<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="92"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>τί οὖν, ἦ δ’ ὅς, περὶ ἐκείνου τοῦ λόγου λέγετε ἐν ᾧ
                            ἔφαμεν τὴν μάθησιν ἀνάμνησιν εἶναι, καὶ τούτου οὕτως ἔχοντος ἀναγκαίως
                            ἔχειν ἄλλοθι πρότερον ἡμῶν εἶναι τὴν <milestone unit="page" resp="Stephanus" n="92"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="92a"/>
                    
                        
                        ψυχήν, πρὶν ἐν τῷ σώματι ἐνδεθῆναι; <milestone ed="P" unit="para"/>ἐγὼ
                            μέν, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, καὶ τότε θαυμαστῶς ὡς ἐπείσθην ὑπ’ αὐτοῦ καὶ νῦν
                            ἐμμένω ὡς οὐδενὶ λόγῳ. <milestone ed="P" unit="para"/>καὶ μήν, ἔφη ὁ
                                <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, καὶ αὐτὸς οὕτως ἔχω, καὶ πάνυ ἂν θαυμάζοιμι εἴ μοι
                            περί γε τούτου ἄλλο ποτέ τι δόξειεν. <milestone ed="P" unit="para"/>καὶ
                            ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ἀλλὰ ἀνάγκη σοι, ἔφη, ὦ ξένε <name type="ethnic" key="0070803:*qhbai=os:ethnic:masc:voc">Θηβαῖε</name>,
                            ἄλλα δόξαι, ἐάνπερ μείνῃ ἥδε ἡ οἴησις, τὸ ἁρμονίαν μὲν εἶναι σύνθετον
                            πρᾶγμα, ψυχὴν δὲ ἁρμονίαν τινὰ ἐκ τῶν κατὰ τὸ σῶμα ἐντεταμένων
                            συγκεῖσθαι·  οὐ γάρ που ἀποδέξῃ γε 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="92b"/>
                    
                        
                        σαυτοῦ λέγοντος ὡς πρότερον ἦν ἁρμονία συγκειμένη, πρὶν ἐκεῖνα εἶναι ἐξ
                            ὧν ἔδει αὐτὴν συντεθῆναι. ἢ ἀποδέξῃ; <milestone ed="P" unit="para"/>οὐδαμῶς, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>. <milestone ed="P" unit="para"/>αἰσθάνῃ οὖν, ἦ
                            δ’ ὅς, ὅτι ταῦτά σοι συμβαίνει λέγειν, ὅταν φῇς μὲν εἶναι τὴν ψυχὴν πρὶν
                            καὶ εἰς ἀνθρώπου εἶδός τε καὶ σῶμα ἀφικέσθαι, εἶναι δὲ αὐτὴν συγκειμένην
                            ἐκ τῶν οὐδέπω ὄντων; οὐ γὰρ δὴ ἁρμονία γέ σοι τοιοῦτόν ἐστιν ᾧ
                            ἀπεικάζεις, ἀλλὰ πρότερον καὶ ἡ λύρα καὶ αἱ χορδαὶ καὶ
                    
                
                <milestone unit="section" resp="Stephanus" n="92c"/>
                    
                        
                        οἱ φθόγγοι ἔτι ἀνάρμοστοι ὄντες γίγνονται, τελευταῖον δὲ πάντων
                            συνίσταται ἡ ἁρμονία καὶ πρῶτον ἀπόλλυται. οὗτος οὖν σοι ὁ λόγος ἐκείνῳ
                            πῶς συνᾴσεται; <milestone ed="P" unit="para"/>οὐδαμῶς, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>.
                                <milestone ed="P" unit="para"/>καὶ μήν, ἦ δ’ ὅς, πρέπει γε εἴπερ τῳ
                            ἄλλῳ λόγῳ συνῳδῷ εἶναι καὶ τῷ περὶ ἁρμονίας. <milestone ed="P" unit="para"/>πρέπει γάρ, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>.
                                <milestone ed="P" unit="para"/>οὗτος τοίνυν, ἔφη, σοὶ οὐ συνῳδός· 
                            ἀλλ’ ὅρα πότερον αἱρῇ τῶν λόγων, τὴν μάθησιν ἀνάμνησιν εἶναι ἢ ψυχὴν
                            ἁρμονίαν; <milestone ed="P" unit="para"/>πολὺ μᾶλλον, ἔφη, ἐκεῖνον, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>. ὅδε μὲν γάρ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="92d"/>
                    
