<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="97"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>πόρρω που, ἔφη, νὴ <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName> ἐμὲ εἶναι τοῦ οἴεσθαι περὶ τούτων του τὴν αἰτίαν
                            εἰδέναι, ὅς γε οὐκ ἀποδέχομαι ἐμαυτοῦ οὐδὲ ὡς ἐπειδὰν ἑνί τις προσθῇ ἕν,
                            ἢ τὸ ἓν ᾧ προσετέθη δύο γέγονεν, <add>ἢ τὸ προστεθέν</add>, ἢ τὸ
                            προστεθὲν καὶ ᾧ προσετέθη <milestone unit="page" resp="Stephanus" n="97"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="97a"/>
                    
                        
                        διὰ τὴν πρόσθεσιν τοῦ ἑτέρου τῷ ἑτέρῳ δύο ἐγένετο·  θαυμάζω γὰρ εἰ ὅτε μὲν
                            ἑκάτερον αὐτῶν χωρὶς ἀλλήλων ἦν, ἓν ἄρα ἑκάτερον ἦν καὶ οὐκ ἤστην τότε
                            δύο, ἐπεὶ δ’ ἐπλησίασαν ἀλλήλοις, αὕτη ἄρα αἰτία αὐτοῖς ἐγένετο τοῦ δύο
                            γενέσθαι, ἡ σύνοδος τοῦ πλησίον ἀλλήλων τεθῆναι. οὐδέ γε ὡς ἐάν τις ἓν
                            διασχίσῃ, δύναμαι ἔτι πείθεσθαι ὡς αὕτη αὖ αἰτία γέγονεν, ἡ σχίσις, τοῦ
                            δύο γεγονέναι·  ἐναντία γὰρ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="97b"/>
                    
                        
                        γίγνεται ἢ τότε αἰτία τοῦ δύο γίγνεσθαι. τότε μὲν γὰρ ὅτι συνήγετο
                            πλησίον ἀλλήλων καὶ προσετίθετο ἕτερον ἑτέρῳ, νῦν δ’ ὅτι ἀπάγεται καὶ
                            χωρίζεται ἕτερον ἀφ’ ἑτέρου. οὐδέ γε δι’  ὅτι ἓν γίγνεται ὡς ἐπίσταμαι,
                            ἔτι πείθω ἐμαυτόν, οὐδ’ ἄλλο οὐδὲν ἑνὶ λόγῳ δι’  ὅτι γίγνεται ἢ ἀπόλλυται
                            ἢ ἔστι, κατὰ τοῦτον τὸν τρόπον τῆς μεθόδου, ἀλλά τιν’ ἄλλον τρόπον αὐτὸς
                            εἰκῇ φύρω, τοῦτον δὲ οὐδαμῇ προσίεμαι. <milestone ed="P" unit="para"/>ἀλλ’ ἀκούσας μέν ποτε ἐκ βιβλίου τινός, ὡς ἔφη, <persName key="0006619:*)anacago/ras:person:masc:gen">Ἀναξαγόρου</persName>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="97c"/>
                    
                        
                        ἀναγιγνώσκοντος, καὶ λέγοντος ὡς ἄρα νοῦς ἐστιν ὁ διακοσμῶν τε καὶ πάντων
                            αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἥσθην τε καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸ
                            τὸν νοῦν εἶναι πάντων αἴτιον, καὶ ἡγησάμην, εἰ τοῦθ’ οὕτως ἔχει, τόν γε
                            νοῦν κοσμοῦντα πάντα κοσμεῖν καὶ ἕκαστον τιθέναι ταύτῃ ὅπῃ ἂν βέλτιστα
                            ἔχῃ·  εἰ οὖν τις βούλοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου ὅπῃ γίγνεται ἢ
                            ἀπόλλυται ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν, ὅπῃ βέλτιστον αὐτῷ ἐστιν
                            ἢ εἶναι ἢ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="97d"/>
                    
