<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="113"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>τὰ μὲν οὖν δὴ ἄλλα πολλά τε καὶ μεγάλα καὶ
                            παντοδαπὰ ῥεύματά ἐστι·  τυγχάνει δ’ ἄρα ὄντα ἐν τούτοις τοῖς πολλοῖς
                            τέτταρ’ ἄττα ῥεύματα, ὧν τὸ μὲν μέγιστον καὶ ἐξωτάτω ῥέον περὶ κύκλῳ ὁ
                            καλούμενος <persName key="0002807:*)wkeano/s:person:masc:nom">Ὠκεανός</persName> ἐστιν, τούτου δὲ καταντικρὺ καὶ ἐναντίως ῥέων
                                <persName key="0002350:*)axe/rwn:person:masc:nom 0001316:*)axe/rwn:place:masc:nom">Ἀχέρων</persName>, ὃς δι’  ἐρήμων τε τόπων <milestone unit="page" resp="Stephanus" n="113"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="113a"/>
                    
                        
                        ῥεῖ ἄλλων καὶ δὴ καὶ ὑπὸ γῆν ῥέων εἰς τὴν λίμνην ἀφικνεῖται τὴν <name type="noclass" key="0000001:*)axerousia/s:noclass:fem:acc">Ἀχερουσιάδα</name>, οὗ αἱ τῶν τετελευτηκότων ψυχαὶ τῶν πολλῶν
                            ἀφικνοῦνται καί τινας εἱμαρμένους χρόνους μείνασαι, αἱ μὲν μακροτέρους,
                            αἱ δὲ βραχυτέρους, πάλιν ἐκπέμπονται εἰς τὰς τῶν ζῴων γενέσεις. τρίτος
                            δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει, καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει
                            εἰς τόπον μέγαν πυρὶ πολλῷ καόμενον, καὶ λίμνην ποιεῖ μείζω τῆς παρ᾽
                            ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ·  ἐντεῦθεν δὲ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="113b"/>
                    
                        
                        χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος δὲ τῇ γῇ ἄλλοσέ τε
                            ἀφικνεῖται καὶ παρ’ ἔσχατα τῆς <name type="noclass" key="0000001:*)axerousia/s:noclass:fem:gen">Ἀχερουσιάδος</name>
                            λίμνης, οὐ συμμειγνύμενος τῷ ὕδατι·  περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆς
                            ἐμβάλλει κατωτέρω τοῦ <persName key="0001053:*ta/rtaros:person:fem:gen 0001000:*ta/rtaros:place:fem:gen 0000001:*tartaro/w:noclass:nn:gen">Ταρτάρου</persName>· οὗτος δ’ ἐστὶν ὃν ἐπονομάζουσιν <placeName key="0001000:*puriflege/qwn:place:masc:acc">Πυριφλεγέθοντα</placeName>, οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀναφυσῶσιν
                            ὅπῃ ἂν τύχωσι τῆς γῆς. τούτου δὲ αὖ καταντικρὺ ὁ τέταρτος ἐκπίπτει εἰς
                            τόπον πρῶτον δεινόν τε καὶ ἄγριον, ὡς λέγεται, χρῶμα δ’ ἔχοντα ὅλον οἷον
                            ὁ <milestone unit="section" resp="Stephanus" n="113c"/>κυανός, ὃν δὴ ἐπονομάζουσι <name type="noclass" key="0000001:*stu/gios:noclass:neut:nom/voc/acc 0000001:*stu/gios:noclass:masc:acc 0000001:*stu/gios:noclass:masc/fem:acc">Στύγιον</name>, καὶ τὴν λίμνην ἣν ποιεῖ ὁ ποταμὸς ἐμβάλλων,
                                <placeName key="0005334:*stu/c:place:fem:acc 0002246:*stu/c:person:fem:acc">Στύγα</placeName>· ὁ δ’ ἐμπεσὼν ἐνταῦθα καὶ δεινὰς δυνάμεις λαβὼν
                            ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς, περιελιττόμενος χωρεῖ ἐναντίος τῷ
                                <placeName key="0001000:*puriflege/qwn:place:masc:dat">Πυριφλεγέθοντι</placeName> καὶ ἀπαντᾷ ἐν τῇ <name type="noclass" key="0000001:*)axerousia/s:noclass:fem:dat">Ἀχερουσιάδι</name> λίμνῃ
                            ἐξ ἐναντίας·  καὶ οὐδὲ τὸ τούτου ὕδωρ οὐδενὶ μείγνυται, ἀλλὰ καὶ οὗτος
                            κύκλῳ περιελθὼν ἐμβάλλει εἰς τὸν <persName key="0001053:*ta/rtaros:person:fem:acc 0001000:*ta/rtaros:place:fem:acc">Τάρταρον</persName> ἐναντίος τῷ <placeName key="0001000:*puriflege/qwn:place:masc:dat">Πυριφλεγέθοντι</placeName>· ὄνομα δὲ τούτῳ ἐστίν, ὡς οἱ ποιηταὶ
                            λέγουσιν, κωκυτός. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="113d"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>τούτων δὲ οὕτως πεφυκότων, ἐπειδὰν
                            ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει,
                            πρῶτον μὲν διεδικάσαντο οἵ τε καλῶς καὶ ὁσίως βιώσαντες καὶ οἱ μή. καὶ
                            οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν <persName key="0002350:*)axe/rwn:person:masc:acc 0001316:*)axe/rwn:place:masc:acc">Ἀχέροντα</persName>, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ
                            τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι
                            τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκεν, τῶν τε
                            εὐεργεσιῶν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="113e"/>
                    