                        
                        μοι γέγονεν ἄνευ ἀποδείξεως μετὰ εἰκότος τινὸς καὶ εὐπρεπείας, ὅθεν καὶ
                            τοῖς πολλοῖς δοκεῖ ἀνθρώποις·  ἐγὼ δὲ τοῖς διὰ τῶν εἰκότων τὰς ἀποδείξεις
                            ποιουμένοις λόγοις σύνοιδα οὖσιν ἀλαζόσιν, καὶ ἄν τις αὐτοὺς μὴ
                            φυλάττηται, εὖ μάλα ἐξαπατῶσι, καὶ ἐν γεωμετρίᾳ καὶ ἐν τοῖς ἄλλοις
                            ἅπασιν. ὁ δὲ περὶ τῆς ἀναμνήσεως καὶ μαθήσεως λόγος δι’  ὑποθέσεως ἀξίας
                            ἀποδέξασθαι εἴρηται. ἐρρήθη γάρ που οὕτως ἡμῶν εἶναι ἡ ψυχὴ καὶ πρὶν εἰς
                            σῶμα ἀφικέσθαι, ὥσπερ αὐτῆς ἐστιν ἡ οὐσία ἔχουσα τὴν ἐπωνυμίαν τὴν τοῦ
                                <q>ὃ ἔστιν</q>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="92e"/>
                    
                        
                        ἐγὼ δὲ ταύτην, ὡς ἐμαυτὸν πείθω, ἱκανῶς τε καὶ ὀρθῶς ἀποδέδεγμαι. ἀνάγκη
                            οὖν μοι, ὡς ἔοικε, διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποδέχεσθαι
                            λέγοντος ὡς ψυχή ἐστιν ἁρμονία. <milestone ed="P" unit="para"/>τί δέ, ἦ
                            δ’ ὅς, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, τῇδε;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="93"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> δοκεῖ σοι ἁρμονίᾳ ἢ ἄλλῃ <milestone unit="page" n="93"/><milestone unit="section" resp="Stephanus" n="93a"/>
                    
                        
                        τινὶ συνθέσει προσήκειν ἄλλως πως ἔχειν ἢ ὡς ἂν ἐκεῖνα ἔχῃ ἐξ ὧν ἂν
                            συγκέηται; <milestone ed="P" unit="para"/>οὐδαμῶς. <milestone ed="P" unit="para"/>οὐδὲ μὴν ποιεῖν τι, ὡς ἐγᾦμαι, οὐδέ τι πάσχειν ἄλλο
                            παρ’ ἃ ἂν ἐκεῖνα ἢ ποιῇ ἢ πάσχῃ; συνέφη. <milestone ed="P" unit="para"/>οὐκ ἄρα ἡγεῖσθαί γε προσήκει ἁρμονίαν τούτων ἐξ ὧν ἂν συντεθῇ, ἀλλ᾽
                            ἕπεσθαι. συνεδόκει. <milestone ed="P" unit="para"/>πολλοῦ ἄρα δεῖ
                            ἐναντία γε ἁρμονία κινηθῆναι ἂν ἢ φθέγξασθαι ἤ τι ἄλλο ἐναντιωθῆναι τοῖς
                            αὑτῆς μέρεσιν. <milestone ed="P" unit="para"/>πολλοῦ μέντοι, ἔφη.
                                <milestone ed="P" unit="para"/>τί δέ; οὐχ οὕτως ἁρμονία πέφυκεν
                            εἶναι ἑκάστη ἁρμονία ὡς ἂν ἁρμοσθῇ; <milestone ed="P" unit="para"/>οὐ
                            μανθάνω, ἔφη. <milestone ed="P" unit="para"/>ἢ οὐχί, ἦ δ’ ὅς, ἂν μὲν
                            μᾶλλον ἁρμοσθῇ καὶ ἐπὶ πλέον, 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="93b"/>
                    