                        
                        ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν·  ἐκ δὲ δὴ τοῦ λόγου τούτου οὐδὲν ἄλλο
                            σκοπεῖν προσήκειν ἀνθρώπῳ καὶ περὶ αὐτοῦ ἐκείνου καὶ περὶ τῶν ἄλλων ἀλλ᾽
                            ἢ τὸ ἄριστον καὶ τὸ βέλτιστον. ἀναγκαῖον δὲ εἶναι τὸν αὐτὸν τοῦτον καὶ
                            τὸ χεῖρον εἰδέναι·  τὴν αὐτὴν γὰρ εἶναι ἐπιστήμην περὶ αὐτῶν. ταῦτα δὴ
                            λογιζόμενος ἅσμενος ηὑρηκέναι ᾤμην διδάσκαλον τῆς αἰτίας περὶ τῶν ὄντων
                            κατὰ νοῦν ἐμαυτῷ, τὸν <persName key="0006619:*)anacago/ras:person:masc:acc">Ἀναξαγόραν</persName>,
                            καί μοι φράσειν πρῶτον μὲν πότερον ἡ γῆ πλατεῖά ἐστιν ἢ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="97e"/>
                    
                        
                        στρογγύλη, ἐπειδὴ δὲ φράσειεν, ἐπεκδιηγήσεσθαι τὴν αἰτίαν καὶ τὴν
                            ἀνάγκην, λέγοντα τὸ ἄμεινον καὶ ὅτι αὐτὴν ἄμεινον ἦν τοιαύτην εἶναι·  καὶ
                            εἰ ἐν μέσῳ φαίη εἶναι αὐτήν, ἐπεκδιηγήσεσθαι ὡς ἄμεινον ἦν αὐτὴν ἐν μέσῳ
                            εἶναι·  καὶ εἴ μοι <milestone unit="page" resp="Stephanus" n="98"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="98a"/>
                    
                        
                        ταῦτα ἀποφαίνοι, παρεσκευάσμην ὡς οὐκέτι ποθεσόμενος αἰτίας ἄλλο εἶδος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="98"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                            καὶ δὴ καὶ περὶ ἡλίου οὕτω παρεσκευάσμην ὡσαύτως πευσόμενος, καὶ σελήνης
                            καὶ τῶν ἄλλων ἄστρων, τάχους τε πέρι πρὸς ἄλληλα καὶ τροπῶν καὶ τῶν
                            ἄλλων παθημάτων, πῇ ποτε ταῦτ’ ἄμεινόν ἐστιν ἕκαστον καὶ ποιεῖν καὶ
                            πάσχειν ἃ πάσχει. οὐ γὰρ ἄν ποτε αὐτὸν ᾤμην, φάσκοντά γε ὑπὸ νοῦ αὐτὰ
                            κεκοσμῆσθαι, ἄλλην τινὰ αὐτοῖς αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι βέλτιστον αὐτὰ
                            οὕτως ἔχειν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="98b"/>
                    
                        
                        ἐστὶν ὥσπερ ἔχει·  ἑκάστῳ οὖν αὐτῶν ἀποδιδόντα τὴν αἰτίαν καὶ κοινῇ πᾶσι
                            τὸ ἑκάστῳ βέλτιστον ᾤμην καὶ τὸ κοινὸν πᾶσιν ἐπεκδιηγήσεσθαι ἀγαθόν·  καὶ
                            οὐκ ἂν ἀπεδόμην πολλοῦ τὰς ἐλπίδας, ἀλλὰ πάνυ σπουδῇ λαβὼν τὰς βίβλους
                            ὡς τάχιστα οἷός τ’ ἦ ἀνεγίγνωσκον, ἵν’ ὡς τάχιστα εἰδείην τὸ βέλτιστον
                            καὶ τὸ χεῖρον. <milestone ed="P" unit="para"/>ἀπὸ δὴ θαυμαστῆς ἐλπίδος,
                            ὦ ἑταῖρε, ᾠχόμην φερόμενος, ἐπειδὴ προϊὼν καὶ ἀναγιγνώσκων ὁρῶ ἄνδρα τῷ
                            μὲν νῷ οὐδὲν χρώμενον οὐδέ τινας αἰτίας ἐπαιτιώμενον εἰς τὸ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="98c"/>
                    
