσμαῖς πεποικιλμένα ἄλλα φαίνεται τὰ αὐτὰ ὄντα, τῷ δέ γε
<milestone n="394b" unit="section" resp="Stephanus"/>ἰατρῷ, ἅτε τὴν δύναμιν τῶν φαρμάκων σκοπουμένῳ, τὰ αὐτὰ φαίνεται, καὶ οὐκ ἐκπλήττεται ὑπὸ τῶν προσόντων. οὕτω δὲ ἴσως καὶ ὁ ἐπιστάμενος περὶ ὀνομάτων τὴν δύναμιν αὐτῶν σκοπεῖ, καὶ οὐκ ἐκπλήττεται εἴ τι πρόσκειται γράμμα ἢ μετάκειται ἢ ἀφῄρηται, ἢ καὶ ἐν ἄλλοις παντάπασιν γράμμασίν ἐστιν ἡ τοῦ ὀνόματος δύναμις. ὥσπερ ὃ νυνδὴ ἐλέγομεν, <q>Ἀστυάναξ</q> τε καὶ <q>Ἕκτωρ</q> οὐδὲν τῶν αὐτῶν
<milestone n="394c" unit="section" resp="Stephanus"/>γραμμάτων ἔχει πλὴν τοῦ ταῦ, ἀλλʼ ὅμως ταὐτὸν σημαίνει. καὶ <q>Ἀρχέπολίς</q> γε τῶν μὲν γραμμάτων τί ἐπικοινωνεῖ; δηλοῖ δὲ ὅμως τὸ αὐτό· καὶ ἄλλα πολλά ἐστιν ἃ οὐδὲν ἀλλʼ ἢ βασιλέα σημαίνει· καὶ ἄλλα γε αὖ στρατηγόν, οἷον <q>Ἆγις</q> καὶ <q>Πολέμαρχος</q> καὶ <q>Εὐπόλεμος</q>. καὶ ἰατρικά γε ἕτερα, <q>Ἰατροκλῆς</q> καὶ <q>Ἀκεσίμβροτος</q>· καὶ ἕτερα ἂν ἴσως συχνὰ εὕροιμεν ταῖς μὲν συλλαβαῖς καὶ τοῖς γράμμασι διαφωνοῦντα, τῇ δὲ δυνάμει ταὐτὸν φθεγγόμενα. φαίνεται οὕτως ἢ οὔ;
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="394d" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῖς μὲν δὴ κατὰ φύσιν γιγνομένοις τὰ αὐτὰ ἀποδοτέον ὀνόματα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τοῖς παρὰ φύσιν, οἳ ἂν ἐν τέρατος εἴδει γένωνται; οἷον ὅταν ἐξ ἀνδρὸς ἀγαθοῦ καὶ θεοσεβοῦς ἀσεβὴς γένηται, ἆρʼ οὐχ ὥσπερ ἐν τοῖς ἔμπροσθεν, κἂν ἵππος βοὸς ἔκγονον τέκῃ, οὐ τοῦ τεκόντος δήπου ἔδει τὴν ἐπωνυμίαν ἔχειν, ἀλλὰ τοῦ γένους οὗ εἴη;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="394e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> καὶ τῷ ἐκ τοῦ εὐσεβοῦς ἄρα γενομένῳ ἀσεβεῖ τὸ τοῦ γένους ὄνομα ἀποδοτέον.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ <q>Θεόφιλον,</q> ὡς ἔοικεν, οὐδὲ <q>Μνησίθεον</q> οὐδὲ τῶν τοιούτων οὐδέν· ἀλλʼ ὅτι τἀναντία τούτοις σημαίνει, ἐάνπερ τῆς ὀρθότητος τυγχάνῃ τὰ ὀνόματα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> παντός γε μᾶλλον, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥσπερ γε καὶ ὁ <q>Ὀρέστης,</q> ὦ Ἑρμόγενες, κινδυνεύει ὀρθῶς ἔχειν, εἴτε τις τύχη ἔθετο αὐτῷ τὸ ὄνομα εἴτε καὶ ποιητής τις, τὸ θηριῶδες τῆς φύσεως καὶ τὸ ἄγριον αὐτοῦ καὶ τὸ <term>ὀρεινὸν</term> ἐνδεικνύμενος τῷ ὀνόματι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="395"><p><said who="#Ἑρμογένης"><milestone n="395" unit="page" resp="Stephanus"/><milestone n="395a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> φαίνεται οὕτως, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔοικεν δέ γε καὶ τῷ πατρὶ αὐτοῦ κατὰ φύσιν τὸ ὄνομα εἶναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κινδυνεύει γὰρ τοιοῦτός τις εἶναι ὁ <q>Ἀγαμέμνων,</q> οἷος ἃ δόξειεν αὐτῷ διαπονεῖσθαι καὶ καρτερεῖν τέλος ἐπιτιθεὶς τοῖς δόξασι διʼ ἀρετήν. σημεῖον δὲ αὐτοῦ ἡ ἐν Τροίᾳ μονὴ τοῦ πάθους τε καὶ καρτερίας. ὅτι οὖν <term>ἀγαστὸς</term> κατὰ
