<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="72"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>οὐκοῦν, ἦ δ’ ὅς, εἴπερ
                            ἔστι τὸ ἀναβιώσκεσθαι, ἐκ τῶν <milestone unit="page" resp="Stephanus" n="72"/>
                        <milestone unit="section" resp="Stephanus" n="72a"/>
                     τεθνεώτων ἂν εἴη γένεσις εἰς τοὺς ζῶντας αὕτη, τὸ ἀναβιώσκεσθαι;
                                <milestone ed="P" unit="para"/>πάνυ γε. <milestone ed="P" unit="para"/>ὁμολογεῖται ἄρα ἡμῖν καὶ ταύτῃ τοὺς ζῶντας ἐκ τῶν
                            τεθνεώτων γεγονέναι οὐδὲν ἧττον ἢ τοὺς τεθνεῶτας ἐκ τῶν ζώντων, τούτου
                            δὲ ὄντος ἱκανόν που ἐδόκει τεκμήριον εἶναι ὅτι ἀναγκαῖον τὰς τῶν
                            τεθνεώτων ψυχὰς εἶναί που, ὅθεν δὴ πάλιν γίγνεσθαι. <milestone ed="P" unit="para"/>δοκεῖ μοι, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἐκ τῶν
                            ὡμολογημένων ἀναγκαῖον οὕτως ἔχειν. <milestone ed="P" unit="para"/>ἰδὲ
                            τοίνυν οὕτως, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ὅτι οὐδ’ ἀδίκως ὡμολογήκαμεν, ὡς ἐμοὶ δοκεῖ. εἰ
                            γὰρ μὴ ἀεὶ ἀνταποδιδοίη τὰ 
                 <milestone unit="section" resp="Stephanus" n="72b"/>
                        ἕτερα τοῖς ἑτέροις γιγνόμενα, ὡσπερεὶ κύκλῳ περιιόντα, ἀλλ’ εὐθεῖά τις
                            εἴη ἡ γένεσις ἐκ τοῦ ἑτέρου μόνον εἰς τὸ καταντικρὺ καὶ μὴ ἀνακάμπτοι
                            πάλιν ἐπὶ τὸ ἕτερον μηδὲ καμπὴν ποιοῖτο, οἶσθ’ ὅτι πάντα τελευτῶντα τὸ
                            αὐτὸ σχῆμα ἂν σχοίη καὶ τὸ αὐτὸ πάθος ἂν πάθοι καὶ παύσαιτο γιγνόμενα;
                                <milestone ed="P" unit="para"/>πῶς λέγεις; ἔφη. <milestone ed="P" unit="para"/>οὐδὲν χαλεπόν, ἦ δ’ ὅς, ἐννοῆσαι ὃ λέγω·  ἀλλ’ οἷον εἰ
                            τὸ καταδαρθάνειν μὲν εἴη, τὸ δ’ ἀνεγείρεσθαι μὴ ἀνταποδιδοίη γιγνόμενον
                            ἐκ τοῦ καθεύδοντος, οἶσθ’ ὅτι τελευτῶντα πάντ’ 
                        <milestone unit="section" resp="Stephanus" n="72c"/>
                     <add>ἂν</add> λῆρον τὸν <persName key="0003870:*)endumi/wn:person:masc:acc">Ἐνδυμίωνα</persName>
                            ἀποδείξειεν καὶ οὐδαμοῦ ἂν φαίνοιτο διὰ τὸ καὶ τἆλλα πάντα ταὐτὸν ἐκείνῳ
                            πεπονθέναι, καθεύδειν. κἂν εἰ συγκρίνοιτο μὲν πάντα, διακρίνοιτο δὲ μή,
                            ταχὺ ἂν τὸ τοῦ <persName key="0006619:*)anacago/ras:person:masc:gen">Ἀναξαγόρου</persName> γεγονὸς εἴη, <q>ὁμοῦ πάντα
                                χρήματα.</q> ὡσαύτως δέ, ὦ φίλε <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, καὶ εἰ
                            ἀποθνῄσκοι μὲν πάντα ὅσα τοῦ ζῆν μεταλάβοι, ἐπειδὴ δὲ ἀποθάνοι, μένοι ἐν
                            τούτῳ τῷ σχήματι τὰ τεθνεῶτα καὶ μὴ πάλιν ἀναβιώσκοιτο, ἆρ’ οὐ πολλὴ
                            ἀνάγκη τελευτῶντα πάντα <milestone unit="section" resp="Stephanus" n="72d"/>
                    
                        
                        τεθνάναι καὶ μηδὲν ζῆν; εἰ γὰρ ἐκ μὲν τῶν ἄλλων τὰ ζῶντα γίγνοιτο, τὰ δὲ
