<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="117"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, εἰκότως γε, ἔφη, ὦ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>,
                            ἐκεῖνοί τε ταῦτα ποιοῦσιν, οὓς σὺ λέγεις — οἴονται γὰρ κερδαίνειν ταῦτα
                            ποιήσαντες — καὶ ἔγωγε ταῦτα εἰκότως οὐ ποιήσω·  οὐδὲν γὰρ <milestone unit="page" n="117"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="117a"/>
                    
                        
                        οἶμαι κερδανεῖν ὀλίγον ὕστερον πιὼν ἄλλο γε ἢ γέλωτα ὀφλήσειν παρ᾽
                            ἐμαυτῷ, γλιχόμενος τοῦ ζῆν καὶ φειδόμενος οὐδενὸς ἔτι ἐνόντος. ἀλλ’ ἴθι,
                            ἔφη, πείθου καὶ μὴ ἄλλως ποίει. <milestone ed="P" unit="para"/>καὶ ὁ
                                <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName> ἀκούσας ἔνευσε τῷ παιδὶ πλησίον ἑστῶτι. καὶ ὁ
                            παῖς ἐξελθὼν καὶ συχνὸν χρόνον διατρίψας ἧκεν ἄγων τὸν μέλλοντα δώσειν
                            τὸ φάρμακον, ἐν κύλικι φέροντα τετριμμένον. ἰδὼν δὲ ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> τὸν ἄνθρωπον, εἶεν, ἔφη, ὦ βέλτιστε, σὺ γὰρ
                            τούτων ἐπιστήμων, τί χρὴ ποιεῖν; <milestone ed="P" unit="para"/>οὐδὲν
                            ἄλλο, ἔφη, ἢ πιόντα περιιέναι, ἕως ἄν σου βάρος 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="117b"/>
                    
                        
                        ἐν τοῖς σκέλεσι γένηται, ἔπειτα κατακεῖσθαι·  καὶ οὕτως αὐτὸ ποιήσει. καὶ
                            ἅμα ὤρεξε τὴν κύλικα τῷ <persName key="0048728:*swkra/ths:person:masc:nom/voc/acc 0048728:*swkra/ths:person:masc:dat 0000001:*swkrate/w:noclass:nn:dat">Σωκράτει</persName>. <milestone ed="P" unit="para"/>καὶ ὃς λαβὼν
                            καὶ μάλα ἵλεως, ὦ <persName key="0001077:*)exekra/ths:person:masc:voc">Ἐχέκρατες</persName>, οὐδὲν τρέσας οὐδὲ διαφθείρας οὔτε τοῦ
                            χρώματος οὔτε τοῦ προσώπου, ἀλλ’ ὥσπερ εἰώθει ταυρηδὸν ὑποβλέψας πρὸς
                            τὸν ἄνθρωπον, τί λέγεις, ἔφη, περὶ τοῦδε τοῦ πώματος πρὸς τὸ ἀποσπεῖσαί
                            τινι; ἔξεστιν ἢ οὔ; <milestone ed="P" unit="para"/>τοσοῦτον, ἔφη, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, τρίβομεν ὅσον οἰόμεθα μέτριον εἶναι πιεῖν.
                                <milestone unit="section" resp="Stephanus" n="117c"/>
                            <milestone ed="P" unit="para"/>μανθάνω, ἦ δ’ ὅς·  ἀλλ’ εὔχεσθαί γέ που
                            τοῖς θεοῖς ἔξεστί τε καὶ χρή, τὴν μετοίκησιν τὴν ἐνθένδε ἐκεῖσε εὐτυχῆ
                            γενέσθαι·  ἃ δὴ καὶ ἐγὼ εὔχομαί τε καὶ γένοιτο ταύτῃ. καὶ ἅμ’ εἰπὼν ταῦτα
                            ἐπισχόμενος καὶ μάλα εὐχερῶς καὶ εὐκόλως ἐξέπιεν. καὶ ἡμῶν οἱ πολλοὶ
                            τέως μὲν ἐπιεικῶς οἷοί τε ἦσαν κατέχειν τὸ μὴ δακρύειν, ὡς δὲ εἴδομεν
                            πίνοντά τε καὶ πεπωκότα, οὐκέτι, ἀλλ’ ἐμοῦ γε βίᾳ καὶ αὐτοῦ ἀστακτὶ
                            ἐχώρει τὰ δάκρυα, ὥστε ἐγκαλυψάμενος ἀπέκλαον ἐμαυτόν — οὐ γὰρ δὴ
                            ἐκεῖνόν γε, ἀλλὰ τὴν ἐμαυτοῦ τύχην, οἵου ἀνδρὸς 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="117d"/>
                    
