<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="388"><p><said who="#Ἑρμογένης"><milestone n="388" unit="page" resp="Stephanus"/><milestone n="388a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τρύπανον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ᾧ κερκίζειν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> κερκίς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ᾧ ὀνομάζειν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὄνομα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν ἐγὼ ἐροίμην <q>τί ἦν ὄργανον ἡ κερκίς;</q> οὐχ ᾧ κερκίζομεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.
</said></p><p><said who="#Σωκράτης"><milestone n="388b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐκ ἔχω λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ
<milestone n="388c" unit="section" resp="Stephanus"/>διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὑφαντικὸν δέ γε ἡ κερκίς;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δʼ ἐστὶν ὑφαντικῶς· διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δʼ ἐστὶ διδασκαλικῶς.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τῷ τοῦ τέκτονος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πᾶς δὲ τέκτων ἢ ὁ τὴν τέχνην ἔχων;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὁ τὴν τέχνην.
</said></p><p><said who="#Σωκράτης"><milestone n="388d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τῷ τοῦ χαλκέως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὁ τὴν τέχνην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν. τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐδὲ τοῦτʼ ἔχω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ τοῦτό γʼ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐχὶ ὁ νόμος δοκεῖ σοι <del>εἶναι</del> ὁ παραδιδοὺς αὐτά;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔοικεν.
</said></p><p><said who="#Σωκράτης"><milestone n="388e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δοκεῖ μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὁ τὴν τέχνην.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="389"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα παντὸς ἀνδρός, ὦ Ἑρμόγενες, ὄνομα θέσθαι
<milestone n="389" unit="page" resp="Stephanus"/><milestone n="389a" unit="section" resp="Stephanus"/><del>ἐστὶν</del> ἀλλά τινος ὀνοματουργοῦ· οὗτος δʼ ἐστίν, ὡς ἔοικεν, ὁ νομοθέτης, ὃς δὴ τῶν δημιουργῶν σπανιώτατος ἐν ἀνθρώποις γίγνεται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, ἐπίσκεψαι ποῖ βλέπων ὁ νομοθέτης τὰ ὀνόματα τίθεται· ἐκ τῶν ἔμπροσθεν δὲ ἀνάσκεψαι. ποῖ βλέπων ὁ τέκτων τὴν κερκίδα ποιεῖ; ἆρʼ οὐ πρὸς τοιοῦτόν τι ὃ ἐπεφύκει κερκίζειν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="389b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τί δέ; ἂν καταγῇ αὐτῷ ἡ κερκὶς ποιοῦντι, πότερον πάλιν ποιήσει ἄλλην πρὸς τὴν κατεαγυῖαν βλέπων, ἢ πρὸς ἐκεῖνο τὸ εἶδος πρὸς ὅπερ καὶ ἣν κατέαξεν ἐποίει;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πρὸς ἐκεῖνο, ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐκεῖνο δικαιότατʼ ἂν αὐτὸ ὃ ἔστιν κερκὶς καλέσαιμεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐπειδὰν δέῃ λεπτῷ ἱματίῳ ἢ παχεῖ ἢ λινῷ ἢ ἐρεῷ ἢ ὁποιῳοῦν τινι κερκίδα ποιεῖν, πάσας μὲν δεῖ τὸ τῆς κερκίδος ἔχειν εἶδος, οἵα δʼ ἑκάστῳ καλλίστη ἐπεφύκει,
<milestone n="389c" unit="section" resp="Stephanus"/>ταύτην ἀποδιδόναι τὴν φύσιν εἰς τὸ ἔργον ἕκαστον;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ περὶ τῶν ἄλλων δὴ ὀργάνων ὁ αὐτὸς τρόπος· τὸ φύσει ἑκάστῳ πεφυκὸς ὄργανον ἐξευρόντα δεῖ ἀποδοῦναι εἰς ἐκεῖνο ἐξ οὗ ἂν ποιῇ <del>τὸ ἔργον</del>, οὐχ οἷον ἂν αὐτὸς βουληθῇ, ἀλλʼ οἷον ἐπεφύκει. τὸ φύσει γὰρ ἑκάστῳ, ὡς ἔοικε, τρύπανον πεφυκὸς εἰς τὸν σίδηρον δεῖ ἐπίστασθαι τιθέναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὴν φύσει κερκίδα ἑκάστῳ πεφυκυῖαν εἰς ξύλον.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.