<milestone n="395b" unit="section" resp="Stephanus"/>τὴν <term>ἐπιμονὴν</term> οὗτος ὁ ἀνὴρ ἐνσημαίνει τὸ ὄνομα ὁ <q>Ἀγαμέμνων.</q> ἴσως δὲ καὶ ὁ <q>Ἀτρεὺς</q> ὀρθῶς ἔχει. ὅ τε γὰρ τοῦ Χρυσίππου αὐτῷ φόνος καὶ ἃ πρὸς τὸν Θυέστην ὡς ὠμὰ διεπράττετο, πάντα ταῦτα ζημιώδη καὶ <term>ἀτηρὰ</term> πρὸς ἀρετήν. ἡ οὖν τοῦ ὀνόματος ἐπωνυμία σμικρὸν παρακλίνει καὶ ἐπικεκάλυπται, ὥστε μὴ πᾶσι δηλοῦν τὴν φύσιν τοῦ ἀνδρός· τοῖς δʼ ἐπαΐουσι περὶ ὀνομάτων ἱκανῶς δηλοῖ ὃ βούλεται ὁ <q>Ἀτρεύς.</q> καὶ γὰρ κατὰ τὸ <term>ἀτειρὲς</term> καὶ
<milestone n="395c" unit="section" resp="Stephanus"/>κατὰ τὸ <term>ἄτρεστον</term> καὶ κατὰ τὸ <term>ἀτηρὸν</term> πανταχῇ ὀρθῶς αὐτῷ τὸ ὄνομα κεῖται. δοκεῖ δέ μοι καὶ τῷ Πέλοπι τὸ ὄνομα ἐμμέτρως κεῖσθαι· σημαίνει γὰρ τοῦτο τὸ ὄνομα τὸν τὰ ἐγγὺς ὁρῶντα <del>ἄξιον εἶναι ταύτης τῆς ἐπωνυμίας</del>.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷόν που καὶ κατʼ ἐκείνου λέγεται τοῦ ἀνδρὸς ἐν τῷ τοῦ Μυρτίλου φόνῳ οὐδὲν οἵου τε γενέσθαι προνοηθῆναι οὐδὲ προϊδεῖν τῶν πόρρω τῶν εἰς τὸ πᾶν γένος, ὅσης αὐτὸ
<milestone n="395d" unit="section" resp="Stephanus"/>δυστυχίας ἐνεπίμπλη, τὸ ἐγγὺς μόνον ὁρῶν καὶ τὸ παραχρῆμα—τοῦτο δʼ ἐστὶ <q>πέλας</q> —ἡνίκα προεθυμεῖτο λαβεῖν παντὶ τρόπῳ τὸν τῆς Ἱπποδαμείας γάμον. τῷ δὲ Ταντάλῳ καὶ πᾶς ἂν ἡγήσαιτο τοὔνομα ὀρθῶς καὶ κατὰ φύσιν τεθῆναι εἰ ἀληθῆ τὰ περὶ αὐτὸν λεγόμενα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τὰ ποῖα ταῦτα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἅ τέ που ἔτι ζῶντι δυστυχήματα ἐγένετο πολλὰ καὶ δεινά, ὧν καὶ τέλος ἡ πατρὶς αὐτοῦ ὅλη ἀνετράπετο, καὶ τελευτήσαντι ἐν Ἅιδου ἡ ὑπὲρ τῆς κεφαλῆς τοῦ λίθου
<milestone n="395e" unit="section" resp="Stephanus"/><term>ταλαντεία</term> θαυμαστὴ ὡς σύμφωνος τῷ ὀνόματι· καὶ ἀτεχνῶς ἔοικεν, ὥσπερ ἂν εἴ τις βουλόμενος <term>ταλάντατον</term> ὀνομάσαι ἀποκρυπτόμενος ὀνομάσειε καὶ εἴποι ἀντʼ ἐκείνου <q>Τάνταλον,</q> τοιοῦτόν τι καὶ τούτῳ τὸ ὄνομα ἔοικεν ἐκπορίσαι ἡ τύχη τῆς φήμης.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="396"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> φαίνεται δὲ καὶ τῷ πατρὶ αὐτοῦ λεγομένῳ τῷ Διὶ