                        
                        εἴπερ ἐνδέχεται τοῦτο γίγνεσθαι, μᾶλλόν τε ἂν ἁρμονία εἴη καὶ πλείων, εἰ
                            δ’ ἧττόν τε καὶ ἐπ’ ἔλαττον, ἥττων τε καὶ ἐλάττων; <milestone ed="P" unit="para"/>πάνυ γε. <milestone ed="P" unit="para"/>ἦ οὖν ἔστι
                            τοῦτο περὶ ψυχήν, ὥστε καὶ κατὰ τὸ σμικρότατον μᾶλλον ἑτέραν ἑτέρας
                            ψυχῆς ἐπὶ πλέον καὶ μᾶλλον ἢ ἐπ’ ἔλαττον καὶ ἧττον αὐτὸ τοῦτο εἶναι,
                            ψυχήν; <milestone ed="P" unit="para"/>οὐδ’ ὁπωστιοῦν, ἔφη. <milestone ed="P" unit="para"/>φέρε δή, ἔφη, πρὸς <persName key="0009978:*zeu/s:person:masc:gen">Διός</persName>· λέγεται ψυχὴ ἡ
                            μὲν νοῦν τε ἔχειν καὶ ἀρετὴν καὶ εἶναι ἀγαθή, ἡ δὲ ἄνοιάν τε καὶ
                            μοχθηρίαν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="93c"/>
                    
                        
                        καὶ εἶναι κακή; καὶ ταῦτα ἀληθῶς λέγεται; <milestone ed="P" unit="para"/>ἀληθῶς μέντοι. <milestone ed="P" unit="para"/>τῶν οὖν θεμένων ψυχὴν
                            ἁρμονίαν εἶναι τί τις φήσει ταῦτα ὄντα εἶναι ἐν ταῖς ψυχαῖς, τήν τε
                            ἀρετὴν καὶ τὴν κακίαν; πότερον ἁρμονίαν αὖ τινα ἄλλην καὶ ἀναρμοστίαν;
                            καὶ τὴν μὲν ἡρμόσθαι, τὴν ἀγαθήν, καὶ ἔχειν ἐν αὑτῇ ἁρμονίᾳ οὔσῃ ἄλλην
                            ἁρμονίαν, τὴν δὲ ἀνάρμοστον αὐτήν τε εἶναι καὶ οὐκ ἔχειν ἐν αὑτῇ ἄλλην;
                                <milestone ed="P" unit="para"/>οὐκ ἔχω ἔγωγ᾽, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, εἰπεῖν· 
                            δῆλον δ’ ὅτι τοιαῦτ’ ἄττ’ ἂν λέγοι ὁ ἐκεῖνο ὑποθέμενος. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="93d"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>ἀλλὰ προωμολόγηται, ἔφη, μηδὲν μᾶλλον
                            μηδ’ ἧττον ἑτέραν ἑτέρας ψυχὴν ψυχῆς εἶναι·  τοῦτο δ’ ἔστι τὸ ὁμολόγημα,
                            μηδὲν μᾶλλον μηδ’ ἐπὶ πλέον μηδ’ ἧττον μηδ’ ἐπ’ ἔλαττον ἑτέραν ἑτέρας
                            ἁρμονίαν ἁρμονίας εἶναι. ἦ γάρ; <milestone ed="P" unit="para"/>πάνυ γε.
                                <milestone ed="P" unit="para"/>τὴν δέ γε μηδὲν μᾶλλον μηδὲ ἧττον
                            ἁρμονίαν οὖσαν μήτε μᾶλλον μήτε ἧττον ἡρμόσθαι·  ἔστιν οὕτως; <milestone ed="P" unit="para"/>ἔστιν. <milestone ed="P" unit="para"/>ἡ δὲ μήτε
                            μᾶλλον μήτε ἧττον ἡρμοσμένη ἔστιν ὅτι πλέον ἢ ἔλαττον ἁρμονίας μετέχει,
                            ἢ τὸ ἴσον; <milestone ed="P" unit="para"/>τὸ ἴσον. <milestone ed="P" unit="para"/>οὐκοῦν ψυχὴ ἐπειδὴ οὐδὲν μᾶλλον οὐδ’ ἧττον ἄλλη 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="93e"/>
                    
