<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="107"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>παντὸς μᾶλλον ἄρα, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ψυχὴ
                            ἀθάνατον καὶ <milestone unit="page" resp="Stephanus" n="107"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="107a"/>
                    
                        
                        ἀνώλεθρον, καὶ τῷ ὄντι ἔσονται ἡμῶν αἱ ψυχαὶ ἐν <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName>. <milestone ed="P" unit="para"/>οὔκουν ἔγωγε, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἔφη,
                            ἔχω παρὰ ταῦτα ἄλλο τι λέγειν οὐδέ πῃ ἀπιστεῖν τοῖς λόγοις. ἀλλ’ εἰ δή
                            τι <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>
                            ὅδε ἤ τις ἄλλος ἔχει λέγειν, εὖ ἔχει μὴ κατασιγῆσαι·  ὡς οὐκ οἶδα εἰς
                            ὅντινά τις ἄλλον καιρὸν ἀναβάλλοιτο ἢ τὸν νῦν παρόντα, περὶ τῶν τοιούτων
                            βουλόμενος ἤ τι εἰπεῖν ἢ ἀκοῦσαι. <milestone ed="P" unit="para"/>ἀλλὰ
                            μήν, ἦ δ’ ὃς ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, οὐδ’ αὐτὸς ἔχω ἔτι ὅπῃ ἀπιστῶ ἔκ γε τῶν
                            λεγομένων·  ὑπὸ μέντοι τοῦ μεγέθους περὶ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="107b"/>
                    
                        
                        ὧν οἱ λόγοι εἰσίν, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν ἀτιμάζων, ἀναγκάζομαι
                            ἀπιστίαν ἔτι ἔχειν παρ’ ἐμαυτῷ περὶ τῶν εἰρημένων. <milestone ed="P" unit="para"/>οὐ μόνον γ᾽, ἔφη, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ἀλλὰ ταῦτά τε εὖ λέγεις καὶ τάς γε ὑποθέσεις
                            τὰς πρώτας, καὶ εἰ πισταὶ ὑμῖν εἰσιν, ὅμως ἐπισκεπτέαι σαφέστερον·  καὶ
                            ἐὰν αὐτὰς ἱκανῶς διέλητε, ὡς ἐγᾦμαι, ἀκολουθήσετε τῷ λόγῳ, καθ’ ὅσον
                            δυνατὸν μάλιστ’ ἀνθρώπῳ ἐπακολουθῆσαι·  κἂν τοῦτο αὐτὸ σαφὲς γένηται,
                            οὐδὲν ζητήσετε περαιτέρω. <milestone ed="P" unit="para"/>ἀληθῆ, ἔφη,
                            λέγεις. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="107c"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>ἀλλὰ τόδε γ᾽, ἔφη, ὦ ἄνδρες, δίκαιον
                            διανοηθῆναι, ὅτι, εἴπερ ἡ ψυχὴ ἀθάνατος, ἐπιμελείας δὴ δεῖται οὐχ ὑπὲρ
                            τοῦ χρόνου τούτου μόνον ἐν ᾧ καλοῦμεν τὸ ζῆν, ἀλλ’ ὑπὲρ τοῦ παντός, καὶ
                            ὁ κίνδυνος νῦν δὴ καὶ δόξειεν ἂν δεινὸς εἶναι, εἴ τις αὐτῆς ἀμελήσει. εἰ
                            μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν τοῖς κακοῖς
                            ἀποθανοῦσι τοῦ τε σώματος ἅμ’ ἀπηλλάχθαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς
                            ψυχῆς·  νῦν δ’ ἐπειδὴ ἀθάνατος φαίνεται οὖσα, οὐδεμία ἂν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="107d"/>
                    
                        
                        εἴη αὐτῇ ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡς βελτίστην τε καὶ
                            φρονιμωτάτην γενέσθαι. οὐδὲν γὰρ ἄλλο ἔχουσα εἰς <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName> ἡ ψυχὴ
                            ἔρχεται πλὴν τῆς παιδείας τε καὶ τροφῆς, ἃ δὴ καὶ μέγιστα λέγεται
                            ὠφελεῖν ἢ βλάπτειν τὸν τελευτήσαντα εὐθὺς ἐν ἀρχῇ τῆς ἐκεῖσε πορείας.
                            λέγεται δὲ οὕτως, ὡς ἄρα τελευτήσαντα ἕκαστον ὁ ἑκάστου δαίμων, ὅσπερ
                            ζῶντα εἰλήχει, οὗτος ἄγειν ἐπιχειρεῖ εἰς δή τινα τόπον, οἷ δεῖ τοὺς
                            συλλεγέντας διαδικασαμένους εἰς <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="107e"/>
                    