<milestone n="396" unit="page" resp="Stephanus"/><milestone n="396a" unit="section" resp="Stephanus"/>παγκάλως τὸ ὄνομα κεῖσθαι· ἔστι δὲ οὐ ῥᾴδιον κατανοῆσαι. ἀτεχνῶς γάρ ἐστιν οἷον λόγος τὸ τοῦ Διὸς ὄνομα, διελόντες δὲ αὐτὸ διχῇ οἱ μὲν τῷ ἑτέρῳ μέρει, οἱ δὲ τῷ ἑτέρῳ χρώμεθα— οἱ μὲν γὰρ <q>Ζῆνα,</q> οἱ δὲ <q>Δία</q> καλοῦσιν—συντιθέμενα δʼ εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι. οὐ γὰρ ἔστιν ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ ζῆν ἢ ὁ ἄρχων τε καὶ βασιλεὺς τῶν πάντων. συμβαίνει οὖν ὀρθῶς
<milestone n="396b" unit="section" resp="Stephanus"/>ὀνομάζεσθαι οὗτος ὁ θεὸς εἶναι, <term>διʼ</term> ὃν <term>ζῆν</term> ἀεὶ πᾶσι τοῖς ζῶσιν ὑπάρχει· διείληπται δὲ δίχα, ὥσπερ λέγω, ἓν ὂν τὸ ὄνομα, τῷ <q>Διὶ</q> καὶ τῷ <q>Ζηνί.</q> τοῦτον δὲ Κρόνου ὑὸν ὑβριστικὸν μὲν ἄν τις δόξειεν εἶναι ἀκούσαντι ἐξαίφνης, εὔλογον δὲ μεγάλης τινὸς διανοίας ἔκγονον εἶναι τὸν Δία· <term>κόρον</term> γὰρ σημαίνει οὐ παῖδα, ἀλλὰ τὸ <term>καθαρὸν</term> αὐτοῦ καὶ <term>ἀκήρατον</term> τοῦ <term>νοῦ</term>. ἔστι δὲ οὗτος Οὐρανοῦ ὑός, ὡς λόγος· ἡ δὲ αὖ ἐς τὸ ἄνω ὄψις καλῶς ἔχει τοῦτο τὸ ὄνομα καλεῖσθαι,
<milestone n="396c" unit="section" resp="Stephanus"/><q>οὐρανία,</q> <term>ὁρῶσα τὰ ἄνω</term>, ὅθεν δὴ καί φασιν, ὦ Ἑρμόγενες, τὸν καθαρὸν νοῦν παραγίγνεσθαι οἱ μετεωρολόγοι, καὶ τῷ οὐρανῷ ὀρθῶς τὸ ὄνομα κεῖσθαι· εἰ δʼ ἐμεμνήμην τὴν Ἡσιόδου γενεαλογίαν, τίνας ἔτι τοὺς ἀνωτέρω προγόνους λέγει τούτων, οὐκ ἂν ἐπαυόμην διεξιὼν ὡς ὀρθῶς αὐτοῖς τὰ ὀνόματα κεῖται, ἕως ἀπεπειράθην τῆς σοφίας ταυτησὶ τί ποιήσει, εἰ ἄρα ἀπερεῖ ἢ οὔ, ἣ ἐμοὶ ἐξαίφνης νῦν οὑτωσὶ
<milestone n="396d" unit="section" resp="Stephanus"/>προσπέπτωκεν ἄρτι οὐκ οἶδʼ ὁπόθεν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ μὲν δή, ὦ Σώκρατες, ἀτεχνῶς γέ μοι δοκεῖς ὥσπερ οἱ ἐνθουσιῶντες ἐξαίφνης χρησμῳδεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ αἰτιῶμαί γε, ὦ Ἑρμόγενες, μάλιστα αὐτὴν ἀπὸ Εὐθύφρονος τοῦ Προσπαλτίου προσπεπτωκέναι μοι· ἕωθεν γὰρ πολλὰ αὐτῷ συνῆ καὶ παρεῖχον τὰ ὦτα. κινδυνεύει οὖν ἐνθουσιῶν οὐ μόνον τὰ ὦτά μου ἐμπλῆσαι τῆς δαιμονίας σοφίας, ἀλλὰ καὶ τῆς ψυχῆς ἐπειλῆφθαι. δοκεῖ οὖν μοι
<milestone n="396e" unit="section" resp="Stephanus"/>χρῆναι οὑτωσὶ ἡμᾶς ποιῆσαι· τὸ μὲν τήμερον εἶναι χρήσασθαι αὐτῇ καὶ τὰ λοιπὰ περὶ τῶν ὀνομάτων ἐπισκέψασθαι, αὔριον δέ, ἂν καὶ ὑμῖν συνδοκῇ, ἀποδιοπομπησόμεθά τε αὐτὴν καὶ καθαρούμεθα ἐξευρόντες ὅστις τὰ τοιαῦτα δεινὸς