                            ζῶντα θνῄσκοι, τίς μηχανὴ μὴ οὐχὶ πάντα καταναλωθῆναι εἰς τὸ τεθνάναι;
                                <milestone ed="P" unit="para"/>οὐδὲ μία μοι δοκεῖ, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἀλλά
                            μοι δοκεῖς παντάπασιν ἀληθῆ λέγειν. <milestone ed="P" unit="para"/>ἔστιν
                            γάρ, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ὡς ἐμοὶ δοκεῖ, παντὸς μᾶλλον οὕτω, καὶ ἡμεῖς αὐτὰ
                            ταῦτα οὐκ ἐξαπατώμενοι ὁμολογοῦμεν, ἀλλ’ ἔστι τῷ ὄντι καὶ τὸ
                            ἀναβιώσκεσθαι καὶ ἐκ τῶν τεθνεώτων τοὺς ζῶντας γίγνεσθαι καὶ τὰς τῶν
                            τεθνεώτων ψυχὰς 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="72e"/>
                    
                        
                        εἶναι <del status="unremarkable">καὶ ταῖς μέν γε ἀγαθαῖς ἄμεινον εἶναι,
                                ταῖς δὲ κακαῖς κάκιον</del>. <milestone ed="P" unit="para"/>καὶ μήν,
                            ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>
                            ὑπολαβών, καὶ κατ’ ἐκεῖνόν γε τὸν λόγον, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, εἰ
                            ἀληθής ἐστιν, ὃν σὺ εἴωθας θαμὰ λέγειν, ὅτι ἡμῖν ἡ μάθησις οὐκ ἄλλο τι ἢ
                            ἀνάμνησις τυγχάνει οὖσα, καὶ κατὰ τοῦτον ἀνάγκη που ἡμᾶς ἐν προτέρῳ τινὶ
                            χρόνῳ μεμαθηκέναι ἃ νῦν ἀναμιμνῃσκόμεθα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="73"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> τοῦτο δὲ <milestone unit="page" resp="Stephanus" n="73"/>
                       
                    
                
                <milestone unit="section" resp="Stephanus" n="73a"/>
                    
                        
                        ἀδύνατον, εἰ μὴ ἦν που ἡμῖν ἡ ψυχὴ πρὶν ἐν τῷδε τῷ ἀνθρωπίνῳ εἴδει
                            γενέσθαι·  ὥστε καὶ ταύτῃ ἀθάνατον ἡ ψυχή τι ἔοικεν εἶναι. <milestone ed="P" unit="para"/>ἀλλά, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἔφη ὁ
                                <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>
                            ὑπολαβών, ποῖαι τούτων αἱ ἀποδείξεις; ὑπόμνησόν με·  οὐ γὰρ σφόδρα ἐν τῷ
                            παρόντι μέμνημαι. <milestone ed="P" unit="para"/>ἑνὶ μὲν λόγῳ, ἔφη ὁ
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>,
                            καλλίστῳ, ὅτι ἐρωτώμενοι οἱ ἄνθρωποι, ἐάν τις καλῶς ἐρωτᾷ, αὐτοὶ
                            λέγουσιν πάντα ᾗ ἔχει — καίτοι εἰ μὴ ἐτύγχανεν αὐτοῖς ἐπιστήμη ἐνοῦσα
                            καὶ ὀρθὸς λόγος, οὐκ ἂν οἷοί τ’ ἦσαν τοῦτο ποιῆσαι — ἔπειτα 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="73b"/>
                    
                        
                        ἐάν τις ἐπὶ τὰ διαγράμματα ἄγῃ ἢ ἄλλο τι τῶν τοιούτων, ἐνταῦθα σαφέστατα
                            κατηγορεῖ ὅτι τοῦτο οὕτως ἔχει. <milestone ed="P" unit="para"/>εἰ δὲ μὴ
                            ταύτῃ γε, ἔφη, πείθῃ, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, σκέψαι ἂν τῇδέ πῄ σοι σκοπουμένῳ συνδόξῃ.