                        
                        τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος·  οἳ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ
                            τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους
                            ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει
                            ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν <persName key="0001053:*ta/rtaros:person:fem:acc 0001000:*ta/rtaros:place:fem:acc">Τάρταρον</persName>, ὅθεν οὔποτε ἐκβαίνουσιν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="114"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                οἳ δ’ ἂν ἰάσιμα μὲν
                            μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ μητέρα
                                <milestone unit="page" resp="Stephanus" n="114"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="114a"/>
                    
                        
                        ὑπ’ ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον
                            βιῶσιν, ἢ ἀνδροφόνοι τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτους δὲ
                            ἐμπεσεῖν μὲν εἰς τὸν <persName key="0001053:*ta/rtaros:person:fem:acc 0001000:*ta/rtaros:place:fem:acc">Τάρταρον</persName> ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ
                            γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν <placeName key="0001000:*kwkuto/s:place:masc:acc">Κωκυτόν</placeName>, τοὺς δὲ
                            πατραλοίας καὶ μητραλοίας κατὰ τὸν <placeName key="0001000:*puriflege/qwn:place:masc:acc">Πυριφλεγέθοντα</placeName>· ἐπειδὰν δὲ φερόμενοι γένωνται κατὰ τὴν
                            λίμνην τὴν <name type="noclass" key="0000001:*)axerousia/s:noclass:fem:acc">Ἀχερουσιάδα</name>,
                            ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἱ μὲν οὓς ἀπέκτειναν, οἱ δὲ οὓς ὕβρισαν,
                            καλέσαντες δ’ ἱκετεύουσι <milestone unit="section" resp="Stephanus" n="114b"/>καὶ δέονται
                            ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην καὶ δέξασθαι, καὶ ἐὰν μὲν πείσωσιν,
                            ἐκβαίνουσί τε καὶ λήγουσι τῶν κακῶν, εἰ δὲ μή, φέρονται αὖθις εἰς τὸν
                                <persName key="0001053:*ta/rtaros:person:fem:acc 0001000:*ta/rtaros:place:fem:acc">Τάρταρον</persName> καὶ ἐκεῖθεν πάλιν εἰς τοὺς ποταμούς, καὶ ταῦτα
                            πάσχοντες οὐ πρότερον παύονται πρὶν ἂν πείσωσιν οὓς ἠδίκησαν·  αὕτη γὰρ ἡ
                            δίκη ὑπὸ τῶν δικαστῶν αὐτοῖς ἐτάχθη. οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς
                            τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ
                            ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι
                    
                
                <milestone unit="section" resp="Stephanus" n="114c"/>
                    
                        
                        ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ
                            γῆς οἰκιζόμενοι. τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε
                            σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον, καὶ εἰς οἰκήσεις ἔτι
                            τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς
                            ἐν τῷ παρόντι. ἀλλὰ τούτων δὴ ἕνεκα χρὴ ὧν διεληλύθαμεν, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, πᾶν ποιεῖν ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ
                            μετασχεῖν·  καλὸν γὰρ τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη. <milestone unit="section" n="114d"/>
                            <milestone ed="P" unit="para"/>τὸ μὲν οὖν ταῦτα διισχυρίσασθαι οὕτως
                            ἔχειν ὡς ἐγὼ διελήλυθα, οὐ πρέπει νοῦν ἔχοντι ἀνδρί·  ὅτι μέντοι ἢ ταῦτ᾽
                            ἐστὶν ἢ τοιαῦτ’ ἄττα περὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰς οἰκήσεις, ἐπείπερ
                            ἀθάνατόν γε ἡ ψυχὴ φαίνεται οὖσα, τοῦτο καὶ πρέπειν μοι δοκεῖ καὶ ἄξιον
                            κινδυνεῦσαι οἰομένῳ οὕτως ἔχειν — καλὸς γὰρ ὁ κίνδυνος — καὶ χρὴ τὰ
                            τοιαῦτα ὥσπερ ἐπᾴδειν ἑαυτῷ, διὸ δὴ ἔγωγε καὶ πάλαι μηκύνω τὸν μῦθον.
                            ἀλλὰ τούτων δὴ ἕνεκα θαρρεῖν χρὴ περὶ τῇ ἑαυτοῦ ψυχῇ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="114e"/>
                    
                        
                        ἄνδρα ὅστις ἐν τῷ βίῳ τὰς μὲν ἄλλας ἡδονὰς τὰς περὶ τὸ σῶμα καὶ τοὺς
                            κόσμους εἴασε χαίρειν, ὡς ἀλλοτρίους τε ὄντας, καὶ πλέον θάτερον
                            ἡγησάμενος ἀπεργάζεσθαι, τὰς δὲ περὶ τὸ μανθάνειν ἐσπούδασέ τε καὶ
                            κοσμήσας τὴν ψυχὴν οὐκ ἀλλοτρίῳ ἀλλὰ τῷ αὐτῆς κόσμῳ, σωφροσύνῃ τε καὶ
                                <milestone unit="page" resp="Stephanus" n="115"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="115a"/>
                    
                        
                        δικαιοσύνῃ καὶ ἀνδρείᾳ καὶ ἐλευθερίᾳ καὶ ἀληθείᾳ, οὕτω περιμένει τὴν εἰς
                                <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName>
                            πορείαν <del status="unremarkable">ὡς πορευσόμενος ὅταν ἡ εἱμαρμένη
                                καλῇ</del>.</said></p></div></div></body></text></TEI>