                        
                        διακοσμεῖν τὰ πράγματα, ἀέρας δὲ καὶ αἰθέρας καὶ ὕδατα αἰτιώμενον καὶ
                            ἄλλα πολλὰ καὶ ἄτοπα. καί μοι ἔδοξεν ὁμοιότατον πεπονθέναι ὥσπερ ἂν εἴ
                            τις λέγων ὅτι <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> πάντα ὅσα πράττει νῷ πράττει, κἄπειτα
                            ἐπιχειρήσας λέγειν τὰς αἰτίας ἑκάστων ὧν πράττω, λέγοι πρῶτον μὲν ὅτι
                            διὰ ταῦτα νῦν ἐνθάδε κάθημαι, ὅτι σύγκειταί μου τὸ σῶμα ἐξ ὀστῶν καὶ
                            νεύρων, καὶ τὰ μὲν ὀστᾶ ἐστιν στερεὰ καὶ διαφυὰς ἔχει χωρὶς ἀπ’ ἀλλήλων,
                            τὰ δὲ νεῦρα οἷα ἐπιτείνεσθαι 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="98d"/>
                    
                        
                        καὶ ἀνίεσθαι, περιαμπέχοντα τὰ ὀστᾶ μετὰ τῶν σαρκῶν καὶ δέρματος ὃ
                            συνέχει αὐτά·  αἰωρουμένων οὖν τῶν ὀστῶν ἐν ταῖς αὑτῶν συμβολαῖς χαλῶντα
                            καὶ συντείνοντα τὰ νεῦρα κάμπτεσθαί που ποιεῖ οἷόν τ’ εἶναι ἐμὲ νῦν τὰ
                            μέλη, καὶ διὰ ταύτην τὴν αἰτίαν συγκαμφθεὶς ἐνθάδε κάθημαι·  καὶ αὖ περὶ
                            τοῦ διαλέγεσθαι ὑμῖν ἑτέρας τοιαύτας αἰτίας λέγοι, φωνάς τε καὶ ἀέρας
                            καὶ ἀκοὰς καὶ ἄλλα μυρία <milestone unit="section" resp="Stephanus" n="98e"/>τοιαῦτα
                            αἰτιώμενος, ἀμελήσας τὰς ὡς ἀληθῶς αἰτίας λέγειν, ὅτι, ἐπειδὴ <name type="ethnic" key="0360214:*)aqhnai=os:ethnic:masc/neut:dat 0017075:*)aqh/naios:group:masc:dat 0000001:*)aqh/naion:noclass:neut:dat 0000001:*)aqh/naia:noclass:neut:dat">Ἀθηναίοις</name> ἔδοξε βέλτιον εἶναι ἐμοῦ καταψηφίσασθαι, διὰ ταῦτα
                            δὴ καὶ ἐμοὶ βέλτιον αὖ δέδοκται ἐνθάδε καθῆσθαι, καὶ δικαιότερον
                            παραμένοντα ὑπέχειν τὴν δίκην ἣν ἂν κελεύσωσιν·  ἐπεὶ νὴ τὸν κύνα, ὡς
                            ἐγᾦμαι, πάλαι ἂν <milestone unit="page" resp="Stephanus" n="99"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="99a"/>
                    
                        
                        ταῦτα τὰ νεῦρα καὶ τὰ ὀστᾶ ἢ περὶ <placeName key="0042237:*me/gara:place:neut:nom/voc/acc">Μέγαρα</placeName> ἢ
                                <name type="ethnic" key="0047884:*boiwto/s:ethnic:masc:acc 0000470:*boiwto/s:group:masc:acc">Βοιωτοὺς</name> ἦν, ὑπὸ δόξης φερόμενα τοῦ βελτίστου, εἰ μὴ
                            δικαιότερον ᾤμην καὶ κάλλιον εἶναι πρὸ τοῦ φεύγειν τε καὶ ἀποδιδράσκειν
                            ὑπέχειν τῇ πόλει δίκην ἥντιν’ ἂν τάττῃ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="99"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> ἀλλ’ αἴτια μὲν τὰ τοιαῦτα καλεῖν
                            λίαν ἄτοπον·  εἰ δέ τις λέγοι ὅτι ἄνευ τοῦ τὰ τοιαῦτα ἔχειν καὶ ὀστᾶ καὶ
                            νεῦρα καὶ ὅσα ἄλλα ἔχω οὐκ ἂν οἷός τ’ ἦ ποιεῖν τὰ δόξαντά μοι, ἀληθῆ ἂν
                            λέγοι·  ὡς μέντοι διὰ ταῦτα ποιῶ ἃ ποιῶ, καὶ ταῦτα νῷ πράττων, ἀλλ’ οὐ
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="99b"/>
                    