                            ἀπιστεῖς γὰρ δὴ πῶς ἡ καλουμένη μάθησις ἀνάμνησίς ἐστιν; <milestone ed="P" unit="para"/>ἀπιστῶ μέν <del status="unremarkable">σοι</del>
                            ἔγωγε, ἦ δ’ ὃς ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, οὔ, αὐτὸ δὲ τοῦτο, ἔφη, δέομαι παθεῖν περὶ οὗ ὁ
                            λόγος, ἀναμνησθῆναι. καὶ σχεδόν γε ἐξ ὧν <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName> ἐπεχείρησε
                            λέγειν ἤδη μέμνημαι καὶ πείθομαι·  οὐδὲν μεντἂν ἧττον ἀκούοιμι νῦν πῇ σὺ
                            ἐπεχείρησας λέγειν. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="73c"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>τῇδ’ ἔγωγε, ἦ δ’ ὅς. ὁμολογοῦμεν γὰρ
                            δήπου, εἴ τίς τι ἀναμνησθήσεται, δεῖν αὐτὸν τοῦτο πρότερόν ποτε
                            ἐπίστασθαι. <milestone ed="P" unit="para"/>πάνυ γ᾽, ἔφη. <milestone ed="P" unit="para"/>ἆρ’ οὖν καὶ τόδε ὁμολογοῦμεν, ὅταν ἐπιστήμη
                            παραγίγνηται τρόπῳ τοιούτῳ, ἀνάμνησιν εἶναι; λέγω δὲ τίνα τρόπον; τόνδε.
                            ἐάν τίς τι ἕτερον ἢ ἰδὼν ἢ ἀκούσας ἤ τινα ἄλλην αἴσθησιν λαβὼν μὴ μόνον
                            ἐκεῖνο γνῷ, ἀλλὰ καὶ ἕτερον ἐννοήσῃ οὗ μὴ ἡ αὐτὴ ἐπιστήμη ἀλλ’ ἄλλη, ἆρα
                            οὐχὶ τοῦτο δικαίως λέγομεν ὅτι ἀνεμνήσθη, οὗ τὴν ἔννοιαν <milestone unit="section" n="73d"/>ἔλαβεν; <milestone ed="P" unit="para"/>πῶς
                            λέγεις; <milestone ed="P" unit="para"/>οἷον τὰ τοιάδε·  ἄλλη που ἐπιστήμη
                            ἀνθρώπου καὶ λύρας. <milestone ed="P" unit="para"/>πῶς γὰρ οὔ;
                                <milestone ed="P" unit="para"/>οὐκοῦν οἶσθα ὅτι οἱ ἐρασταί, ὅταν
                            ἴδωσιν λύραν ἢ ἱμάτιον ἢ ἄλλο τι οἷς τὰ παιδικὰ αὐτῶν εἴωθε χρῆσθαι,
                            πάσχουσι τοῦτο·  ἔγνωσάν τε τὴν λύραν καὶ ἐν τῇ διανοίᾳ ἔλαβον τὸ εἶδος
                            τοῦ παιδὸς οὗ ἦν ἡ λύρα; τοῦτο δέ ἐστιν ἀνάμνησις·  ὥσπερ γε καὶ
                                <persName key="0003865:*simmi/as:person:masc:acc">Σιμμίαν</persName>
                            τις ἰδὼν πολλάκις κέβητος ἀνεμνήσθη, καὶ ἄλλα που μυρία τοιαῦτ’ ἂν εἴη.