</said></p><p><said who="#Σωκράτης"><milestone n="389d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> φύσει γὰρ ἦν ἑκάστῳ εἴδει ὑφάσματος, ὡς ἔοικεν, ἑκάστη κερκίς, καὶ τἆλλα οὕτως.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν, ὦ βέλτιστε, καὶ τὸ ἑκάστῳ φύσει πεφυκὸς ὄνομα τὸν νομοθέτην ἐκεῖνον εἰς τοὺς φθόγγους καὶ τὰς συλλαβὰς δεῖ ἐπίστασθαι τιθέναι, καὶ βλέποντα πρὸς αὐτὸ ἐκεῖνο ὃ ἔστιν ὄνομα, πάντα τὰ ὀνόματα ποιεῖν τε καὶ τίθεσθαι, εἰ μέλλει κύριος εἶναι ὀνομάτων θέτης; εἰ δὲ μὴ εἰς τὰς αὐτὰς συλλαβὰς ἕκαστος ὁ νομοθέτης τίθησιν, οὐδὲν
<milestone n="389e" unit="section" resp="Stephanus"/>δεῖ τοῦτο ἀ<add>μφι</add>γνοεῖν· οὐδὲ γὰρ εἰς τὸν αὐτὸν σίδηρον ἅπας χαλκεὺς τίθησιν, τοῦ αὐτοῦ ἕνεκα ποιῶν τὸ αὐτὸ ὄργανον· ἀλλʼ ὅμως, ἕως ἂν τὴν αὐτὴν ἰδέαν ἀποδιδῷ, ἐάντε
<milestone n="390" unit="page" resp="Stephanus"/><milestone n="390a" unit="section" resp="Stephanus"/>ἐν ἄλλῳ σιδήρῳ, ὅμως ὀρθῶς ἔχει τὸ ὄργανον, ἐάντε ἐνθάδε ἐάντε ἐν βαρβάροις τις ποιῇ. ἦ γάρ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="390"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις, ἕως ἂν τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς, οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="390b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τίς οὖν ὁ γνωσόμενος εἰ τὸ προσῆκον εἶδος κερκίδος ἐν ὁποιῳοῦν ξύλῳ κεῖται; ὁ ποιήσας, ὁ τέκτων, ἢ ὁ χρησόμενος <del>ὁ</del> ὑφάντης;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> εἰκὸς μὲν μᾶλλον, ὦ Σώκρατες, τὸν χρησόμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν ὁ τῷ τοῦ λυροποιοῦ ἔργῳ χρησόμενος; ἆρʼ οὐχ οὗτος ὃς ἐπίσταιτο ἂν ἐργαζομένῳ κάλλιστα ἐπιστατεῖν καὶ εἰργασμένον γνοίη εἴτʼ εὖ εἴργασται εἴτε μή;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὁ κιθαριστής.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς δὲ ὁ τῷ τοῦ ναυπηγοῦ;
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="390c" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> κυβερνήτης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς δὲ τῷ τοῦ νομοθέτου ἔργῳ ἐπιστατήσειέ τʼ ἂν κάλλιστα καὶ εἰργασμένον κρίνειε καὶ ἐνθάδε καὶ ἐν τοῖς βαρβάροις; ἆρʼ οὐχ ὅσπερ χρήσεται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐχ ὁ ἐρωτᾶν ἐπιστάμενος οὗτός ἐστιν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δὲ αὐτὸς καὶ ἀποκρίνεσθαι;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν δὲ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ἐπιστάμενον ἄλλο τι σὺ καλεῖς ἢ διαλεκτικόν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὔκ, ἀλλὰ τοῦτο.