                        
                        τῇ τοῦ βελτίστου αἱρέσει, πολλὴ ἂν καὶ μακρὰ ῥᾳθυμία εἴη τοῦ λόγου. τὸ
                            γὰρ μὴ διελέσθαι οἷόν τ’ εἶναι ὅτι ἄλλο μέν τί ἐστι τὸ αἴτιον τῷ ὄντι,
                            ἄλλο δὲ ἐκεῖνο ἄνευ οὗ τὸ αἴτιον οὐκ ἄν ποτ’ εἴη αἴτιον·  ὃ δή μοι
                            φαίνονται ψηλαφῶντες οἱ πολλοὶ ὥσπερ ἐν σκότει, ἀλλοτρίῳ ὀνόματι
                            προσχρώμενοι, ὡς αἴτιον αὐτὸ προσαγορεύειν. διὸ δὴ καὶ ὁ μέν τις δίνην
                            περιτιθεὶς τῇ γῇ ὑπὸ τοῦ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ
                            καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει·  
                    
                
                <milestone unit="section" resp="Stephanus" n="99c"/>
                    
                        
                        τὴν δὲ τοῦ ὡς οἷόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν οὕτω νῦν κεῖσθαι,
                            ταύτην οὔτε ζητοῦσιν οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν, ἀλλὰ
                            ἡγοῦνται τούτου <placeName key="0045658:*)/atlas:place:masc:acc 0005615:*)/atlas:person:masc:acc">Ἄτλαντα</placeName> ἄν ποτε ἰσχυρότερον καὶ ἀθανατώτερον καὶ μᾶλλον
                            ἅπαντα συνέχοντα ἐξευρεῖν, καὶ ὡς ἀληθῶς τὸ ἀγαθὸν καὶ δέον συνδεῖν καὶ
                            συνέχειν οὐδὲν οἴονται. ἐγὼ μὲν οὖν τῆς τοιαύτης αἰτίας ὅπῃ ποτὲ ἔχει
                            μαθητὴς ὁτουοῦν ἥδιστ’ ἂν γενοίμην·  ἐπειδὴ δὲ ταύτης ἐστερήθην καὶ οὔτ᾽
                            αὐτὸς εὑρεῖν οὔτε παρ’ ἄλλου μαθεῖν οἷός τε ἐγενόμην, τὸν δεύτερον
                                <milestone unit="section" resp="Stephanus" n="99d"/>πλοῦν ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν
                            ᾗ πεπραγμάτευμαι βούλει σοι, ἔφη, ἐπίδειξιν ποιήσωμαι, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>; <milestone ed="P" unit="para"/>ὑπερφυῶς μὲν οὖν, ἔφη, ὡς βούλομαι. <milestone ed="P" unit="para"/>ἔδοξε τοίνυν μοι, ἦ δ’ ὅς, μετὰ ταῦτα, ἐπειδὴ
                            ἀπειρήκη τὰ ὄντα σκοπῶν, δεῖν εὐλαβηθῆναι μὴ πάθοιμι ὅπερ οἱ τὸν ἥλιον
                            ἐκλείποντα θεωροῦντες καὶ σκοπούμενοι πάσχουσιν·  διαφθείρονται γάρ που
                            ἔνιοι τὰ ὄμματα, ἐὰν μὴ ἐν ὕδατι ἤ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="99e"/>
                    
                        
                        τινι τοιούτῳ σκοπῶνται τὴν εἰκόνα αὐτοῦ. τοιοῦτόν τι καὶ ἐγὼ διενοήθην,
                            καὶ ἔδεισα μὴ παντάπασι τὴν ψυχὴν τυφλωθείην βλέπων πρὸς τὰ πράγματα
                            τοῖς ὄμμασι καὶ ἑκάστῃ τῶν αἰσθήσεων ἐπιχειρῶν ἅπτεσθαι αὐτῶν. ἔδοξε δή
                            μοι χρῆναι εἰς τοὺς λόγους καταφυγόντα ἐν ἐκείνοις σκοπεῖν τῶν ὄντων τὴν
                            ἀλήθειαν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="100"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> ἴσως μὲν οὖν ᾧ εἰκάζω τρόπον <milestone unit="page" resp="Stephanus" n="100"/><milestone unit="section" resp="Stephanus" n="100a"/>
                    
