<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="82"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                ἢ οὐκ οἴει; <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν εἰκὸς λέγεις. <milestone ed="P" unit="para"/>τοὺς δέ γε ἀδικίας τε καὶ τυραννίδας καὶ ἁρπαγὰς
                            προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη·  ἢ ποῖ
                            ἂν ἄλλοσέ φαμεν τὰς τοιαύτας ἰέναι; <milestone ed="P" unit="para"/>ἀμέλει, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, εἰς τὰ τοιαῦτα. <milestone ed="P" unit="para"/>οὐκοῦν, ἦ δ’ ὅς, δῆλα δὴ καὶ τἆλλα ᾗ ἂν ἕκαστα ἴοι κατὰ τὰς αὐτῶν
                            ὁμοιότητας τῆς μελέτης; <milestone ed="P" unit="para"/>δῆλον δή, ἔφη· 
                            πῶς δ’ οὔ; <milestone ed="P" unit="para"/>οὐκοῦν εὐδαιμονέστατοι, ἔφη,
                            καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικὴν καὶ
                            πολιτικὴν 
                <milestone unit="section" resp="Stephanus" n="82b"/>
                    
                        
                        ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ
                            ἔθους τε καὶ μελέτης γεγονυῖαν ἄνευ φιλοσοφίας τε καὶ νοῦ; <milestone ed="P" unit="para"/>πῇ δὴ οὗτοι εὐδαιμονέστατοι; <milestone ed="P" unit="para"/>ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφικνεῖσθαι
                            πολιτικὸν καὶ ἥμερον γένος, ἤ που μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων, καὶ εἰς
                            ταὐτόν γε πάλιν τὸ ἀνθρώπινον γένος, καὶ γίγνεσθαι ἐξ αὐτῶν ἄνδρας
                            μετρίους. <milestone ed="P" unit="para"/>εἰκός. <milestone ed="P" unit="para"/>εἰς δέ γε θεῶν γένος μὴ φιλοσοφήσαντι καὶ παντελῶς 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="82c"/>
                    
                        
                        καθαρῷ ἀπιόντι οὐ θέμις ἀφικνεῖσθαι ἀλλ’ ἢ τῷ φιλομαθεῖ. ἀλλὰ τούτων
                            ἕνεκα, ὦ ἑταῖρε <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName> τε καὶ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, οἱ ὀρθῶς
                            φιλόσοφοι ἀπέχονται τῶν κατὰ τὸ σῶμα ἐπιθυμιῶν ἁπασῶν καὶ καρτεροῦσι καὶ
                            οὐ παραδιδόασιν αὐταῖς ἑαυτούς, οὔ τι οἰκοφθορίαν τε καὶ πενίαν
                            φοβούμενοι, ὥσπερ οἱ πολλοὶ καὶ φιλοχρήματοι·  οὐδὲ αὖ ἀτιμίαν τε καὶ
                            ἀδοξίαν μοχθηρίας δεδιότες, ὥσπερ οἱ φίλαρχοί τε καὶ φιλότιμοι, ἔπειτα
                            ἀπέχονται αὐτῶν. <milestone ed="P" unit="para"/>οὐ γὰρ ἂν πρέποι, ἔφη, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>.
                    