                                <milestone ed="P" unit="para"/>μυρία μέντοι νὴ <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="73e"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>οὐκοῦν, ἦ δ’ ὅς, τὸ τοιοῦτον ἀνάμνησίς
                            τίς ἐστι; μάλιστα μέντοι ὅταν τις τοῦτο πάθῃ περὶ ἐκεῖνα ἃ ὑπὸ χρόνου
                            καὶ τοῦ μὴ ἐπισκοπεῖν ἤδη ἐπελέληστο; <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν, ἔφη. <milestone ed="P" unit="para"/>τί δέ; ἦ δ’ ὅς· 
                            ἔστιν ἵππον γεγραμμένον ἰδόντα καὶ λύραν γεγραμμένην ἀνθρώπου
                            ἀναμνησθῆναι, καὶ <persName key="0003865:*simmi/as:person:masc:acc">Σιμμίαν</persName> ἰδόντα γεγραμμένον κέβητος ἀναμνησθῆναι;
                                <milestone ed="P" unit="para"/>πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="74"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>οὐκοῦν καὶ <persName key="0003865:*simmi/as:person:masc:acc">Σιμμίαν</persName> ἰδόντα
                            γεγραμμένον αὐτοῦ <persName key="0003865:*simmi/as:person:masc:gen">Σιμμίου</persName> ἀναμνησθῆναι; <milestone unit="page" resp="Stephanus" n="74"/>
                <milestone unit="section" resp="Stephanus" n="74a"/>
                            <milestone ed="P" unit="para"/>ἔστι μέντοι, ἔφη. <milestone ed="P" unit="para"/>ἆρ’ οὖν οὐ κατὰ πάντα ταῦτα συμβαίνει τὴν ἀνάμνησιν
                            εἶναι μὲν ἀφ’ ὁμοίων, εἶναι δὲ καὶ ἀπὸ ἀνομοίων; <milestone ed="P" unit="para"/>συμβαίνει. <milestone ed="P" unit="para"/>ἀλλ’ ὅταν γε
                            ἀπὸ τῶν ὁμοίων ἀναμιμνῄσκηταί τίς τι, ἆρ’ οὐκ ἀναγκαῖον τόδε
                            προσπάσχειν, ἐννοεῖν εἴτε τι ἐλλείπει τοῦτο κατὰ τὴν ὁμοιότητα εἴτε μὴ
                            ἐκείνου οὗ ἀνεμνήσθη; <milestone ed="P" unit="para"/>ἀνάγκη, ἔφη.
                                <milestone ed="P" unit="para"/>σκόπει δή, ἦ δ’ ὅς, εἰ ταῦτα οὕτως
                            ἔχει. φαμέν πού τι εἶναι ἴσον, οὐ ξύλον λέγω ξύλῳ οὐδὲ λίθον λίθῳ οὐδ᾽
                            ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλὰ παρὰ ταῦτα πάντα ἕτερόν τι, αὐτὸ τὸ ἴσον· 
                            φῶμέν τι εἶναι ἢ μηδέν; 
                        <milestone unit="section" resp="Stephanus" n="74b"/>
                     <milestone ed="P" unit="para"/>φῶμεν μέντοι νὴ <persName key="0009978:*zeu/s:person:masc:dat 0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:dat 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δί᾽</persName>, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>,
                            θαυμαστῶς γε. <milestone ed="P" unit="para"/>ἦ καὶ ἐπιστάμεθα αὐτὸ ὃ
                            ἔστιν; <milestone ed="P" unit="para"/>πάνυ γε, ἦ δ’ ὅς. <milestone ed="P" unit="para"/>πόθεν λαβόντες αὐτοῦ τὴν ἐπιστήμην; ἆρ’ οὐκ ἐξ
                            ὧν νυνδὴ ἐλέγομεν, ἢ ξύλα ἢ λίθους ἢ ἄλλα ἄττα ἰδόντες ἴσα, ἐκ τούτων
                            ἐκεῖνο ἐνενοήσαμεν, ἕτερον ὂν τούτων; ἢ οὐχ ἕτερόν σοι φαίνεται; σκόπει
                            δὲ καὶ τῇδε. ἆρ’ οὐ λίθοι μὲν ἴσοι καὶ ξύλα ἐνίοτε ταὐτὰ ὄντα τῷ μὲν ἴσα
                            φαίνεται, τῷ δ’ οὔ; <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν.