                        
                        τινὰ οὐκ ἔοικεν·  οὐ γὰρ πάνυ συγχωρῶ τὸν ἐν <del status="unremarkable">τοῖς</del> λόγοις σκοπούμενον τὰ ὄντα ἐν εἰκόσι μᾶλλον σκοπεῖν ἢ
                            τὸν ἐν <del status="unremarkable">τοῖς</del> ἔργοις. ἀλλ’ οὖν δὴ ταύτῃ
                            γε ὥρμησα, καὶ ὑποθέμενος ἑκάστοτε λόγον ὃν ἂν κρίνω ἐρρωμενέστατον
                            εἶναι, ἃ μὲν ἄν μοι δοκῇ τούτῳ συμφωνεῖν τίθημι ὡς ἀληθῆ ὄντα, καὶ περὶ
                            αἰτίας καὶ περὶ τῶν ἄλλων ἁπάντων <del status="unremarkable">ὄντων</del>, ἃ δ’ ἂν μή, ὡς οὐκ ἀληθῆ. βούλομαι δέ σοι σαφέστερον
                            εἰπεῖν ἃ λέγω·  οἶμαι γάρ σε νῦν οὐ μανθάνειν. <milestone ed="P" unit="para"/>οὐ μὰ τὸν <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, οὐ
                            σφόδρα.
                    
                
                <milestone unit="section" resp="Stephanus" n="100b"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>ἀλλ᾽, ἦ δ’ ὅς, ὧδε λέγω, οὐδὲν καινόν,
                            ἀλλ’ ἅπερ ἀεί τε ἄλλοτε καὶ ἐν τῷ παρεληλυθότι λόγῳ οὐδὲν πέπαυμαι
                            λέγων. ἔρχομαι <del status="unremarkable">γὰρ</del> δὴ ἐπιχειρῶν σοι
                            ἐπιδείξασθαι τῆς αἰτίας τὸ εἶδος ὃ πεπραγμάτευμαι, καὶ εἶμι πάλιν ἐπ᾽
                            ἐκεῖνα τὰ πολυθρύλητα καὶ ἄρχομαι ἀπ’ ἐκείνων, ὑποθέμενος εἶναί τι καλὸν
                            αὐτὸ καθ’ αὑτὸ καὶ ἀγαθὸν καὶ μέγα καὶ τἆλλα πάντα·  ἃ εἴ μοι δίδως τε
                            καὶ συγχωρεῖς εἶναι ταῦτα, ἐλπίζω σοι ἐκ τούτων τὴν αἰτίαν ἐπιδείξειν
                            καὶ ἀνευρήσειν ὡς ἀθάνατον <del status="unremarkable">ἡ</del> ψυχή.
                                <milestone unit="section" resp="Stephanus" n="100c"/>
                            <milestone ed="P" unit="para"/>ἀλλὰ μήν, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ὡς διδόντος
                            σοι οὐκ ἂν φθάνοις περαίνων. <milestone ed="P" unit="para"/>σκόπει δή,
                            ἔφη, τὰ ἑξῆς ἐκείνοις ἐάν σοι συνδοκῇ ὥσπερ ἐμοί. φαίνεται γάρ μοι, εἴ
                            τί ἐστιν ἄλλο καλὸν πλὴν αὐτὸ τὸ καλόν, οὐδὲ δι’  ἓν ἄλλο καλὸν εἶναι ἢ
                            διότι μετέχει ἐκείνου τοῦ καλοῦ·  καὶ πάντα δὴ οὕτως λέγω. τῇ τοιᾷδε
                            αἰτίᾳ συγχωρεῖς; <milestone ed="P" unit="para"/>συγχωρῶ, ἔφη. <milestone ed="P" unit="para"/>οὐ τοίνυν, ἦ δ’ ὅς, ἔτι μανθάνω οὐδὲ δύναμαι τὰς
                            ἄλλας αἰτίας τὰς σοφὰς ταύτας γιγνώσκειν·  ἀλλ’ ἐάν τίς μοι λέγῃ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="100d"/>
                    
