<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="111"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                        τὴν δὲ γῆν αὐτὴν
                            κεκοσμῆσθαι τούτοις τε ἅπασι καὶ ἔτι χρυσῷ τε καὶ ἀργύρῳ καὶ <milestone unit="page" n="111"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="111a"/>
                    
                        
                        τοῖς ἄλλοις αὖ τοῖς τοιούτοις. ἐκφανῆ γὰρ αὐτὰ πεφυκέναι, ὄντα πολλὰ
                            πλήθει καὶ μεγάλα καὶ πανταχοῦ τῆς γῆς, ὥστε αὐτὴν ἰδεῖν εἶναι θέαμα
                            εὐδαιμόνων θεατῶν. ζῷα δ’ ἐπ’ αὐτῇ εἶναι ἄλλα τε πολλὰ καὶ ἀνθρώπους,
                            τοὺς μὲν ἐν μεσογαίᾳ οἰκοῦντας, τοὺς δὲ περὶ τὸν ἀέρα ὥσπερ ἡμεῖς περὶ
                            τὴν θάλατταν, τοὺς δ’ ἐν νήσοις ἃς περιρρεῖν τὸν ἀέρα πρὸς τῇ ἠπείρῳ
                            οὔσας·  καὶ ἑνὶ λόγῳ, ὅπερ ἡμῖν τὸ ὕδωρ τε καὶ ἡ θάλαττά ἐστι πρὸς τὴν
                            ἡμετέραν χρείαν, τοῦτο ἐκεῖ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="111b"/>
                    
                        
                        τὸν ἀέρα, ὃ δὲ ἡμῖν ἀήρ, ἐκείνοις τὸν αἰθέρα. τὰς δὲ ὥρας αὐτοῖς κρᾶσιν
                            ἔχειν τοιαύτην ὥστε ἐκείνους ἀνόσους εἶναι καὶ χρόνον τε ζῆν πολὺ πλείω
                            τῶν ἐνθάδε, καὶ ὄψει καὶ ἀκοῇ καὶ φρονήσει καὶ πᾶσι τοῖς τοιούτοις ἡμῶν
                            ἀφεστάναι τῇ αὐτῇ ἀποστάσει ᾗπερ ἀήρ τε ὕδατος ἀφέστηκεν καὶ αἰθὴρ ἀέρος
                            πρὸς καθαρότητα. καὶ δὴ καὶ θεῶν ἄλση τε καὶ ἱερὰ αὐτοῖς εἶναι, ἐν οἷς
                            τῷ ὄντι οἰκητὰς θεοὺς εἶναι, καὶ φήμας τε καὶ μαντείας καὶ αἰσθήσεις τῶν
                            θεῶν καὶ τοιαύτας συνουσίας 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="111c"/>
                    
                        
                        γίγνεσθαι αὐτοῖς πρὸς αὐτούς·  καὶ τόν γε ἥλιον καὶ σελήνην καὶ ἄστρα
                            ὁρᾶσθαι ὑπ’ αὐτῶν οἷα τυγχάνει ὄντα, καὶ τὴν ἄλλην εὐδαιμονίαν τούτων
                            ἀκόλουθον εἶναι. <milestone ed="P" unit="para"/>καὶ ὅλην μὲν δὴ τὴν γῆν
                            οὕτω πεφυκέναι καὶ τὰ περὶ τὴν γῆν·  τόπους δ’ ἐν αὐτῇ εἶναι κατὰ τὰ
                            ἔγκοιλα αὐτῆς κύκλῳ περὶ ὅλην πολλούς, τοὺς μὲν βαθυτέρους καὶ
                            ἀναπεπταμένους μᾶλλον ἢ ἐν ᾧ ἡμεῖς οἰκοῦμεν, τοὺς δὲ βαθυτέρους ὄντας τὸ
                            χάσμα αὐτοὺς ἔλαττον ἔχειν τοῦ παρ’ ἡμῖν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="111d"/>
                    