                        
                        ἄλλης αὐτὸ τοῦτο, ψυχή, ἐστίν, οὐδὲ δὴ μᾶλλον οὐδὲ ἧττον ἥρμοσται;
                                <milestone ed="P" unit="para"/>οὕτω. <milestone ed="P" unit="para"/>τοῦτο δέ γε πεπονθυῖα οὐδὲν πλέον ἀναρμοστίας οὐδὲ ἁρμονίας μετέχοι
                            ἄν; <milestone ed="P" unit="para"/>οὐ γὰρ οὖν. <milestone ed="P" unit="para"/>τοῦτο δ’ αὖ πεπονθυῖα ἆρ’ ἄν τι πλέον κακίας ἢ ἀρετῆς
                            μετέχοι ἑτέρα ἑτέρας, εἴπερ ἡ μὲν κακία ἀναρμοστία, ἡ δὲ ἀρετὴ ἁρμονία
                            εἴη; <milestone ed="P" unit="para"/>οὐδὲν πλέον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="94"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone unit="page" resp="Stephanus" n="94"/><milestone unit="section" resp="Stephanus" n="94a"/><milestone ed="P" unit="para"/>μᾶλλον δέ γέ που, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, κατὰ τὸν ὀρθὸν λόγον κακίας οὐδεμία ψυχὴ
                            μεθέξει, εἴπερ ἁρμονία ἐστίν·  ἁρμονία γὰρ δήπου παντελῶς αὐτὸ τοῦτο
                            οὖσα, ἁρμονία, ἀναρμοστίας οὔποτ’ ἂν μετάσχοι. <milestone ed="P" unit="para"/>οὐ μέντοι. <milestone ed="P" unit="para"/>οὐδέ γε δήπου
                            ψυχή, οὖσα παντελῶς ψυχή, κακίας. <milestone ed="P" unit="para"/>πῶς γὰρ
                            ἔκ γε τῶν προειρημένων; <milestone ed="P" unit="para"/>ἐκ τούτου ἄρα τοῦ
                            λόγου ἡμῖν πᾶσαι ψυχαὶ πάντων ζῴων ὁμοίως ἀγαθαὶ ἔσονται, εἴπερ ὁμοίως
                            ψυχαὶ πεφύκασιν αὐτὸ τοῦτο, ψυχαί, εἶναι. <milestone ed="P" unit="para"/>ἔμοιγε δοκεῖ, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                                <milestone ed="P" unit="para"/>ἦ καὶ καλῶς δοκεῖ, ἦ δ’ ὅς, οὕτω
                            λέγεσθαι, καὶ πάσχειν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="94b"/>
                    
                        
                        ἂν ταῦτα ὁ λόγος εἰ ὀρθὴ ἡ ὑπόθεσις ἦν, τὸ ψυχὴν ἁρμονίαν εἶναι;
                                <milestone ed="P" unit="para"/>οὐδ’ ὁπωστιοῦν, ἔφη. <milestone ed="P" unit="para"/>τί δέ; ἦ δ’ ὅς·  τῶν ἐν ἀνθρώπῳ πάντων ἔσθ’ ὅτι
                            ἄλλο λέγεις ἄρχειν ἢ ψυχὴν ἄλλως τε καὶ φρόνιμον; <milestone ed="P" unit="para"/>οὐκ ἔγωγε. <milestone ed="P" unit="para"/>πότερον
                            συγχωροῦσαν τοῖς κατὰ τὸ σῶμα πάθεσιν ἢ καὶ ἐναντιουμένην; λέγω δὲ τὸ
                            τοιόνδε, οἷον καύματος ἐνόντος καὶ δίψους ἐπὶ τοὐναντίον ἕλκειν, τὸ μὴ
                            πίνειν, καὶ πείνης ἐνούσης ἐπὶ τὸ μὴ ἐσθίειν, καὶ ἄλλα μυρία που ὁρῶμεν
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="94c"/>
                    