                        
                        δι’  ὅτι καλόν ἐστιν ὁτιοῦν, ἢ χρῶμα εὐανθὲς ἔχον ἢ σχῆμα ἢ ἄλλο ὁτιοῦν
                            τῶν τοιούτων, τὰ μὲν ἄλλα χαίρειν ἐῶ, — ταράττομαι γὰρ ἐν τοῖς ἄλλοις
                            πᾶσι — τοῦτο δὲ ἁπλῶς καὶ ἀτέχνως καὶ ἴσως εὐήθως ἔχω παρ’ ἐμαυτῷ, ὅτι
                            οὐκ ἄλλο τι ποιεῖ αὐτὸ καλὸν ἢ ἡ ἐκείνου τοῦ καλοῦ εἴτε παρουσία εἴτε
                            κοινωνία εἴτε ὅπῃ δὴ καὶ ὅπως <sic>προσγενομένη</sic>· οὐ γὰρ ἔτι τοῦτο
                            διισχυρίζομαι, ἀλλ’ ὅτι τῷ καλῷ πάντα τὰ καλὰ <del status="unremarkable">γίγνεται</del> καλά. τοῦτο γάρ μοι δοκεῖ ἀσφαλέστατον εἶναι καὶ
                            ἐμαυτῷ ἀποκρίνασθαι καὶ ἄλλῳ, καὶ τούτου ἐχόμενος 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="100e"/>
                    
                        
                        ἡγοῦμαι οὐκ ἄν ποτε πεσεῖν, ἀλλ’ ἀσφαλὲς εἶναι καὶ ἐμοὶ καὶ ὁτῳοῦν ἄλλῳ
                            ἀποκρίνασθαι ὅτι τῷ καλῷ τὰ καλὰ <del status="unremarkable">γίγνεται</del> καλά·  ἢ οὐ καὶ σοὶ δοκεῖ; <milestone ed="P" unit="para"/>δοκεῖ. <milestone ed="P" unit="para"/>καὶ μεγέθει ἄρα
                            τὰ μεγάλα μεγάλα καὶ τὰ μείζω μείζω, καὶ σμικρότητι τὰ ἐλάττω ἐλάττω;
                                <milestone ed="P" unit="para"/>ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="101"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>οὐδὲ σὺ ἄρ’ ἂν ἀποδέχοιο εἴ τίς τινα φαίη ἕτερον ἑτέρου τῇ κεφαλῇ
                            μείζω εἶναι, καὶ τὸν ἐλάττω τῷ αὐτῷ τούτῳ <milestone unit="page" resp="Stephanus" n="101"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="101a"/>
                    
                        
                        ἐλάττω, ἀλλὰ διαμαρτύροιο ἂν ὅτι σὺ μὲν οὐδὲν ἄλλο λέγεις ἢ ὅτι τὸ μεῖζον
                            πᾶν ἕτερον ἑτέρου οὐδενὶ ἄλλῳ μεῖζόν ἐστιν ἢ μεγέθει, καὶ διὰ τοῦτο
                            μεῖζον, διὰ τὸ μέγεθος, τὸ δὲ ἔλαττον οὐδενὶ ἄλλῳ ἔλαττον ἢ σμικρότητι,
                            καὶ διὰ τοῦτο ἔλαττον, διὰ τὴν σμικρότητα, φοβούμενος οἶμαι μή τίς σοι
                            ἐναντίος λόγος ἀπαντήσῃ, ἐὰν τῇ κεφαλῇ μείζονά τινα φῇς εἶναι καὶ
                            ἐλάττω, πρῶτον μὲν τῷ αὐτῷ τὸ μεῖζον μεῖζον εἶναι καὶ τὸ ἔλαττον
                            ἔλαττον, ἔπειτα τῇ κεφαλῇ σμικρᾷ οὔσῃ τὸν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="101b"/>
                    