                
                <milestone unit="section" resp="Stephanus" n="82d"/>
                     <milestone ed="P" unit="para"/>οὐ μέντοι μὰ <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>, ἦ δ’ ὅς. τοιγάρτοι τούτοις μὲν ἅπασιν, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἐκεῖνοι οἷς
                            τι μέλει τῆς ἑαυτῶν ψυχῆς ἀλλὰ μὴ σώματι πλάττοντες ζῶσι, χαίρειν
                            εἰπόντες, οὐ κατὰ ταὐτὰ πορεύονται αὐτοῖς ὡς οὐκ εἰδόσιν ὅπῃ ἔρχονται,
                            αὐτοὶ δὲ ἡγούμενοι οὐ δεῖν ἐναντία τῇ φιλοσοφίᾳ πράττειν καὶ τῇ ἐκείνης
                            λύσει τε καὶ καθαρμῷ ταύτῃ δὴ τρέπονται ἐκείνῃ ἑπόμενοι, ᾗ ἐκείνη
                            ὑφηγεῖται. <milestone ed="P" unit="para"/>πῶς, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>;
                                <milestone ed="P" unit="para"/>ἐγὼ ἐρῶ, ἔφη. γιγνώσκουσι γάρ, ἦ δ᾽
                            ὅς, οἱ φιλομαθεῖς
                        <milestone unit="section" resp="Stephanus" n="82e"/>
                    ὅτι παραλαβοῦσα αὐτῶν τὴν ψυχὴν ἡ φιλοσοφία ἀτεχνῶς διαδεδεμένην ἐν τῷ
                            σώματι καὶ προσκεκολλημένην, ἀναγκαζομένην δὲ ὥσπερ διὰ εἱργμοῦ διὰ
                            τούτου σκοπεῖσθαι τὰ ὄντα ἀλλὰ μὴ αὐτὴν δι’  αὑτῆς, καὶ ἐν πάσῃ ἀμαθίᾳ
                            κυλινδουμένην, καὶ τοῦ εἱργμοῦ τὴν δεινότητα κατιδοῦσα ὅτι δι’  ἐπιθυμίας
                            ἐστίν, ὡς ἂν μάλιστα αὐτὸς ὁ δεδεμένος συλλήπτωρ <milestone unit="page" resp="Stephanus" n="83"/><milestone unit="section" resp="Stephanus" n="83a"/>
                     εἴη τοῦ δεδέσθαι,</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="83"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                — ὅπερ οὖν λέγω, γιγνώσκουσιν οἱ φιλομαθεῖς ὅτι οὕτω
                            παραλαβοῦσα ἡ φιλοσοφία ἔχουσαν αὐτῶν τὴν ψυχὴν ἠρέμα παραμυθεῖται καὶ
                            λύειν ἐπιχειρεῖ, ἐνδεικνυμένη ὅτι ἀπάτης μὲν μεστὴ ἡ διὰ τῶν ὀμμάτων
                            σκέψις, ἀπάτης δὲ ἡ διὰ τῶν ὤτων καὶ τῶν ἄλλων αἰσθήσεων, πείθουσα δὲ ἐκ
                            τούτων μὲν ἀναχωρεῖν, ὅσον μὴ ἀνάγκη αὐτοῖς χρῆσθαι, αὐτὴν δὲ εἰς αὑτὴν
                            συλλέγεσθαι καὶ ἁθροίζεσθαι παρακελευομένη, πιστεύειν δὲ μηδενὶ ἄλλῳ
                            ἀλλ’ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="83b"/>
                    
                        
                        ἢ αὐτὴν αὑτῇ, ὅτι ἂν νοήσῃ αὐτὴ καθ’ αὑτὴν αὐτὸ καθ’ αὑτὸ τῶν ὄντων·  ὅτι
                            δ’ ἂν δι’  ἄλλων σκοπῇ ἐν ἄλλοις ὂν ἄλλο, μηδὲν ἡγεῖσθαι ἀληθές·  εἶναι δὲ
                            τὸ μὲν τοιοῦτον αἰσθητόν τε καὶ ὁρατόν, ὃ δὲ αὐτὴ ὁρᾷ νοητόν τε καὶ
                            ἀιδές. ταύτῃ οὖν τῇ λύσει οὐκ οἰομένη δεῖν ἐναντιοῦσθαι ἡ τοῦ ὡς ἀληθῶς
                            φιλοσόφου ψυχὴ οὕτως ἀπέχεται τῶν ἡδονῶν τε καὶ ἐπιθυμιῶν καὶ λυπῶν <del status="unremarkable">καὶ φόβων</del> καθ’ ὅσον δύναται, λογιζομένη
                            ὅτι, ἐπειδάν τις σφόδρα ἡσθῇ ἢ φοβηθῇ <del status="unremarkable">ἢ
                                λυπηθῇ</del> ἢ ἐπιθυμήσῃ, οὐδὲν τοσοῦτον κακὸν ἔπαθεν ἀπ’ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="83c"/>
                    