</said></p><p><said who="#Σωκράτης"><milestone n="390d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τέκτονος μὲν ἄρα ἔργον ἐστὶν ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος διαλεκτικὸν ἄνδρα, εἰ μέλλει καλῶς ὀνόματα θήσεσθαι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις, οὐδὲ φαύλων ἀνδρῶν οὐδὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ λέγει λέγων φύσει
<milestone n="390e" unit="section" resp="Stephanus"/>τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴς τε τὰ γράμματα καὶ τὰς συλλαβάς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="391"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐκ ἔχω, ὦ Σώκρατες, ὅπως χρὴ πρὸς ἃ λέγεις
<milestone n="391" unit="page" resp="Stephanus"/><milestone n="391a" unit="section" resp="Stephanus"/>ἐναντιοῦσθαι. ἴσως μέντοι οὐ ῥᾴδιόν ἐστιν οὕτως ἐξαίφνης πεισθῆναι, ἀλλὰ δοκῶ μοι ὧδε ἂν μᾶλλον πιθέσθαι σοι, εἴ μοι δείξειας ἥντινα φῂς εἶναι τὴν φύσει ὀρθότητα ὀνόματος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ μέν, ὦ μακάριε Ἑρμόγενες, οὐδεμίαν λέγω, ἀλλʼ ἐπελάθου γε ὧν ὀλίγον πρότερον ἔλεγον, ὅτι οὐκ εἰδείην ἀλλὰ σκεψοίμην μετὰ σοῦ. νῦν δὲ σκοπουμένοις ἡμῖν, ἐμοί τε καὶ σοί, τοσοῦτον μὲν ἤδη φαίνεται παρὰ τὰ πρότερα, φύσει τέ τινα ὀρθότητα ἔχον εἶναι τὸ ὄνομα καὶ οὐ
<milestone n="391b" unit="section" resp="Stephanus"/>παντὸς ἀνδρὸς ἐπίστασθαι <del>καλῶς</del> αὐτὸ πράγματι ὁτῳοῦν θέσθαι· ἢ οὔ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μετὰ τοῦτο χρὴ ζητεῖν, εἴπερ ἐπιθυμεῖς εἰδέναι, ἥτις ποτʼ αὖ ἐστιν αὐτοῦ ἡ ὀρθότης.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀλλὰ μὴν ἐπιθυμῶ γε εἰδέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει τοίνυν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς οὖν χρὴ σκοπεῖν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθοτάτη μὲν τῆς σκέψεως, ὦ ἑταῖρε, μετὰ τῶν ἐπισταμένων, χρήματα ἐκείνοις τελοῦντα καὶ χάριτας κατατιθέμενον. εἰσὶ δὲ οὗτοι οἱ σοφισταί, οἷσπερ καὶ ὁ ἀδελφός
<milestone n="391c" unit="section" resp="Stephanus"/>σου Καλλίας πολλὰ τελέσας χρήματα σοφὸς δοκεῖ εἶναι. ἐπειδὴ δὲ οὐκ ἐγκρατὴς εἶ τῶν πατρῴων, λιπαρεῖν χρὴ τὸν ἀδελφὸν καὶ δεῖσθαι αὐτοῦ διδάξαι σε τὴν ὀρθότητα περὶ τῶν τοιούτων ἣν ἔμαθεν παρὰ Πρωταγόρου.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἄτοπος μεντἂν εἴη μου, ὦ Σώκρατες, ἡ δέησις, εἰ τὴν μὲν ἀλήθειαν τὴν Πρωταγόρου ὅλως οὐκ ἀποδέχομαι, τὰ δὲ τῇ τοιαύτῃ ἀληθείᾳ ῥηθέντα ἀγαπῴην ὥς του ἄξια.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εἰ μὴ αὖ σε ταῦτα ἀρέσκει, παρʼ Ὁμήρου χρὴ
<milestone n="391d" unit="section" resp="Stephanus"/>μανθάνειν καὶ παρὰ τῶν ἄλλων ποιητῶν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ τί λέγει, ὦ Σώκρατες, Ὅμηρος περὶ ὀνομάτων, καὶ ποῦ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλαχοῦ· μέγιστα δὲ καὶ κάλλιστα ἐν οἷς διορίζει ἐπὶ τοῖς αὐτοῖς ἅ τε οἱ ἄνθρωποι ὀνόματα καλοῦσι καὶ οἱ θεοί. ἢ οὐκ οἴει αὐτὸν μέγα τι καὶ θαυμάσιον λέγειν ἐν τούτοις περὶ ὀνομάτων ὀρθότητος; δῆλον γὰρ δὴ ὅτι οἵ γε θεοὶ αὐτὰ καλοῦσιν πρὸς ὀρθότητα ἅπερ ἔστι φύσει ὀνόματα·