                        
                        μείζω μείζω εἶναι, καὶ τοῦτο δὴ τέρας εἶναι, τὸ σμικρῷ τινι μέγαν τινὰ
                            εἶναι·  ἢ οὐκ ἂν φοβοῖο ταῦτα; <milestone ed="P" unit="para"/>καὶ ὁ
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>
                            γελάσας, ἔγωγε, ἔφη. <milestone ed="P" unit="para"/>οὐκοῦν, ἦ δ’ ὅς, τὰ
                            δέκα τῶν ὀκτὼ δυοῖν πλείω εἶναι, καὶ διὰ ταύτην τὴν αἰτίαν ὑπερβάλλειν,
                            φοβοῖο ἂν λέγειν, ἀλλὰ μὴ πλήθει καὶ διὰ τὸ πλῆθος; καὶ τὸ δίπηχυ τοῦ
                            πηχυαίου ἡμίσει μεῖζον εἶναι ἀλλ’ οὐ μεγέθει; ὁ αὐτὸς γάρ που φόβος.
                                <milestone ed="P" unit="para"/>πάνυ γ᾽, ἔφη. <milestone ed="P" unit="para"/>τί δέ; ἑνὶ ἑνὸς προστεθέντος τὴν πρόσθεσιν αἰτίαν εἶναι
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="101c"/>
                    
                        
                        τοῦ δύο γενέσθαι ἢ διασχισθέντος τὴν σχίσιν οὐκ εὐλαβοῖο ἂν λέγειν; καὶ
                            μέγα ἂν βοῴης ὅτι οὐκ οἶσθα ἄλλως πως ἕκαστον γιγνόμενον ἢ μετασχὸν τῆς
                            ἰδίας οὐσίας ἑκάστου οὗ ἂν μετάσχῃ, καὶ ἐν τούτοις οὐκ ἔχεις ἄλλην τινὰ
                            αἰτίαν τοῦ δύο γενέσθαι ἀλλ’ ἢ τὴν τῆς δυάδος μετάσχεσιν, καὶ δεῖν
                            τούτου μετασχεῖν τὰ μέλλοντα δύο ἔσεσθαι, καὶ μονάδος ὃ ἂν μέλλῃ ἓν
                            ἔσεσθαι, τὰς δὲ σχίσεις ταύτας καὶ προσθέσεις καὶ τὰς ἄλλας τὰς τοιαύτας
                            κομψείας ἐῴης ἂν χαίρειν, παρεὶς ἀποκρίνασθαι τοῖς σεαυτοῦ σοφωτέροις· 
                            σὺ δὲ δεδιὼς ἄν, τὸ <milestone unit="section" resp="Stephanus" n="101d"/>λεγόμενον, τὴν
                            σαυτοῦ σκιὰν καὶ τὴν ἀπειρίαν, ἐχόμενος ἐκείνου τοῦ ἀσφαλοῦς τῆς
                            ὑποθέσεως, οὕτως ἀποκρίναιο ἄν. εἰ δέ τις αὐτῆς τῆς ὑποθέσεως ἔχοιτο,
                            χαίρειν ἐῴης ἂν καὶ οὐκ ἀποκρίναιο ἕως ἂν τὰ ἀπ’ ἐκείνης ὁρμηθέντα
                            σκέψαιο εἴ σοι ἀλλήλοις συμφωνεῖ ἢ διαφωνεῖ·  ἐπειδὴ δὲ ἐκείνης αὐτῆς
                            δέοι σε διδόναι λόγον, ὡσαύτως ἂν διδοίης, ἄλλην αὖ ὑπόθεσιν ὑποθέμενος
                            ἥτις τῶν ἄνωθεν βελτίστη φαίνοιτο, 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="101e"/>
                    
                        
                        ἕως ἐπί τι ἱκανὸν ἔλθοις, ἅμα δὲ οὐκ ἂν φύροιο ὥσπερ οἱ ἀντιλογικοὶ περί
                            τε τῆς ἀρχῆς διαλεγόμενος καὶ τῶν ἐξ ἐκείνης ὡρμημένων, εἴπερ βούλοιό τι
                            τῶν ὄντων εὑρεῖν; ἐκείνοις μὲν γὰρ ἴσως οὐδὲ εἷς περὶ τούτου λόγος οὐδὲ
                            φροντίς·  ἱκανοὶ γὰρ ὑπὸ σοφίας ὁμοῦ πάντα κυκῶντες ὅμως δύνασθαι αὐτοὶ
                            αὑτοῖς ἀρέσκειν·  σὺ δ᾽, εἴπερ εἶ τῶν φιλοσόφων, <milestone unit="page" resp="Stephanus" n="102"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="102a"/>
                    
                        
                        οἶμαι ἂν ὡς ἐγὼ λέγω ποιοῖς.</said></p></div></div></body></text></TEI>