<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="115"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                ὑμεῖς μὲν οὖν, ἔφη, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName> τε καὶ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName> καὶ οἱ ἄλλοι,
                            εἰς αὖθις ἔν τινι χρόνῳ ἕκαστοι πορεύσεσθε·  ἐμὲ δὲ νῦν ἤδη καλεῖ, φαίη
                            ἂν ἀνὴρ τραγικός, ἡ εἱμαρμένη, καὶ σχεδόν τί μοι ὥρα τραπέσθαι πρὸς τὸ
                            λουτρόν·  δοκεῖ γὰρ δὴ βέλτιον εἶναι λουσάμενον πιεῖν τὸ φάρμακον καὶ μὴ
                            πράγματα ταῖς γυναιξὶ παρέχειν νεκρὸν λούειν.
                    
                
                <milestone unit="section" resp="Stephanus" n="115b"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>ταῦτα δὴ εἰπόντος αὐτοῦ ὁ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>, εἶεν,
                            ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>· τί δὲ τούτοις ἢ ἐμοὶ ἐπιστέλλεις ἢ περὶ τῶν
                            παίδων ἢ περὶ ἄλλου του, ὅτι ἄν σοι ποιοῦντες ἡμεῖς ἐν χάριτι μάλιστα
                            ποιοῖμεν; <milestone ed="P" unit="para"/>ἅπερ ἀεὶ λέγω, ἔφη, ὦ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>, οὐδὲν
                            καινότερον·  ὅτι ὑμῶν αὐτῶν ἐπιμελούμενοι ὑμεῖς καὶ ἐμοὶ καὶ τοῖς ἐμοῖς
                            καὶ ὑμῖν αὐτοῖς ἐν χάριτι ποιήσετε ἅττ’ ἂν ποιῆτε, κἂν μὴ νῦν
                            ὁμολογήσητε·  ἐὰν δὲ ὑμῶν <del status="unremarkable">μὲν</del> αὐτῶν
                            ἀμελῆτε καὶ μὴ ᾽θέλητε ὥσπερ κατ’ ἴχνη κατὰ τὰ νῦν τε εἰρημένα καὶ τὰ ἐν
                            τῷ ἔμπροσθεν χρόνῳ ζῆν, οὐδὲ ἐὰν πολλὰ ὁμολογήσητε 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="115c"/>
                    
                        
                        ἐν τῷ παρόντι καὶ σφόδρα, οὐδὲν πλέον ποιήσετε. <milestone ed="P" unit="para"/>ταῦτα μὲν τοίνυν προθυμησόμεθα, ἔφη, οὕτω ποιεῖν· 
                            θάπτωμεν δέ σε τίνα τρόπον; <milestone ed="P" unit="para"/>ὅπως ἄν, ἔφη,
                            βούλησθε, ἐάνπερ γε λάβητέ με καὶ μὴ ἐκφύγω ὑμᾶς. γελάσας δὲ ἅμα ἡσυχῇ
                            καὶ πρὸς ἡμᾶς ἀποβλέψας εἶπεν·  οὐ πείθω, ὦ ἄνδρες, <persName key="0005627:*kri/twn:person:masc:acc">Κρίτωνα</persName>, ὡς ἐγώ
                            εἰμι οὗτος <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ὁ νυνὶ διαλεγόμενος καὶ διατάττων ἕκαστον τῶν
                            λεγομένων, ἀλλ’ οἴεταί με ἐκεῖνον εἶναι 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="115d"/>
                    