                        
                        ἐναντιουμένην τὴν ψυχὴν τοῖς κατὰ τὸ σῶμα·  ἢ οὔ; <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν. <milestone ed="P" unit="para"/>οὐκοῦν αὖ
                            ὡμολογήσαμεν ἐν τοῖς πρόσθεν μήποτ’ ἂν αὐτήν, ἁρμονίαν γε οὖσαν, ἐναντία
                            ᾄδειν οἷς ἐπιτείνοιτο καὶ χαλῷτο καὶ ψάλλοιτο καὶ ἄλλο ὁτιοῦν πάθος
                            πάσχοι ἐκεῖνα ἐξ ὧν τυγχάνοι οὖσα, ἀλλ’ ἕπεσθαι ἐκείνοις καὶ οὔποτ’ ἂν
                            ἡγεμονεύειν; <milestone ed="P" unit="para"/>ὡμολογήσαμεν, ἔφη·  πῶς γὰρ
                            οὔ; <milestone ed="P" unit="para"/>τί οὖν; νῦν οὐ πᾶν τοὐναντίον ἡμῖν
                            φαίνεται ἐργαζομένη, ἡγεμονεύουσά τε ἐκείνων πάντων ἐξ ὧν φησί τις αὐτὴν
                                <milestone unit="section" resp="Stephanus" n="94d"/>εἶναι, καὶ ἐναντιουμένη ὀλίγου
                            πάντα διὰ παντὸς τοῦ βίου καὶ δεσπόζουσα πάντας τρόπους, τὰ μὲν
                            χαλεπώτερον κολάζουσα καὶ μετ’ ἀλγηδόνων, τά τε κατὰ τὴν γυμναστικὴν καὶ
                            τὴν ἰατρικήν, τὰ δὲ πρᾳότερον, καὶ τὰ μὲν ἀπειλοῦσα, τὰ δὲ νουθετοῦσα,
                            ταῖς ἐπιθυμίαις καὶ ὀργαῖς καὶ φόβοις ὡς ἄλλη οὖσα ἄλλῳ πράγματι
                            διαλεγομένη; οἷόν που καὶ <persName key="0095973:*(/omhros:person:masc:nom">Ὅμηρος</persName> ἐν
                                <placeName key="0000656:*)odu/sseia:place:fem:dat 0000001:*)odu/sseios:noclass:fem:dat">Ὀδυσσείᾳ</placeName> πεποίηκεν, οὗ λέγει τὸν <persName key="0020747:*)odusseu/s:person:masc:acc">Ὀδυσσέα</persName>· <quote type="verse"><l met="dactylic" part="N">στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε
                                    μύθῳ· </l></quote>
                <milestone unit="section" resp="Stephanus" n="94e"/>
                   <cit><quote type="verse"><l met="c" part="N">τέτλαθι δή, κραδίη·  καὶ κύντερον ἄλλο ποτ᾽
                                        ἔτλης.</l></quote><bibl default="false">Hom. Od 20.17-18</bibl></cit> ἆρ’ οἴει αὐτὸν ταῦτα ποιῆσαι διανοούμενον ὡς ἁρμονίας αὐτῆς οὔσης
                            καὶ οἵας ἄγεσθαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων, ἀλλ’ οὐχ οἵας ἄγειν τε
                            ταῦτα καὶ δεσπόζειν, καὶ οὔσης αὐτῆς πολὺ θειοτέρου τινὸς πράγματος ἢ
                            καθ’ ἁρμονίαν; <milestone ed="P" unit="para"/>νὴ <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἔμοιγε
                            δοκεῖ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="95"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>οὐκ ἄρα, ὦ ἄριστε, ἡμῖν οὐδαμῇ
                            καλῶς ἔχει ψυχὴν <milestone unit="page" resp="Stephanus" n="95"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="95a"/>
                    