                                <milestone unit="section" resp="Stephanus" n="74c"/>
                            <milestone ed="P" unit="para"/>τί δέ; αὐτὰ τὰ ἴσα ἔστιν ὅτε ἄνισά σοι
                            ἐφάνη, ἢ ἡ ἰσότης ἀνισότης; <milestone ed="P" unit="para"/>οὐδεπώποτέ
                            γε, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>. <milestone ed="P" unit="para"/>οὐ ταὐτὸν ἄρα
                            ἐστίν, ἦ δ’ ὅς, ταῦτά τε τὰ ἴσα καὶ αὐτὸ τὸ ἴσον. <milestone ed="P" unit="para"/>οὐδαμῶς μοι φαίνεται, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                                <milestone ed="P" unit="para"/>ἀλλὰ μὴν ἐκ τούτων γ᾽, ἔφη, τῶν ἴσων,
                            ἑτέρων ὄντων ἐκείνου τοῦ ἴσου, ὅμως αὐτοῦ τὴν ἐπιστήμην ἐννενόηκάς τε
                            καὶ εἴληφας; <milestone ed="P" unit="para"/>ἀληθέστατα, ἔφη, λέγεις.
                                <milestone ed="P" unit="para"/>οὐκοῦν ἢ ὁμοίου ὄντος τούτοις ἢ
                            ἀνομοίου; <milestone ed="P" unit="para"/>πάνυ γε. <milestone ed="P" unit="para"/>διαφέρει δέ γε, ἦ δ’ ὅς, οὐδέν·  ἕως ἂν ἄλλο ἰδὼν ἀπὸ
                       <milestone unit="section" resp="Stephanus" n="74d"/>
                     ταύτης τῆς ὄψεως ἄλλο ἐννοήσῃς, εἴτε ὅμοιον εἴτε ἀνόμοιον, ἀναγκαῖον,
                            ἔφη, αὐτὸ ἀνάμνησιν γεγονέναι. <milestone ed="P" unit="para"/>πάνυ μὲν
                            οὖν. <milestone ed="P" unit="para"/>τί δέ; ἦ δ’ ὅς·  ἦ πάσχομέν τι
                            τοιοῦτον περὶ τὰ ἐν τοῖς ξύλοις τε καὶ οἷς νυνδὴ ἐλέγομεν τοῖς ἴσοις;
                            ἆρα φαίνεται ἡμῖν οὕτως ἴσα εἶναι ὥσπερ αὐτὸ τὸ ὃ ἔστιν, ἢ ἐνδεῖ τι
                            ἐκείνου τῷ τοιοῦτον εἶναι οἷον τὸ ἴσον, ἢ οὐδέν; <milestone ed="P" unit="para"/>καὶ πολύ γε, ἔφη, ἐνδεῖ. <milestone ed="P" unit="para"/>οὐκοῦν ὁμολογοῦμεν, ὅταν τίς τι ἰδὼν ἐννοήσῃ ὅτι βούλεται μὲν τοῦτο ὃ
                            νῦν ἐγὼ ὁρῶ εἶναι οἷον ἄλλο τι τῶν ὄντων, <milestone unit="section" n="74e"/>ἐνδεῖ δὲ καὶ οὐ δύναται τοιοῦτον εἶναι <del status="unremarkable">ἴσον</del> οἷον ἐκεῖνο, ἀλλ’ ἔστιν φαυλότερον,
                            ἀναγκαῖόν που τὸν τοῦτο ἐννοοῦντα τυχεῖν προειδότα ἐκεῖνο ᾧ φησιν αὐτὸ
                            προσεοικέναι μέν, ἐνδεεστέρως δὲ ἔχειν; <milestone ed="P" unit="para"/>ἀνάγκη. <milestone ed="P" unit="para"/>τί οὖν; τὸ τοιοῦτον πεπόνθαμεν
                            καὶ ἡμεῖς ἢ οὒ περί τε τὰ ἴσα καὶ αὐτὸ τὸ ἴσον; <milestone ed="P" unit="para"/>παντάπασί γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="75"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ἀναγκαῖον
                            ἄρα ἡμᾶς προειδέναι τὸ ἴσον πρὸ ἐκείνου τοῦ <milestone unit="page" resp="Stephanus" n="75"/>
                      <milestone unit="section" resp="Stephanus" n="75a"/>
                     χρόνου ὅτε τὸ πρῶτον ἰδόντες τὰ ἴσα ἐνενοήσαμεν ὅτι ὀρέγεται μὲν πάντα