<milestone n="391e" unit="section" resp="Stephanus"/>ἢ σὺ οὐκ οἴει;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> εὖ οἶδα μὲν οὖν ἔγωγε, εἴπερ καλοῦσιν, ὅτι ὀρθῶς καλοῦσιν. ἀλλὰ ποῖα ταῦτα λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἶσθα ὅτι περὶ τοῦ ποταμοῦ τοῦ ἐν τῇ Τροίᾳ, ὃς ἐμονομάχει τῷ Ἡφαίστῳ, <q>ὃν Ξάνθον,</q> φησί, <q>καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον;</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="392"><p><said who="#Σωκράτης"><milestone n="392" unit="page" resp="Stephanus"/><milestone n="392a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τί οὖν δή; οὐκ οἴει τοῦτο σεμνόν τι εἶναι γνῶναι, ὅπῃ ποτὲ ὀρθῶς ἔχει ἐκεῖνον τὸν ποταμὸν Ξάνθον καλεῖν μᾶλλον ἢ Σκάμανδρον; εἰ δὲ βούλει, περὶ τῆς ὄρνιθος ἣν λέγει ὅτι—<quote type="verse"><l met="dactylic">χαλκίδα κικλῄσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν,</l></quote><bibl n="Hom. Il. 14.291">ηομ. ιλ. 14.291</bibl>φαῦλον ἡγῇ τὸ μάθημα ὅσῳ ὀρθότερόν ἐστι καλεῖσθαι χαλκὶς κυμίνδιδος τῷ αὐτῷ ὀρνέῳ; ἢ τὴν Βατίειάν τε καὶ Μυρίνην,
<milestone n="392b" unit="section" resp="Stephanus"/>καὶ ἄλλα πολλὰ καὶ τούτου τοῦ ποιητοῦ καὶ ἄλλων; ἀλλὰ ταῦτα μὲν ἴσως μείζω ἐστὶν ἢ κατʼ ἐμὲ καὶ σὲ ἐξευρεῖν· ὁ δὲ Σκαμάνδριός τε καὶ ὁ Ἀστυάναξ ἀνθρωπινώτερον διασκέψασθαι, ὡς ἐμοὶ δοκεῖ, καὶ ῥᾷον, ἅ φησιν ὀνόματα εἶναι τῷ τοῦ Ἕκτορος ὑεῖ, τίνα ποτὲ λέγει τὴν ὀρθότητα αὐτῶν. οἶσθα γὰρ δήπου ταῦτα τὰ ἔπη ἐν οἷς ἔνεστιν ἃ ἐγὼ λέγω.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν οἴει Ὅμηρον ὀρθότερον ἡγεῖσθαι τῶν ὀνομάτων κεῖσθαι τῷ παιδί, τὸν <q>Ἀστυάνακτα</q> ἢ τὸν <q>Σκαμάνδριον</q>;
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="392c" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> οὐκ ἔχω λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧδε δὴ σκόπει. εἴ τις ἔροιτό σε πότερον οἴει ὀρθότερον καλεῖν τὰ ὀνόματα τοὺς φρονιμωτέρους ἢ τοὺς ἀφρονεστέρους;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δῆλον δὴ ὅτι τοὺς φρονιμωτέρους, φαίην ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν αἱ γυναῖκες ἐν ταῖς πόλεσιν φρονιμώτεραί σοι δοκοῦσιν εἶναι ἢ οἱ ἄνδρες, ὡς τὸ ὅλον εἰπεῖν γένος;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οἱ ἄνδρες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οἶσθα ὅτι Ὅμηρος τὸ παιδίον τὸ τοῦ Ἕκτορος
<milestone n="392d" unit="section" resp="Stephanus"/>ὑπὸ τῶν Τρώων φησὶν καλεῖσθαι Ἀστυάνακτα, Σκαμάνδριον δὲ δῆλον ὅτι ὑπὸ τῶν γυναικῶν, ἐπειδὴ οἵ γε ἄνδρες αὐτὸν Ἀστυάνακτα ἐκάλουν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔοικέ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ Ὅμηρος τοὺς Τρῶας σοφωτέρους ἡγεῖτο ἢ τὰς γυναῖκας αὐτῶν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οἶμαι ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν <q>Ἀστυάνακτα</q> ἄρα ὀρθότερον ᾤετο κεῖσθαι τῷ παιδὶ ἢ τὸν <q>Σκαμάνδριον</q>;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκοπῶμεν δὴ διὰ τί ποτε. ἢ αὐτὸς ἡμῖν κάλλιστα ὑφηγεῖται τὸ διότι; φησὶν γάρ—
    <milestone n="392e" unit="section" resp="Stephanus"/><quote type="verse"><l met="dactylic">οἶος γάρ σφιν ἔρυτο πόλιν καὶ τείχεα μακρά.</l></quote><bibl n="Hom. Il. 22.507">ηομ. ιλ. 22.507</bibl>διὰ ταῦτα δή, ὡς ἔοικεν, ὀρθῶς ἔχει καλεῖν τὸν τοῦ σωτῆρος ὑὸν Ἀστυάνακτα τούτου ὃ ἔσῳζεν ὁ πατὴρ αὐτοῦ, ὥς φησιν Ὅμηρος.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεταί μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δή ποτε; οὐ γάρ πω οὐδʼ αὐτὸς ἔγωγε μανθάνω· ὦ Ἑρμόγενες, σὺ δὲ μανθάνεις;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p></div></div></body></text></TEI>