                        
                        ἁρμονίαν τινὰ φάναι εἶναι·  οὔτε γὰρ ἄν, ὡς ἔοικεν, <persName key="0095973:*(/omhros:person:masc:dat">Ὁμήρῳ</persName> θείῳ ποιητῇ
                            ὁμολογοῖμεν οὔτε αὐτοὶ ἡμῖν αὐτοῖς. <milestone ed="P" unit="para"/>ἔχει
                            οὕτως, ἔφη. <milestone ed="P" unit="para"/>εἶεν δή, ἦ δ’ ὃς ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, τὰ μὲν <persName key="0003054:*(armoni/a:person:fem:gen 0003054:*(armoni/a:group:fem:acc">Ἁρμονίας</persName> ἡμῖν τῆς <name type="ethnic" key="0070803:*qhbai=os:ethnic:fem:gen 0000001:*qhbaiko/s:noclass:fem:gen">Θηβαϊκῆς</name> ἵλεά πως, ὡς ἔοικε, μετρίως γέγονεν·  τί δὲ δὴ τὰ
                                <persName key="0011840:*ka/dmos:person:masc:gen 0000768:*ka/dmos:place:masc:gen">Κάδμου</persName>, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, πῶς
                            ἱλασόμεθα καὶ τίνι λόγῳ; <milestone ed="P" unit="para"/>σύ μοι δοκεῖς,
                            ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>,
                            ἐξευρήσειν·  τουτονὶ γοῦν τὸν λόγον τὸν πρὸς τὴν ἁρμονίαν θαυμαστῶς μοι
                            εἶπες ὡς παρὰ δόξαν. <persName key="0003865:*simmi/as:person:masc:gen">Σιμμίου</persName> γὰρ λέγοντος ὅτε ἠπόρει, πάνυ ἐθαύμαζον
                                <milestone unit="section" resp="Stephanus" n="95b"/>εἴ τι ἕξει τις χρήσασθαι τῷ λόγῳ
                            αὐτοῦ·  πάνυ οὖν μοι ἀτόπως ἔδοξεν εὐθὺς τὴν πρώτην ἔφοδον οὐ δέξασθαι
                            τοῦ σοῦ λόγου. ταὐτὰ δὴ οὐκ ἂν θαυμάσαιμι καὶ τὸν τοῦ <persName key="0011840:*ka/dmos:person:masc:gen 0000768:*ka/dmos:place:masc:gen">Κάδμου</persName> λόγον εἰ πάθοι. <milestone ed="P" unit="para"/>ὠγαθέ, ἔφη ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, μὴ μέγα λέγε, μή τις ἡμῖν βασκανία περιτρέψῃ
                            τὸν λόγον τὸν μέλλοντα ἔσεσθαι. ἀλλὰ δὴ ταῦτα μὲν τῷ θεῷ μελήσει, ἡμεῖς
                            δὲ <persName key="0001000:*(omhriko/s:person:nn:gen 0001000:*(omhriko/s:group:nn:gen">Ὁμηρικῶς</persName> ἐγγὺς ἰόντες πειρώμεθα εἰ ἄρα τι λέγεις. ἔστι
                            δὲ δὴ τὸ κεφάλαιον ὧν ζητεῖς·  ἀξιοῖς ἐπιδειχθῆναι ἡμῶν τὴν ψυχὴν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="95c"/>
                    