                            ταῦτα εἶναι οἷον τὸ ἴσον, ἔχει δὲ ἐνδεεστέρως. <milestone ed="P" unit="para"/>ἔστι ταῦτα. <milestone ed="P" unit="para"/>ἀλλὰ μὴν καὶ
                            τόδε ὁμολογοῦμεν, μὴ ἄλλοθεν αὐτὸ ἐννενοηκέναι μηδὲ δυνατὸν εἶναι
                            ἐννοῆσαι ἀλλ’ ἢ ἐκ τοῦ ἰδεῖν ἢ ἅψασθαι ἢ ἔκ τινος ἄλλης τῶν αἰσθήσεων· 
                            ταὐτὸν δὲ πάντα ταῦτα λέγω. <milestone ed="P" unit="para"/>ταὐτὸν γὰρ
                            ἔστιν, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, πρός γε ὃ βούλεται δηλῶσαι ὁ λόγος. <milestone ed="P" unit="para"/>ἀλλὰ μὲν δὴ ἔκ γε τῶν αἰσθήσεων δεῖ ἐννοῆσαι ὅτι
                         <milestone unit="section" resp="Stephanus" n="75b"/>
                    πάντα τὰ ἐν ταῖς αἰσθήσεσιν ἐκείνου τε ὀρέγεται τοῦ ὃ ἔστιν ἴσον, καὶ
                            αὐτοῦ ἐνδεέστερά ἐστιν·  ἢ πῶς λέγομεν; <milestone ed="P" unit="para"/>οὕτως. <milestone ed="P" unit="para"/>πρὸ τοῦ ἄρα ἄρξασθαι ἡμᾶς ὁρᾶν
                            καὶ ἀκούειν καὶ τἆλλα αἰσθάνεσθαι τυχεῖν ἔδει που εἰληφότας ἐπιστήμην
                            αὐτοῦ τοῦ ἴσου ὅτι ἔστιν, εἰ ἐμέλλομεν τὰ ἐκ τῶν αἰσθήσεων ἴσα ἐκεῖσε
                            ἀνοίσειν, ὅτι προθυμεῖται μὲν πάντα τοιαῦτ’ εἶναι οἷον ἐκεῖνο, ἔστιν δὲ
                            αὐτοῦ φαυλότερα. <milestone ed="P" unit="para"/>ἀνάγκη ἐκ τῶν
                            προειρημένων, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>. <milestone ed="P" unit="para"/>οὐκοῦν
                            γενόμενοι εὐθὺς ἑωρῶμέν τε καὶ ἠκούομεν καὶ τὰς ἄλλας αἰσθήσεις εἴχομεν;
                                <milestone ed="P" unit="para"/>πάνυ γε. 
                        <milestone unit="section" resp="Stephanus" n="75c"/>
                     <milestone ed="P" unit="para"/>ἔδει δέ γε, φαμέν, πρὸ τούτων τὴν τοῦ
                            ἴσου ἐπιστήμην εἰληφέναι; <milestone ed="P" unit="para"/>ναί. <milestone ed="P" unit="para"/>πρὶν γενέσθαι ἄρα, ὡς ἔοικεν, ἀνάγκη ἡμῖν αὐτὴν
                            εἰληφέναι. <milestone ed="P" unit="para"/>ἔοικεν. <milestone ed="P" unit="para"/>οὐκοῦν εἰ μὲν λαβόντες αὐτὴν πρὸ τοῦ γενέσθαι ἔχοντες
                            ἐγενόμεθα, ἠπιστάμεθα καὶ πρὶν γενέσθαι καὶ εὐθὺς γενόμενοι οὐ μόνον τὸ
                            ἴσον καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἀλλὰ καὶ σύμπαντα τὰ τοιαῦτα; οὐ γὰρ
                            περὶ τοῦ ἴσου νῦν ὁ λόγος ἡμῖν μᾶλλόν τι ἢ καὶ περὶ αὐτοῦ τοῦ καλοῦ καὶ
                            αὐτοῦ τοῦ <milestone unit="section" resp="Stephanus" n="75d"/>ἀγαθοῦ καὶ δικαίου καὶ
                            ὁσίου καί, ὅπερ λέγω, περὶ ἁπάντων οἷς ἐπισφραγιζόμεθα τὸ <q>αὐτὸ ὃ ἔστι</q> καὶ ἐν ταῖς ἐρωτήσεσιν ἐρωτῶντες
                            καὶ ἐν ταῖς ἀποκρίσεσιν ἀποκρινόμενοι. ὥστε ἀναγκαῖον ἡμῖν τούτων πάντων
                            τὰς ἐπιστήμας πρὸ τοῦ γενέσθαι εἰληφέναι. <milestone ed="P" unit="para"/>ἔστι ταῦτα. <milestone ed="P" unit="para"/>καὶ εἰ μέν γε λαβόντες
                            ἑκάστοτε μὴ ἐπιλελήσμεθα, εἰδότας ἀεὶ γίγνεσθαι καὶ ἀεὶ διὰ βίου