                        
                        αὐτῶν ὧν ἄν τις οἰηθείη, οἷον ἢ νοσήσας ἤ τι ἀναλώσας διὰ τὰς ἐπιθυμίας,
                            ἀλλ’ ὃ πάντων μέγιστόν τε κακῶν καὶ ἔσχατόν ἐστι, τοῦτο πάσχει καὶ οὐ
                            λογίζεται αὐτό. <milestone ed="P" unit="para"/>τί τοῦτο, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>; ἔφη ὁ
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>.
                                <milestone ed="P" unit="para"/>ὅτι ψυχὴ παντὸς ἀνθρώπου ἀναγκάζεται
                            ἅμα τε ἡσθῆναι σφόδρα ἢ λυπηθῆναι ἐπί τῳ καὶ ἡγεῖσθαι περὶ ὃ ἂν μάλιστα
                            τοῦτο πάσχῃ, τοῦτο ἐναργέστατόν τε εἶναι καὶ ἀληθέστατον, οὐχ οὕτως
                            ἔχον·  ταῦτα δὲ μάλιστα <add>τὰ</add> ὁρατά·  ἢ οὔ; <milestone ed="P" unit="para"/>πάνυ γε. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="83d"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>οὐκοῦν ἐν τούτῳ τῷ πάθει μάλιστα
                            καταδεῖται ψυχὴ ὑπὸ σώματος; <milestone ed="P" unit="para"/>πῶς δή;
                                <milestone ed="P" unit="para"/>ὅτι ἑκάστη ἡδονὴ καὶ λύπη ὥσπερ ἧλον
                            ἔχουσα προσηλοῖ αὐτὴν πρὸς τὸ σῶμα καὶ προσπερονᾷ καὶ ποιεῖ σωματοειδῆ,
                            δοξάζουσαν ταῦτα ἀληθῆ εἶναι ἅπερ ἂν καὶ τὸ σῶμα φῇ. ἐκ γὰρ τοῦ
                            ὁμοδοξεῖν τῷ σώματι καὶ τοῖς αὐτοῖς χαίρειν ἀναγκάζεται οἶμαι ὁμότροπός
                            τε καὶ ὁμότροφος γίγνεσθαι καὶ οἵα μηδέποτε εἰς <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName> καθαρῶς
                            ἀφικέσθαι, ἀλλὰ ἀεὶ τοῦ σώματος ἀναπλέα ἐξιέναι, ὥστε ταχὺ πάλιν πίπτειν
                            εἰς 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="83e"/>
                    
                        
                        ἄλλο σῶμα καὶ ὥσπερ σπειρομένη ἐμφύεσθαι, καὶ ἐκ τούτων ἄμοιρος εἶναι τῆς
                            τοῦ θείου τε καὶ καθαροῦ καὶ μονοειδοῦς συνουσίας. <milestone ed="P" unit="para"/>ἀληθέστατα, ἔφη, λέγεις, ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                                <milestone ed="P" unit="para"/>τούτων τοίνυν ἕνεκα, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, οἱ δικαίως
                            φιλομαθεῖς κόσμιοί εἰσι καὶ ἀνδρεῖοι, οὐχ ὧν οἱ πολλοὶ ἕνεκά φασιν·  ἢ σὺ
                            οἴει; </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="84"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone unit="page" resp="Stephanus" n="84"/><milestone unit="section" resp="Stephanus" n="84a"/><milestone ed="P" unit="para"/>οὐ δῆτα ἔγωγε. <milestone ed="P" unit="para"/>οὐ γάρ·  ἀλλ’ οὕτω λογίσαιτ’ ἂν ψυχὴ ἀνδρὸς φιλοσόφου,
                            καὶ οὐκ ἂν οἰηθείη τὴν μὲν φιλοσοφίαν χρῆναι αὐτὴν λύειν, λυούσης δὲ
                            ἐκείνης, αὐτὴν παραδιδόναι ταῖς ἡδοναῖς καὶ λύπαις ἑαυτὴν πάλιν αὖ
                            ἐγκαταδεῖν καὶ ἀνήνυτον ἔργον πράττειν <persName key="0004327:*phnelo/ph:person:fem:gen 0001000:*phnelo/ph:group:fem:gen">Πηνελόπης</persName> τινὰ ἐναντίως ἱστὸν μεταχειριζομένης, ἀλλὰ
                            γαλήνην τούτων παρασκευάζουσα, ἑπομένη τῷ λογισμῷ καὶ ἀεὶ ἐν τούτῳ οὖσα,
                            τὸ ἀληθὲς καὶ τὸ θεῖον καὶ τὸ ἀδόξαστον
                    