                        
                        ὃν ὄψεται ὀλίγον ὕστερον νεκρόν, καὶ ἐρωτᾷ δὴ πῶς με θάπτῃ. ὅτι δὲ ἐγὼ
                            πάλαι πολὺν λόγον πεποίημαι, ὡς, ἐπειδὰν πίω τὸ φάρμακον, οὐκέτι ὑμῖν
                            παραμενῶ, ἀλλ’ οἰχήσομαι ἀπιὼν εἰς μακάρων δή τινας εὐδαιμονίας, ταῦτά
                            μοι δοκῶ αὐτῷ ἄλλως λέγειν, παραμυθούμενος ἅμα μὲν ὑμᾶς, ἅμα δ’ ἐμαυτόν.
                            ἐγγυήσασθε οὖν με πρὸς <persName key="0005627:*kri/twn:person:masc:acc">Κρίτωνα</persName>, ἔφη, τὴν ἐναντίαν ἐγγύην ἢ ἣν οὗτος πρὸς τοὺς
                            δικαστὰς ἠγγυᾶτο. οὗτος μὲν γὰρ ἦ μὴν παραμενεῖν·  ὑμεῖς δὲ ἦ μὴν μὴ
                            παραμενεῖν ἐγγυήσασθε ἐπειδὰν ἀποθάνω, ἀλλὰ οἰχήσεσθαι 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="115e"/>
                    
                        
                        ἀπιόντα, ἵνα <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName> ῥᾷον φέρῃ, καὶ μὴ ὁρῶν μου τὸ σῶμα ἢ καόμενον ἢ
                            κατορυττόμενον ἀγανακτῇ ὑπὲρ ἐμοῦ ὡς δεινὰ πάσχοντος, μηδὲ λέγῃ ἐν τῇ
                            ταφῇ ὡς ἢ προτίθεται <persName key="0048728:*swkra/ths:person:masc:voc 0048728:*swkra/ths:person:masc:nom/voc/acc 0048728:*swkra/ths:person:masc:acc 0000001:*swkrate/w:noclass:nn:voc">Σωκράτη</persName> ἢ ἐκφέρει ἢ κατορύττει. εὖ γὰρ ἴσθι, ἦ δ’ ὅς, ὦ
                            ἄριστε <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>, τὸ μὴ καλῶς λέγειν οὐ μόνον εἰς αὐτὸ τοῦτο
                            πλημμελές, ἀλλὰ καὶ κακόν τι ἐμποιεῖ ταῖς ψυχαῖς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="116"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> ἀλλὰ θαρρεῖν τε χρὴ
                            καὶ φάναι τοὐμὸν σῶμα θάπτειν, καὶ θάπτειν <milestone unit="page" resp="Stephanus" n="116"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="116a"/>
                    
                        
                        οὕτως ὅπως ἄν σοι φίλον ᾖ καὶ μάλιστα ἡγῇ νόμιμον εἶναι. <milestone ed="P" unit="para"/>ταῦτ’ εἰπὼν ἐκεῖνος μὲν ἀνίστατο εἰς οἴκημά τι
                            ὡς λουσόμενος, καὶ ὁ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName> εἵπετο
                            αὐτῷ, ἡμᾶς δ’ ἐκέλευε περιμένειν. περιεμένομεν οὖν πρὸς ἡμᾶς αὐτοὺς
                            διαλεγόμενοι περὶ τῶν εἰρημένων καὶ ἀνασκοποῦντες, τοτὲ δ’ αὖ περὶ τῆς
                            συμφορᾶς διεξιόντες ὅση ἡμῖν γεγονυῖα εἴη, ἀτεχνῶς ἡγούμενοι ὥσπερ
                            πατρὸς στερηθέντες διάξειν ὀρφανοὶ τὸν ἔπειτα βίον. ἐπειδὴ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="116b"/>
                    