                        
                        ἀνώλεθρόν τε καὶ ἀθάνατον οὖσαν, εἰ φιλόσοφος ἀνὴρ μέλλων ἀποθανεῖσθαι,
                            θαρρῶν τε καὶ ἡγούμενος ἀποθανὼν ἐκεῖ εὖ πράξειν διαφερόντως ἢ εἰ ἐν
                            ἄλλῳ βίῳ βιοὺς ἐτελεύτα, μὴ ἀνόητόν τε καὶ ἠλίθιον θάρρος θαρρήσει. τὸ
                            δὲ ἀποφαίνειν ὅτι ἰσχυρόν τί ἐστιν ἡ ψυχὴ καὶ θεοειδὲς καὶ ἦν ἔτι
                            πρότερον, πρὶν ἡμᾶς ἀνθρώπους γενέσθαι, οὐδὲν κωλύειν φῂς πάντα ταῦτα
                            μηνύειν ἀθανασίαν μὲν μή, ὅτι δὲ πολυχρόνιόν τέ ἐστιν ψυχὴ καὶ ἦν που
                            πρότερον ἀμήχανον ὅσον χρόνον καὶ ᾔδει τε καὶ ἔπραττεν πολλὰ ἄττα·  ἀλλὰ
                            γὰρ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="95d"/>
                    
                        
                        οὐδέν τι μᾶλλον ἦν ἀθάνατον, ἀλλὰ καὶ αὐτὸ τὸ εἰς ἀνθρώπου σῶμα ἐλθεῖν
                            ἀρχὴ ἦν αὐτῇ ὀλέθρου, ὥσπερ νόσος·  καὶ ταλαιπωρουμένη τε δὴ τοῦτον τὸν
                            βίον ζῴη καὶ τελευτῶσά γε ἐν τῷ καλουμένῳ θανάτῳ ἀπολλύοιτο. διαφέρειν
                            δὲ δὴ φῂς οὐδὲν εἴτε ἅπαξ εἰς σῶμα ἔρχεται εἴτε πολλάκις, πρός γε τὸ
                            ἕκαστον ἡμῶν φοβεῖσθαι·  προσήκει γὰρ φοβεῖσθαι, εἰ μὴ ἀνόητος εἴη, τῷ μὴ
                            εἰδότι μηδὲ ἔχοντι λόγον διδόναι <milestone unit="section" resp="Stephanus" n="95e"/>ὡς
                            ἀθάνατόν ἐστι. τοιαῦτ’ ἄττα ἐστίν, οἶμαι, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἃ λέγεις· 
                            καὶ ἐξεπίτηδες πολλάκις ἀναλαμβάνω, ἵνα μή τι διαφύγῃ ἡμᾶς, εἴ τέ τι
                            βούλει, προσθῇς ἢ ἀφέλῃς. <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἀλλ’ οὐδὲν
                            ἔγωγε ἐν τῷ παρόντι, ἔφη, οὔτε ἀφελεῖν οὔτε προσθεῖναι δέομαι·  ἔστι δὲ
                            ταῦτα ἃ λέγω. <milestone ed="P" unit="para"/>ὁ οὖν <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> συχνὸν χρόνον ἐπισχὼν καὶ πρὸς ἑαυτόν τι
                            σκεψάμενος, οὐ φαῦλον πρᾶγμα, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ζητεῖς·  ὅλως
                            γὰρ δεῖ περὶ γενέσεως καὶ φθορᾶς τὴν αἰτίαν διαπραγματεύσασθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="96"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone unit="page" resp="Stephanus" n="96"/><milestone unit="section" resp="Stephanus" n="96a"/>
                     ἐγὼ οὖν σοι δίειμι περὶ αὐτῶν, ἐὰν βούλῃ, τά γε ἐμὰ πάθη·  ἔπειτα ἄν τί
                            σοι χρήσιμον φαίνηται ὧν ἂν λέγω, πρὸς τὴν πειθὼ περὶ ὧν δὴ λέγεις
                            χρήσῃ. <milestone ed="P" unit="para"/>ἀλλὰ μήν, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, βούλομαί γε.
                                <milestone ed="P" unit="para"/>ἄκουε τοίνυν ὡς ἐροῦντος. ἐγὼ γάρ,
                            ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>,
                            νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας ἣν δὴ καλοῦσι περὶ
                            φύσεως ἱστορίαν·  ὑπερήφανος γάρ μοι ἐδόκει εἶναι, εἰδέναι τὰς αἰτίας
                            ἑκάστου, διὰ τί γίγνεται ἕκαστον καὶ διὰ τί ἀπόλλυται καὶ διὰ τί ἔστι.
                            καὶ πολλάκις
                    