                            εἰδέναι·  τὸ γὰρ εἰδέναι τοῦτ’ ἔστιν, λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ
                            ἀπολωλεκέναι·  ἢ οὐ τοῦτο λήθην λέγομεν, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, ἐπιστήμης ἀποβολήν; <milestone unit="section" n="75e"/>
                            <milestone ed="P" unit="para"/>πάντως δήπου, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                                <milestone ed="P" unit="para"/>εἰ δέ γε οἶμαι λαβόντες πρὶν γενέσθαι
                            γιγνόμενοι ἀπωλέσαμεν, ὕστερον δὲ ταῖς αἰσθήσεσι χρώμενοι περὶ αὐτὰ
                            ἐκείνας ἀναλαμβάνομεν τὰς ἐπιστήμας ἅς ποτε καὶ πρὶν εἴχομεν, ἆρ’ οὐχ ὃ
                            καλοῦμεν μανθάνειν οἰκείαν ἂν ἐπιστήμην ἀναλαμβάνειν εἴη; τοῦτο δέ που
                            ἀναμιμνῄσκεσθαι λέγοντες ὀρθῶς ἂν λέγοιμεν; <milestone ed="P" unit="para"/>πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="76"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone unit="page" resp="Stephanus" n="76"/><milestone unit="section" resp="Stephanus" n="76a"/><milestone ed="P" unit="para"/>δυνατὸν γὰρ δὴ τοῦτό γε ἐφάνη, αἰσθόμενόν
                            τι ἢ ἰδόντα ἢ ἀκούσαντα ἤ τινα ἄλλην αἴσθησιν λαβόντα ἕτερόν τι ἀπὸ
                            τούτου ἐννοῆσαι ὃ ἐπελέληστο, ᾧ τοῦτο ἐπλησίαζεν ἀνόμοιον ὂν ἢ ᾧ ὅμοιον· 
                            ὥστε, ὅπερ λέγω, δυοῖν θάτερα, ἤτοι ἐπιστάμενοί γε αὐτὰ γεγόναμεν καὶ
                            ἐπιστάμεθα διὰ βίου πάντες, ἢ ὕστερον, οὕς φαμεν μανθάνειν, οὐδὲν ἀλλ’ ἢ
                            ἀναμιμνῄσκονται οὗτοι, καὶ ἡ μάθησις ἀνάμνησις ἂν εἴη. <milestone ed="P" unit="para"/>καὶ μάλα δὴ οὕτως ἔχει, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                                <milestone ed="P" unit="para"/>πότερον οὖν αἱρῇ, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>; ἐπισταμένους ἡμᾶς γεγονέναι, 
                        <milestone unit="section" resp="Stephanus" n="76b"/>
                     ἢ ἀναμιμνῄσκεσθαι ὕστερον ὧν πρότερον ἐπιστήμην εἰληφότες ἦμεν;
                                <milestone ed="P" unit="para"/>οὐκ ἔχω, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἐν τῷ
                            παρόντι ἑλέσθαι. <milestone ed="P" unit="para"/>τί δέ; τόδε ἔχεις
                            ἑλέσθαι, καὶ πῇ σοι δοκεῖ περὶ αὐτοῦ; ἀνὴρ ἐπιστάμενος περὶ ὧν ἐπίσταται
                            ἔχοι ἂν δοῦναι λόγον ἢ οὔ; <milestone ed="P" unit="para"/>πολλὴ ἀνάγκη,
                            ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>. <milestone ed="P" unit="para"/>ἦ καὶ δοκοῦσί
                            σοι πάντες ἔχειν διδόναι λόγον περὶ τούτων ὧν νυνδὴ ἐλέγομεν; <milestone ed="P" unit="para"/>βουλοίμην μεντἄν, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>· ἀλλὰ
                            πολὺ μᾶλλον φοβοῦμαι μὴ αὔριον τηνικάδε οὐκέτι ᾖ ἀνθρώπων οὐδεὶς ἀξίως
                            οἷός τε τοῦτο ποιῆσαι. 