                
                <milestone unit="section" resp="Stephanus" n="84b"/>
                    
                        
                        θεωμένη καὶ ὑπ’ ἐκείνου τρεφομένη, ζῆν τε οἴεται οὕτω δεῖν ἕως ἂν ζῇ, καὶ
                            ἐπειδὰν τελευτήσῃ, εἰς τὸ συγγενὲς καὶ εἰς τὸ τοιοῦτον ἀφικομένη
                            ἀπηλλάχθαι τῶν ἀνθρωπίνων κακῶν. ἐκ δὴ τῆς τοιαύτης τροφῆς οὐδὲν δεινὸν
                            μὴ φοβηθῇ, <del status="unremarkable">ταῦτα δ’ ἐπιτηδεύσασα,</del> ὦ
                                <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName> τε καὶ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ὅπως μὴ
                            διασπασθεῖσα ἐν τῇ ἀπαλλαγῇ τοῦ σώματος ὑπὸ τῶν ἀνέμων διαφυσηθεῖσα καὶ
                            διαπτομένη οἴχηται καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="84c"/>
                    <milestone ed="P" unit="para"/>σιγὴ οὖν ἐγένετο ταῦτα εἰπόντος τοῦ
                                <persName key="0048728:*swkra/ths:person:masc:gen">Σωκράτους</persName> ἐπὶ πολὺν χρόνον, καὶ αὐτός τε πρὸς τῷ
                            εἰρημένῳ λόγῳ ἦν ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ὡς ἰδεῖν ἐφαίνετο, καὶ ἡμῶν οἱ πλεῖστοι· 
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName> δὲ
                            καὶ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>
                            σμικρὸν πρὸς ἀλλήλω διελεγέσθην. καὶ ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> ἰδὼν αὐτὼ ἤρετο, τί; ἔφη, ὑμῖν τὰ λεχθέντα μῶν
                            μὴ δοκεῖ ἐνδεῶς λέγεσθαι; πολλὰς γὰρ δὴ ἔτι ἔχει ὑποψίας καὶ ἀντιλαβάς,
                            εἴ γε δή τις αὐτὰ μέλλει ἱκανῶς διεξιέναι. εἰ μὲν οὖν τι ἄλλο
                            σκοπεῖσθον, οὐδὲν λέγω·  εἰ δέ τι περὶ τούτων ἀπορεῖτον, μηδὲν ἀποκνήσητε
                            καὶ αὐτοὶ εἰπεῖν καὶ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="84d"/>
                    
                        
                        διελθεῖν, εἴ πῃ ὑμῖν φαίνεται βέλτιον <add>ἂν</add> λεχθῆναι, καὶ αὖ καὶ
                            ἐμὲ συμπαραλαβεῖν, εἴ τι μᾶλλον οἴεσθε μετ’ ἐμοῦ εὐπορήσειν. <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName> ἔφη·  καὶ
                            μήν, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, τἀληθῆ σοι ἐρῶ. πάλαι γὰρ ἡμῶν ἑκάτερος ἀπορῶν
                            τὸν ἕτερον προωθεῖ καὶ κελεύει ἐρέσθαι διὰ τὸ ἐπιθυμεῖν μὲν ἀκοῦσαι,
                            ὀκνεῖν δὲ ὄχλον παρέχειν, μή σοι ἀηδὲς ᾖ διὰ τὴν παροῦσαν συμφοράν.
                                <milestone ed="P" unit="para"/>καὶ ὃς ἀκούσας ἐγέλασέν τε ἠρέμα καί
                            φησιν·  <name type="noclass" key="0000001:babai/:noclass:nn:nom/voc">Βαβαί</name>, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>· ἦ που χαλεπῶς ἂν τοὺς ἄλλους ἀνθρώπους πείσαιμι
                      
                    
                