                        
                        δὲ ἐλούσατο καὶ ἠνέχθη παρ’ αὐτὸν τὰ παιδία — δύο γὰρ αὐτῷ ὑεῖς σμικροὶ
                            ἦσαν, εἷς δὲ μέγας — καὶ αἱ οἰκεῖαι γυναῖκες ἀφίκοντο ἐκεῖναι, ἐναντίον
                            τοῦ <persName key="0005627:*kri/twn:person:masc:gen">Κρίτωνος</persName>
                            διαλεχθείς τε καὶ ἐπιστείλας ἅττα ἐβούλετο, τὰς μὲν γυναῖκας καὶ τὰ
                            παιδία ἀπιέναι ἐκέλευσεν, αὐτὸς δὲ ἧκε παρ’ ἡμᾶς. καὶ ἦν ἤδη ἐγγὺς ἡλίου
                            δυσμῶν·  χρόνον γὰρ πολὺν διέτριψεν ἔνδον. ἐλθὼν δ’ ἐκαθέζετο λελουμένος
                            καὶ οὐ πολλὰ ἄττα μετὰ ταῦτα διελέχθη, καὶ ἧκεν ὁ τῶν ἕνδεκα ὑπηρέτης
                            καὶ στὰς 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="116c"/>
                    
                        
                        παρ’ αὐτόν, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἔφη, οὐ καταγνώσομαί γε σοῦ ὅπερ ἄλλων
                            καταγιγνώσκω, ὅτι μοι χαλεπαίνουσι καὶ καταρῶνται ἐπειδὰν αὐτοῖς
                            παραγγείλω πίνειν τὸ φάρμακον ἀναγκαζόντων τῶν ἀρχόντων. σὲ δὲ ἐγὼ καὶ
                            ἄλλως ἔγνωκα ἐν τούτῳ τῷ χρόνῳ γενναιότατον καὶ πρᾳότατον καὶ ἄριστον
                            ἄνδρα ὄντα τῶν πώποτε δεῦρο ἀφικομένων, καὶ δὴ καὶ νῦν εὖ οἶδ’ ὅτι οὐκ
                            ἐμοὶ χαλεπαίνεις, γιγνώσκεις γὰρ τοὺς αἰτίους, ἀλλὰ ἐκείνοις. νῦν οὖν,
                            οἶσθα γὰρ ἃ ἦλθον 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="116d"/>
                    
                        
                        ἀγγέλλων, χαῖρέ τε καὶ πειρῶ ὡς ῥᾷστα φέρειν τὰ ἀναγκαῖα. καὶ ἅμα
                            δακρύσας μεταστρεφόμενος ἀπῄει. <milestone ed="P" unit="para"/>καὶ ὁ
                                <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> ἀναβλέψας πρὸς αὐτόν, καὶ σύ, ἔφη, χαῖρε, καὶ
                            ἡμεῖς ταῦτα ποιήσομεν. καὶ ἅμα πρὸς ἡμᾶς, ὡς ἀστεῖος, ἔφη, ὁ ἄνθρωπος· 
                            καὶ παρὰ πάντα μοι τὸν χρόνον προσῄει καὶ διελέγετο ἐνίοτε καὶ ἦν ἀνδρῶν
                            λῷστος, καὶ νῦν ὡς γενναίως με ἀποδακρύει. ἀλλ’ ἄγε δή, ὦ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>,
                            πειθώμεθα αὐτῷ, καὶ ἐνεγκάτω τις τὸ φάρμακον, εἰ τέτριπται·  εἰ δὲ μή,
                            τριψάτω ὁ ἄνθρωπος.
                    
                
                <milestone unit="section" resp="Stephanus" n="116e"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>, ἀλλ᾽
                            οἶμαι, ἔφη, ἔγωγε, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἔτι ἥλιον εἶναι ἐπὶ τοῖς ὄρεσιν καὶ οὔπω
                            δεδυκέναι. καὶ ἅμα ἐγὼ οἶδα καὶ ἄλλους πάνυ ὀψὲ πίνοντας, ἐπειδὰν
                            παραγγελθῇ αὐτοῖς, δειπνήσαντάς τε καὶ πιόντας εὖ μάλα, καὶ
                            συγγενομένους γ’ ἐνίους ὧν ἂν τύχωσιν ἐπιθυμοῦντες. ἀλλὰ μηδὲν ἐπείγου· 
                            ἔτι γὰρ ἐγχωρεῖ.</said></p></div></div></body></text></TEI>