                        
                        τόπου, ἔστι δ’ οὓς καὶ βραχυτέρους τῷ βάθει τοῦ ἐνθάδε εἶναι καὶ
                            πλατυτέρους. τούτους δὲ πάντας ὑπὸ γῆν εἰς ἀλλήλους συντετρῆσθαί τε
                            πολλαχῇ καὶ κατὰ στενότερα καὶ εὐρύτερα καὶ διεξόδους ἔχειν, ᾗ πολὺ μὲν
                            ὕδωρ ῥεῖν ἐξ ἀλλήλων εἰς ἀλλήλους ὥσπερ εἰς κρατῆρας, καὶ ἀενάων ποταμῶν
                            ἀμήχανα μεγέθη ὑπὸ τὴν γῆν καὶ θερμῶν ὑδάτων καὶ ψυχρῶν, πολὺ δὲ πῦρ καὶ
                            πυρὸς μεγάλους ποταμούς, πολλοὺς δὲ ὑγροῦ πηλοῦ καὶ καθαρωτέρου καὶ
                            βορβορωδεστέρου,
                    
                
                <milestone unit="section" resp="Stephanus" n="111e"/>
                    
                        
                        ὥσπερ ἐν <placeName key="0103108:*sikeli/a:place:fem:nom/voc 0103108:*sikeli/a:place:fem:dat">Σικελίᾳ</placeName> οἱ πρὸ τοῦ ῥύακος πηλοῦ ῥέοντες ποταμοὶ καὶ
                            αὐτὸς ὁ ῥύαξ·  ὧν δὴ καὶ ἑκάστους τοὺς τόπους πληροῦσθαι, ὡς ἂν ἑκάστοις
                            τύχῃ ἑκάστοτε ἡ περιρροὴ γιγνομένη. ταῦτα δὲ πάντα κινεῖν ἄνω καὶ κάτω
                            ὥσπερ αἰώραν τινὰ ἐνοῦσαν ἐν τῇ γῇ·  ἔστι δὲ ἄρα αὕτη ἡ αἰώρα διὰ φύσιν
                            τοιάνδε τινά.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="112"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> ἕν τι τῶν χασμάτων τῆς γῆς ἄλλως τε <milestone unit="page" resp="Stephanus" n="112"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="112a"/>
                    
                        
                        μέγιστον τυγχάνει ὂν καὶ διαμπερὲς τετρημένον δι’  ὅλης τῆς γῆς, τοῦτο
                            ὅπερ <persName key="0095973:*(/omhros:person:masc:nom">Ὅμηρος</persName>
                            εἶπε, λέγων αὐτό <quote type="verse"><l met="dactylic" part="N">τῆλε μάλ᾽, ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι
                                    βέρεθρον· </l></quote>
                            <bibl n="Hom. Il. 8.14" default="false">Hom. Il. 8.14</bibl> ὃ καὶ
                            ἄλλοθι καὶ ἐκεῖνος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν <persName key="0001053:*ta/rtaros:person:fem:acc 0001000:*ta/rtaros:place:fem:acc">Τάρταρον</persName> κεκλήκασιν. εἰς γὰρ τοῦτο τὸ χάσμα συρρέουσί τε
                            πάντες οἱ ποταμοὶ καὶ ἐκ τούτου πάλιν ἐκρέουσιν·  γίγνονται δὲ ἕκαστοι
                            τοιοῦτοι δι’  οἵας ἂν καὶ τῆς γῆς ῥέωσιν. ἡ δὲ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="112b"/>
                    