                <milestone unit="section" resp="Stephanus" n="84e"/>
                    
                        
                        ὡς οὐ συμφορὰν ἡγοῦμαι τὴν παροῦσαν τύχην, ὅτε γε μηδ’ ὑμᾶς δύναμαι
                            πείθειν, ἀλλὰ φοβεῖσθε μὴ δυσκολώτερόν τι νῦν διάκειμαι ἢ ἐν τῷ πρόσθεν
                            βίῳ·  καί, ὡς ἔοικε, τῶν κύκνων δοκῶ φαυλότερος ὑμῖν εἶναι τὴν μαντικήν,
                            οἳ ἐπειδὰν αἴσθωνται ὅτι δεῖ αὐτοὺς ἀποθανεῖν, ᾄδοντες καὶ ἐν <milestone unit="page" n="85"/><milestone unit="section" resp="Stephanus" n="85a"/>
                        τῷ πρόσθεν χρόνῳ, τότε δὴ πλεῖστα καὶ κάλλιστα ᾄδουσι, γεγηθότες ὅτι
                            μέλλουσι παρὰ τὸν θεὸν ἀπιέναι οὗπέρ εἰσι θεράποντες.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="85"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> οἱ δ’ ἄνθρωποι διὰ
                            τὸ αὑτῶν δέος τοῦ θανάτου καὶ τῶν κύκνων καταψεύδονται, καί φασιν αὐτοὺς
                            θρηνοῦντας τὸν θάνατον ὑπὸ λύπης ἐξᾴδειν, καὶ οὐ λογίζονται ὅτι οὐδὲν
                            ὄρνεον ᾄδει ὅταν πεινῇ ἢ ῥιγῷ ἤ τινα ἄλλην λύπην λυπῆται, οὐδὲ αὐτὴ ἥ τε
                            ἀηδὼν καὶ χελιδὼν καὶ ὁ ἔποψ, ἃ δή φασι διὰ λύπην θρηνοῦντα ᾄδειν. ἀλλ᾽
                            οὔτε ταῦτά μοι φαίνεται <milestone unit="section" resp="Stephanus" n="85b"/>
                     λυπούμενα ᾄδειν οὔτε οἱ κύκνοι, ἀλλ’ ἅτε οἶμαι τοῦ <persName key="0022077:*)apo/llwn:person:masc:gen">Ἀπόλλωνος</persName> ὄντες,
                            μαντικοί τέ εἰσι καὶ προειδότες τὰ ἐν <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName> ἀγαθὰ ᾄδουσι
                            καὶ τέρπονται ἐκείνην τὴν ἡμέραν διαφερόντως ἢ ἐν τῷ ἔμπροσθεν χρόνῳ.
                            ἐγὼ δὲ καὶ αὐτὸς ἡγοῦμαι ὁμόδουλός τε εἶναι τῶν κύκνων καὶ ἱερὸς τοῦ
                            αὐτοῦ θεοῦ, καὶ οὐ χεῖρον ἐκείνων τὴν μαντικὴν ἔχειν παρὰ τοῦ δεσπότου,
                            οὐδὲ δυσθυμότερον αὐτῶν τοῦ βίου ἀπαλλάττεσθαι. ἀλλὰ τούτου γ’ ἕνεκα
                            λέγειν τε χρὴ καὶ ἐρωτᾶν ὅτι ἂν βούλησθε, ἕως ἂν <name type="ethnic" key="0360214:*)aqhnai=os:ethnic:masc/neut:gen 0360214:*)aqhnai=os:ethnic:fem:gen 0017075:*)aqh/naios:group:masc:gen 0000001:*)aqh/naion:noclass:neut:gen 0000001:*)aqh/naia:noclass:neut:gen">Ἀθηναίων</name> ἐῶσιν ἄνδρες ἕνδεκα. <milestone ed="P" unit="para"/>καλῶς, ἔφη, λέγεις, ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>· καὶ ἐγώ