<milestone n="397" unit="page" resp="Stephanus"/><milestone n="397a" unit="section" resp="Stephanus"/>καθαίρειν, εἴτε τῶν ἱερέων τις εἴτε τῶν σοφιστῶν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="397"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀλλʼ ἐγὼ μὲν συγχωρῶ· πάνυ γὰρ ἂν ἡδέως τὰ ἐπίλοιπα περὶ τῶν ὀνομάτων ἀκούσαιμι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ χρὴ οὕτω ποιεῖν. πόθεν οὖν βούλει ἀρξώμεθα διασκοποῦντες, ἐπειδήπερ εἰς τύπον τινὰ ἐμβεβήκαμεν, ἵνα εἰδῶμεν εἰ ἄρα ἡμῖν ἐπιμαρτυρήσει αὐτὰ τὰ ὀνόματα μὴ πάνυ ἀπὸ τοῦ αὐτομάτου οὕτως ἕκαστα κεῖσθαι, ἀλλʼ ἔχειν
<milestone n="397b" unit="section" resp="Stephanus"/>τινὰ ὀρθότητα; τὰ μὲν οὖν τῶν ἡρώων καὶ ἀνθρώπων λεγόμενα ὀνόματα ἴσως ἂν ἡμᾶς ἐξαπατήσειεν· πολλὰ μὲν γὰρ αὐτῶν κεῖται κατὰ προγόνων ἐπωνυμίας, οὐδὲν προσῆκον ἐνίοις, ὥσπερ κατʼ ἀρχὰς ἐλέγομεν, πολλὰ δὲ ὥσπερ εὐχόμενοι τίθενται, οἷον <q>Εὐτυχίδην</q> καὶ <q>Σωσίαν</q> καὶ <q>Θεόφιλον</q> καὶ ἄλλα πολλά. τὰ μὲν οὖν τοιαῦτα δοκεῖ μοι χρῆναι ἐᾶν· εἰκὸς δὲ μάλιστα ἡμᾶς εὑρεῖν τὰ ὀρθῶς κείμενα περὶ τὰ ἀεὶ ὄντα καὶ πεφυκότα. ἐσπουδάσθαι γὰρ ἐνταῦθα
<milestone n="397c" unit="section" resp="Stephanus"/>μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δʼ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐτέθη.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δοκεῖς μοι καλῶς λέγειν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι, σκοπουμένους πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ <q>θεοὶ</q> ὀρθῶς ἐκλήθησαν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω· φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους
<milestone n="397d" unit="section" resp="Stephanus"/><del>τοὺς θεοὺς</del> ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ <term>δαήμονες</term> <q>θεοὺς</q> αὐτοὺς ἐπονομάσαι· ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους πάντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν. ἔοικέ τι ὃ λέγω τῷ ἀληθεῖ ἢ οὐδέν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἂν μετὰ τοῦτο σκοποῖμεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δῆλον δὴ ὅτι <del>δαίμονάς τε καὶ ἥρωας καὶ ἀνθρώπους</del> δαίμονας.
</said></p><p><said who="#Σωκράτης"><milestone n="397e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> καὶ ὡς ἀληθῶς, ὦ Ἑρμόγενες, τί ἄν ποτε νοοῖ τὸ ὄνομα οἱ <q>δαίμονες</q>; σκέψαι ἄν τί σοι δόξω εἰπεῖν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα οὖν τίνας φησὶν Ἡσίοδος εἶναι τοὺς δαίμονας;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐκ ἐννοῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ ὅτι χρυσοῦν γένος τὸ πρῶτόν φησιν γενέσθαι τῶν ἀνθρώπων;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οἶδα τοῦτό γε.</said></p></div></div></body></text></TEI>