                
                <milestone unit="section" resp="Stephanus" n="96b"/>
                    
                        
                        ἐμαυτὸν ἄνω κάτω μετέβαλλον σκοπῶν πρῶτον τὰ τοιάδε·  ἆρ’ ἐπειδὰν τὸ
                            θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε δὴ τὰ ζῷα
                            συντρέφεται; καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν, ἢ ὁ ἀὴρ ἢ τὸ πῦρ; ἢ
                            τούτων μὲν οὐδέν, ὁ δ’ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ
                            ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα,
                            ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν, κατὰ ταῦτα γίγνεσθαι
                            ἐπιστήμην; καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν, καὶ τὰ περὶ τὸν οὐρανόν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="96c"/>
                    
                        
                        τε καὶ τὴν γῆν πάθη, τελευτῶν οὕτως ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν
                            ἀφυὴς εἶναι ὡς οὐδὲν χρῆμα. τεκμήριον δέ σοι ἐρῶ ἱκανόν·  ἐγὼ γὰρ ἃ καὶ
                            πρότερον σαφῶς ἠπιστάμην, ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, τότε ὑπὸ
                            ταύτης τῆς σκέψεως οὕτω σφόδρα ἐτυφλώθην, ὥστε ἀπέμαθον καὶ ταῦτα ἃ πρὸ
                            τοῦ ᾤμην εἰδέναι, περὶ ἄλλων τε πολλῶν καὶ διὰ τί ἄνθρωπος αὐξάνεται.
                            τοῦτο γὰρ ᾤμην πρὸ τοῦ παντὶ δῆλον εἶναι, ὅτι διὰ τὸ ἐσθίειν καὶ πίνειν· 
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="96d"/>
                    
                        
                        ἐπειδὰν γὰρ ἐκ τῶν σιτίων ταῖς μὲν σαρξὶ σάρκες προσγένωνται, τοῖς δὲ
                            ὀστοῖς ὀστᾶ, καὶ οὕτω κατὰ τὸν αὐτὸν λόγον καὶ τοῖς ἄλλοις τὰ αὐτῶν
                            οἰκεῖα ἑκάστοις προσγένηται, τότε δὴ τὸν ὀλίγον ὄγκον ὄντα ὕστερον πολὺν
                            γεγονέναι, καὶ οὕτω γίγνεσθαι τὸν σμικρὸν ἄνθρωπον μέγαν. οὕτως τότε
                            ᾤμην·  οὐ δοκῶ σοι μετρίως; <milestone ed="P" unit="para"/>ἔμοιγε, ἔφη ὁ
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>.
                                <milestone ed="P" unit="para"/>σκέψαι δὴ καὶ τάδε ἔτι. ᾤμην γὰρ
                            ἱκανῶς μοι δοκεῖν, ὁπότε τις φαίνοιτο ἄνθρωπος παραστὰς μέγας σμικρῷ
                            μείζων 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="96e"/>
                    
                        
                        εἶναι αὐτῇ τῇ κεφαλῇ, καὶ ἵππος ἵππου·  καὶ ἔτι γε τούτων ἐναργέστερα, τὰ
                            δέκα μοι ἐδόκει τῶν ὀκτὼ πλέονα εἶναι διὰ τὸ δύο αὐτοῖς προσεῖναι, καὶ
                            τὸ δίπηχυ τοῦ πηχυαίου μεῖζον εἶναι διὰ τὸ ἡμίσει αὐτοῦ ὑπερέχειν.
                                <milestone ed="P" unit="para"/>νῦν δὲ δή, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, τί σοι δοκεῖ
                            περὶ αὐτῶν;</said></p></div></div></body></text></TEI>