                            τέ σοι ἐρῶ ὃ 
                        <milestone unit="section" resp="Stephanus" n="85c"/>
                     ἀπορῶ, καὶ αὖ ὅδε, ᾗ οὐκ ἀποδέχεται τὰ εἰρημένα. ἐμοὶ γὰρ δοκεῖ, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, περὶ τῶν τοιούτων ἴσως ὥσπερ καὶ σοὶ τὸ μὲν
                            σαφὲς εἰδέναι ἐν τῷ νῦν βίῳ ἢ ἀδύνατον εἶναι ἢ παγχάλεπόν τι, τὸ μέντοι
                            αὖ τὰ λεγόμενα περὶ αὐτῶν μὴ οὐχὶ παντὶ τρόπῳ ἐλέγχειν καὶ μὴ
                            προαφίστασθαι πρὶν ἂν πανταχῇ σκοπῶν ἀπείπῃ τις, πάνυ μαλθακοῦ εἶναι
                            ἀνδρός·  δεῖν γὰρ περὶ αὐτὰ ἕν γέ τι τούτων διαπράξασθαι, ἢ μαθεῖν ὅπῃ
                            ἔχει ἢ εὑρεῖν ἤ, εἰ ταῦτα ἀδύνατον, τὸν γοῦν βέλτιστον τῶν ἀνθρωπίνων
                            λόγων λαβόντα καὶ δυσεξελεγκτότατον, <milestone unit="section" n="85d"/>ἐπὶ τούτου ὀχούμενον ὥσπερ ἐπὶ σχεδίας κινδυνεύοντα διαπλεῦσαι τὸν
                            βίον, εἰ μή τις δύναιτο ἀσφαλέστερον καὶ ἀκινδυνότερον ἐπὶ βεβαιοτέρου
                            ὀχήματος, <del status="unremarkable">ἢ</del> λόγου θείου τινός,
                            διαπορευθῆναι. καὶ δὴ καὶ νῦν ἔγωγε οὐκ ἐπαισχυνθήσομαι ἐρέσθαι, ἐπειδὴ
                            καὶ σὺ ταῦτα λέγεις, οὐδ’ ἐμαυτὸν αἰτιάσομαι ἐν ὑστέρῳ χρόνῳ ὅτι νῦν οὐκ
                            εἶπον ἅ μοι δοκεῖ. ἐμοὶ γάρ, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἐπειδὴ
                            καὶ πρὸς ἐμαυτὸν καὶ πρὸς τόνδε σκοπῶ τὰ εἰρημένα, οὐ πάνυ φαίνεται
                            ἱκανῶς εἰρῆσθαι. 
                        <milestone unit="section" resp="Stephanus" n="85e"/>
                    <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ἴσως γάρ, ἔφη, ὦ ἑταῖρε, ἀληθῆ σοι φαίνεται· 
                            ἀλλὰ λέγε ὅπῃ δὴ οὐχ ἱκανῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="86"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ταύτῃ
                            ἔμοιγε, ἦ δ’ ὅς, ᾗ δὴ καὶ περὶ ἁρμονίας ἄν τις καὶ λύρας τε καὶ χορδῶν
                            τὸν αὐτὸν τοῦτον λόγον εἴποι, ὡς ἡ μὲν ἁρμονία ἀόρατον καὶ ἀσώματον καὶ
                            πάγκαλόν τι καὶ <milestone unit="page" resp="Stephanus" n="86"/>
                       