                        <milestone unit="section" resp="Stephanus" n="76c"/>
                     <milestone ed="P" unit="para"/>οὐκ ἄρα δοκοῦσί σοι ἐπίστασθαί γε, ἔφη, ὦ
                                <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, πάντες αὐτά; <milestone ed="P" unit="para"/>οὐδαμῶς. <milestone ed="P" unit="para"/>ἀναμιμνῄσκονται ἄρα ἅ ποτε
                            ἔμαθον; <milestone ed="P" unit="para"/>ἀνάγκη. <milestone ed="P" unit="para"/>πότε λαβοῦσαι αἱ ψυχαὶ ἡμῶν τὴν ἐπιστήμην αὐτῶν; οὐ γὰρ
                            δὴ ἀφ’ οὗ γε ἄνθρωποι γεγόναμεν. <milestone ed="P" unit="para"/>οὐ δῆτα.
                                <milestone ed="P" unit="para"/>πρότερον ἄρα. <milestone ed="P" unit="para"/>ναί. <milestone ed="P" unit="para"/>ἦσαν ἄρα, ὦ
                                <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, αἱ ψυχαὶ καὶ πρότερον, πρὶν εἶναι ἐν ἀνθρώπου
                            εἴδει, χωρὶς σωμάτων, καὶ φρόνησιν εἶχον. <milestone ed="P" unit="para"/>εἰ μὴ ἄρα ἅμα γιγνόμενοι λαμβάνομεν, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ταύτας
                            τὰς ἐπιστήμας·  οὗτος γὰρ λείπεται ἔτι ὁ χρόνος. 
                        <milestone unit="section" resp="Stephanus" n="76d"/>
                    <milestone ed="P" unit="para"/>εἶεν, ὦ ἑταῖρε·  ἀπόλλυμεν δὲ αὐτὰς ἐν
                            ποίῳ ἄλλῳ χρόνῳ; — οὐ γὰρ δὴ ἔχοντές γε αὐτὰς γιγνόμεθα, ὡς ἄρτι
                            ὡμολογήσαμεν — ἢ ἐν τούτῳ ἀπόλλυμεν ἐν ᾧπερ καὶ λαμβάνομεν; ἢ ἔχεις
                            ἄλλον τινὰ εἰπεῖν χρόνον; <milestone ed="P" unit="para"/>οὐδαμῶς, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἀλλὰ ἔλαθον ἐμαυτὸν οὐδὲν εἰπών. <milestone ed="P" unit="para"/>ἆρ’ οὖν οὕτως ἔχει, ἔφη, ἡμῖν, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>; εἰ μὲν ἔστιν ἃ θρυλοῦμεν ἀεί, καλόν τέ τι καὶ
                            ἀγαθὸν καὶ πᾶσα ἡ τοιαύτη οὐσία, καὶ ἐπὶ ταύτην τὰ ἐκ τῶν αἰσθήσεων
                            πάντα ἀναφέρομεν, 
                        <milestone unit="section" resp="Stephanus" n="76e"/>  
                        ὑπάρχουσαν πρότερον ἀνευρίσκοντες ἡμετέραν οὖσαν, καὶ ταῦτα ἐκείνῃ
                            ἀπεικάζομεν, ἀναγκαῖον, οὕτως ὥσπερ καὶ ταῦτα ἔστιν, οὕτως καὶ τὴν
                            ἡμετέραν ψυχὴν εἶναι καὶ πρὶν γεγονέναι ἡμᾶς·  εἰ δὲ μὴ ἔστι ταῦτα, ἄλλως
                            ἂν ὁ λόγος οὗτος εἰρημένος εἴη; ἆρ’ οὕτως ἔχει, καὶ ἴση ἀνάγκη ταῦτά τε
                            εἶναι καὶ τὰς ἡμετέρας ψυχὰς πρὶν καὶ ἡμᾶς γεγονέναι, καὶ εἰ μὴ ταῦτα,
                            οὐδὲ τάδε;</said></p></div></div></body></text></TEI>