                        
                        ἑταίρου ἐστερημένος εἴην. ὁ δὲ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName> ἔτι
                            πρότερος ἐμοῦ, ἐπειδὴ οὐχ οἷός τ’ ἦν κατέχειν τὰ δάκρυα, ἐξανέστη.
                                <persName key="0001120:*)apollo/dwros:person:masc:nom">Ἀπολλόδωρος</persName> δὲ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ οὐδὲν ἐπαύετο
                            δακρύων, καὶ δὴ καὶ τότε ἀναβρυχησάμενος κλάων καὶ ἀγανακτῶν οὐδένα
                            ὅντινα οὐ κατέκλασε τῶν παρόντων πλήν γε αὐτοῦ <persName key="0048728:*swkra/ths:person:masc:gen">Σωκράτους</persName>.
                                <milestone ed="P" unit="para"/>ἐκεῖνος δέ, οἷα, ἔφη, ποιεῖτε, ὦ θαυμάσιοι. ἐγὼ μέντοι οὐχ ἥκιστα τούτου ἕνεκα
                                τὰς γυναῖκας ἀπέπεμψα, ἵνα μὴ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="117e"/>
                    
                        
                        τοιαῦτα πλημμελοῖεν·  καὶ γὰρ ἀκήκοα ὅτι ἐν εὐφημίᾳ
                                χρὴ τελευτᾶν. ἀλλ’ ἡσυχίαν τε ἄγετε καὶ καρτερεῖτε.
                            <milestone ed="P" unit="para"/>καὶ ἡμεῖς ἀκούσαντες ᾐσχύνθημέν τε καὶ
                            ἐπέσχομεν τοῦ δακρύειν. ὁ δὲ περιελθών, ἐπειδή οἱ βαρύνεσθαι ἔφη τὰ
                            σκέλη, κατεκλίνη ὕπτιος — οὕτω γὰρ ἐκέλευεν ὁ ἄνθρωπος — καὶ ἅμα
                            ἐφαπτόμενος αὐτοῦ οὗτος ὁ δοὺς τὸ φάρμακον, διαλιπὼν χρόνον ἐπεσκόπει
                            τοὺς πόδας καὶ τὰ σκέλη, κἄπειτα σφόδρα πιέσας αὐτοῦ τὸν πόδα ἤρετο εἰ
                            αἰσθάνοιτο, <milestone unit="page" resp="Stephanus" n="118"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="118a"/>
                    
                        
                        ὁ δ’ οὐκ ἔφη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="118"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                        καὶ μετὰ τοῦτο αὖθις τὰς κνήμας·  καὶ ἐπανιὼν οὕτως ἡμῖν
                            ἐπεδείκνυτο ὅτι ψύχοιτό τε καὶ πήγνυτο. καὶ αὐτὸς ἥπτετο καὶ εἶπεν ὅτι,
                            ἐπειδὰν πρὸς τῇ καρδίᾳ γένηται αὐτῷ, τότε οἰχήσεται. <milestone ed="P" unit="para"/>ἤδη οὖν σχεδόν τι αὐτοῦ ἦν τὰ περὶ τὸ ἦτρον ψυχόμενα,
                            καὶ ἐκκαλυψάμενος — ἐνεκεκάλυπτο γάρ — εἶπεν — ὃ δὴ τελευταῖον ἐφθέγξατο
                            — <q>ὦ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>,
                                ἔφη, τῷ <persName key="0015072:*)asklhpio/s:person:masc:dat">Ἀσκληπιῷ</persName> ὀφείλομεν ἀλεκτρυόνα·  ἀλλὰ ἀπόδοτε καὶ μὴ
                                ἀμελήσητε.</q>
                            <milestone ed="P" unit="para"/>ἀλλὰ ταῦτα, ἔφη, ἔσται, ὁ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>· ἀλλ᾽
                            ὅρα εἴ τι ἄλλο λέγεις. <milestone ed="P" unit="para"/>ταῦτα ἐρομένου
                            αὐτοῦ οὐδὲν ἔτι ἀπεκρίνατο, ἀλλ’ ὀλίγον χρόνον διαλιπὼν ἐκινήθη τε καὶ ὁ
                            ἄνθρωπος ἐξεκάλυψεν αὐτόν, καὶ ὃς τὰ ὄμματα ἔστησεν·  ἰδὼν δὲ ὁ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>
                            συνέλαβε τὸ στόμα καὶ τοὺς ὀφθαλμούς. <milestone ed="P" unit="para"/>ἥδε
                            ἡ τελευτή, ὦ <persName key="0001077:*)exekra/ths:person:masc:voc">Ἐχέκρατες</persName>, τοῦ ἑταίρου ἡμῖν ἐγένετο, ἀνδρός, ὡς ἡμεῖς
                            φαῖμεν ἄν, τῶν τότε ὧν ἐπειράθημεν ἀρίστου καὶ ἄλλως φρονιμωτάτου καὶ
                            δικαιοτάτου.</said></p></div></div></body></text></TEI>