                
                <milestone unit="section" resp="Stephanus" n="86a"/>
                    
                        
                        θεῖόν ἐστιν ἐν τῇ ἡρμοσμένῃ λύρᾳ, αὐτὴ δ’ ἡ λύρα καὶ αἱ χορδαὶ σώματά τε
                            καὶ σωματοειδῆ καὶ σύνθετα καὶ γεώδη ἐστὶ καὶ τοῦ θνητοῦ συγγενῆ.
                            ἐπειδὰν οὖν ἢ κατάξῃ τις τὴν λύραν ἢ διατέμῃ καὶ διαρρήξῃ τὰς χορδάς, εἴ
                            τις διισχυρίζοιτο τῷ αὐτῷ λόγῳ ὥσπερ σύ, ὡς ἀνάγκη ἔτι εἶναι τὴν
                            ἁρμονίαν ἐκείνην καὶ μὴ ἀπολωλέναι — οὐδεμία γὰρ μηχανὴ ἂν εἴη τὴν μὲν
                            λύραν ἔτι εἶναι διερρωγυιῶν τῶν χορδῶν καὶ τὰς χορδὰς θνητοειδεῖς οὔσας,
                            τὴν δὲ ἁρμονίαν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="86b"/>
                    
                        
                        ἀπολωλέναι τὴν τοῦ θείου τε καὶ ἀθανάτου ὁμοφυῆ τε καὶ συγγενῆ, προτέραν
                            τοῦ θνητοῦ ἀπολομένην — ἀλλὰ φαίη ἀνάγκη ἔτι που εἶναι αὐτὴν τὴν
                            ἁρμονίαν, καὶ πρότερον τὰ ξύλα καὶ τὰς χορδὰς κατασαπήσεσθαι πρίν τι
                            ἐκείνην παθεῖν — καὶ γὰρ οὖν, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, οἶμαι
                            ἔγωγε καὶ αὐτόν σε τοῦτο ἐντεθυμῆσθαι, ὅτι τοιοῦτόν τι μάλιστα
                            ὑπολαμβάνομεν τὴν ψυχὴν εἶναι, ὥσπερ ἐντεταμένου τοῦ σώματος ἡμῶν καὶ
                            συνεχομένου ὑπὸ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ τοιούτων
                            τινῶν, κρᾶσιν εἶναι καὶ ἁρμονίαν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="86c"/>
                    
                        
                        αὐτῶν τούτων τὴν ψυχὴν ἡμῶν, ἐπειδὰν ταῦτα καλῶς καὶ μετρίως κραθῇ πρὸς
                            ἄλληλα — εἰ οὖν τυγχάνει ἡ ψυχὴ οὖσα ἁρμονία τις, δῆλον ὅτι, ὅταν
                            χαλασθῇ τὸ σῶμα ἡμῶν ἀμέτρως ἢ ἐπιταθῇ ὑπὸ νόσων καὶ ἄλλων κακῶν, τὴν
                            μὲν ψυχὴν ἀνάγκη εὐθὺς ὑπάρχει ἀπολωλέναι, καίπερ οὖσαν θειοτάτην, ὥσπερ
                            καὶ αἱ ἄλλαι ἁρμονίαι αἵ τ’ ἐν τοῖς φθόγγοις καὶ ἐν τοῖς τῶν δημιουργῶν
                            ἔργοις πᾶσι, τὰ δὲ λείψανα τοῦ σώματος ἑκάστου πολὺν χρόνον παραμένειν,
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="86d"/>
                    
                        
                        ἕως ἂν ἢ κατακαυθῇ ἢ κατασαπῇ — ὅρα οὖν πρὸς τοῦτον τὸν λόγον τί φήσομεν,
                            ἐάν τις ἀξιοῖ κρᾶσιν οὖσαν τὴν ψυχὴν τῶν ἐν τῷ σώματι ἐν τῷ καλουμένῳ
                            θανάτῳ πρώτην ἀπόλλυσθαι. <milestone ed="P" unit="para"/>διαβλέψας οὖν ὁ
                                <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ὥσπερ τὰ πολλὰ εἰώθει, καὶ μειδιάσας, δίκαια
                            μέντοι, ἔφη, λέγει ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>. εἰ οὖν τις ὑμῶν εὐπορώτερος ἐμοῦ, τί οὐκ
                            ἀπεκρίνατο; καὶ γὰρ οὐ φαύλως ἔοικεν ἁπτομένῳ τοῦ λόγου. δοκεῖ μέντοι
                            μοι χρῆναι πρὸ τῆς ἀποκρίσεως ἔτι πρότερον κέβητος ἀκοῦσαι 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="86e"/>
                    
                        
                        τί αὖ ὅδε ἐγκαλεῖ τῷ λόγῳ, ἵνα χρόνου ἐγγενομένου βουλευσώμεθα τί
                            ἐροῦμεν, ἔπειτα <del status="unremarkable">δὲ</del> ἀκούσαντας ἢ
                            συγχωρεῖν αὐτοῖς ἐάν τι δοκῶσι προσᾴδειν, ἐὰν δὲ μή, οὕτως ἤδη
                            ὑπερδικεῖν τοῦ λόγου. ἀλλ’ ἄγε, ἦ δ’ ὅς, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, λέγε, τί ἦν
                            τὸ σὲ αὖ θρᾶττον <del status="unremarkable">ἀπιστίαν παρέχει</del>.
                                <milestone ed="P" unit="para"/>λέγω δή, ἦ δ’ ὃς ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>.</said></p></div></div></body></text></TEI>