                        
                        αἰτία ἐστὶν τοῦ ἐκρεῖν τε ἐντεῦθεν καὶ εἰσρεῖν πάντα τὰ ῥεύματα, ὅτι
                            πυθμένα οὐκ ἔχει οὐδὲ βάσιν τὸ ὑγρὸν τοῦτο. αἰωρεῖται δὴ καὶ κυμαίνει
                            ἄνω καὶ κάτω, καὶ ὁ ἀὴρ καὶ τὸ πνεῦμα τὸ περὶ αὐτὸ ταὐτὸν ποιεῖ· 
                            συνέπεται γὰρ αὐτῷ καὶ ὅταν εἰς τὸ ἐπ’ ἐκεῖνα τῆς γῆς ὁρμήσῃ καὶ ὅταν
                            εἰς τὸ ἐπὶ τάδε, καὶ ὥσπερ τῶν ἀναπνεόντων ἀεὶ ἐκπνεῖ τε καὶ ἀναπνεῖ
                            ῥέον τὸ πνεῦμα, οὕτω καὶ ἐκεῖ συναιωρούμενον τῷ ὑγρῷ τὸ πνεῦμα δεινούς
                            τινας ἀνέμους καὶ ἀμηχάνους παρέχεται καὶ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="112c"/>
                    
                        
                        εἰσιὸν καὶ ἐξιόν. ὅταν τε οὖν ὑποχωρήσῃ τὸ ὕδωρ εἰς τὸν τόπον τὸν δὴ κάτω
                            καλούμενον, τοῖς κατ’ ἐκεῖνα τὰ ῥεύματα <del status="unremarkable">διὰ</del> τῆς γῆς εἰσρεῖ τε καὶ πληροῖ αὐτὰ ὥσπερ οἱ ἐπαντλοῦντες· 
                            ὅταν τε αὖ ἐκεῖθεν μὲν ἀπολίπῃ, δεῦρο δὲ ὁρμήσῃ, τὰ ἐνθάδε πληροῖ αὖθις,
                            τὰ δὲ πληρωθέντα ῥεῖ διὰ τῶν ὀχετῶν καὶ διὰ τῆς γῆς, καὶ εἰς τοὺς τόπους
                            ἕκαστα ἀφικνούμενα, εἰς οὓς ἑκάστοις ὡδοποίηται, θαλάττας τε καὶ λίμνας
                            καὶ ποταμοὺς καὶ κρήνας ποιεῖ·  ἐντεῦθεν δὲ πάλιν δυόμενα 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="112d"/>
                    
                        
                        κατὰ τῆς γῆς, τὰ μὲν μακροτέρους τόπους περιελθόντα καὶ πλείους, τὰ δὲ
                            ἐλάττους καὶ βραχυτέρους, πάλιν εἰς τὸν <persName key="0001053:*ta/rtaros:person:fem:acc 0001000:*ta/rtaros:place:fem:acc">Τάρταρον</persName> ἐμβάλλει, τὰ μὲν πολὺ κατωτέρω <add>ἢ</add> ᾗ
                            ἐπηντλεῖτο, τὰ δὲ ὀλίγον·  πάντα δὲ ὑποκάτω εἰσρεῖ τῆς ἐκροῆς, καὶ ἔνια
                            μὲν καταντικρὺ <add>ἢ</add> ᾗ <del status="unremarkable">εἰσρεῖ</del>
                            ἐξέπεσεν, ἔνια δὲ κατὰ τὸ αὐτὸ μέρος·  ἔστι δὲ ἃ παντάπασιν κύκλῳ
                            περιελθόντα, ἢ ἅπαξ ἢ καὶ πλεονάκις περιελιχθέντα περὶ τὴν γῆν ὥσπερ οἱ
                            ὄφεις, εἰς τὸ δυνατὸν κάτω καθέντα πάλιν ἐμβάλλει. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="112e"/>
                    
                        
                        δυνατὸν δέ ἐστιν ἑκατέρωσε μέχρι τοῦ μέσου καθιέναι, πέρα δ’ οὔ·  ἄναντες
                            γὰρ ἀμφοτέροις τοῖς ῥεύμασι τὸ ἑκατέρωθεν γίγνεται μέρος.</said></p></div></div></body></text></TEI>