                        
                        πορεύεσθαι μετὰ ἡγεμόνος ἐκείνου ᾧ δὴ προστέτακται τοὺς ἐνθένδε ἐκεῖσε
                            πορεῦσαι·  τυχόντας δὲ ἐκεῖ ὧν δὴ τυχεῖν καὶ μείναντας ὃν χρὴ χρόνον
                            ἄλλος δεῦρο πάλιν ἡγεμὼν κομίζει ἐν πολλαῖς χρόνου καὶ μακραῖς
                            περιόδοις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="108"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> ἔστι δὲ ἄρα ἡ πορεία οὐχ ὡς ὁ <persName key="0030663:*ai)sxu/los:person:masc:gen">Αἰσχύλου</persName>
                            <persName key="0006633:*th/lefos:person:masc:nom">Τήλεφος</persName>
                            λέγει·  ἐκεῖνος <milestone unit="page" resp="Stephanus" n="108"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="108a"/>
                    
                        
                        μὲν γὰρ ἁπλῆν οἶμόν φησιν εἰς <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName> φέρειν, ἡ δ᾽
                            οὔτε ἁπλῆ οὔτε μία φαίνεταί μοι εἶναι. οὐδὲ γὰρ ἂν ἡγεμόνων ἔδει·  οὐ γάρ
                            πού τις ἂν διαμάρτοι οὐδαμόσε μιᾶς ὁδοῦ οὔσης. νῦν δὲ ἔοικε σχίσεις τε
                            καὶ τριόδους πολλὰς ἔχειν·  ἀπὸ τῶν θυσιῶν τε καὶ νομίμων τῶν ἐνθάδε
                            τεκμαιρόμενος λέγω. ἡ μὲν οὖν κοσμία τε καὶ φρόνιμος ψυχὴ ἕπεταί τε καὶ
                            οὐκ ἀγνοεῖ τὰ παρόντα·  ἡ δ’ ἐπιθυμητικῶς τοῦ σώματος ἔχουσα, ὅπερ ἐν τῷ
                            ἔμπροσθεν εἶπον, περὶ ἐκεῖνο πολὺν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="108b"/>
                    
                        
                        χρόνον ἐπτοημένη καὶ περὶ τὸν ὁρατὸν τόπον, πολλὰ ἀντιτείνασα καὶ πολλὰ
                            παθοῦσα, βίᾳ καὶ μόγις ὑπὸ τοῦ προστεταγμένου δαίμονος οἴχεται ἀγομένη.
                            ἀφικομένην δὲ ὅθιπερ αἱ ἄλλαι, τὴν μὲν ἀκάθαρτον καί τι πεποιηκυῖαν
                            τοιοῦτον, ἢ φόνων ἀδίκων ἡμμένην ἢ ἄλλ’ ἄττα τοιαῦτα εἰργασμένην, ἃ
                            τούτων ἀδελφά τε καὶ ἀδελφῶν ψυχῶν ἔργα τυγχάνει ὄντα, ταύτην μὲν ἅπας
                            φεύγει τε καὶ ὑπεκτρέπεται καὶ οὔτε συνέμπορος οὔτε ἡγεμὼν ἐθέλει
                            γίγνεσθαι, αὐτὴ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="108c"/>
                    
                        
                        δὲ πλανᾶται ἐν πάσῃ ἐχομένη ἀπορίᾳ ἕως ἂν δή τινες χρόνοι γένωνται, ὧν
                            ἐλθόντων ὑπ’ ἀνάγκης φέρεται εἰς τὴν αὐτῇ πρέπουσαν οἴκησιν·  ἡ δὲ
                            καθαρῶς τε καὶ μετρίως τὸν βίον διεξελθοῦσα, καὶ συνεμπόρων καὶ ἡγεμόνων
                            θεῶν τυχοῦσα, ᾤκησεν τὸν αὐτῇ ἑκάστη τόπον προσήκοντα. εἰσὶν δὲ πολλοὶ
                            καὶ θαυμαστοὶ τῆς γῆς τόποι, καὶ αὐτὴ οὔτε οἵα οὔτε ὅση δοξάζεται ὑπὸ
                            τῶν περὶ γῆς εἰωθότων λέγειν, ὡς ἐγὼ ὑπό τινος πέπεισμαι. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="108d"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, πῶς
                            ταῦτα, ἔφη, λέγεις, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>; περὶ γάρ τοι γῆς καὶ αὐτὸς πολλὰ δὴ ἀκήκοα, οὐ
                            μέντοι ταῦτα ἃ σὲ πείθει·  ἡδέως οὖν ἂν ἀκούσαιμι. <milestone ed="P" unit="para"/>ἀλλὰ μέντοι, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, οὐχ ἡ <persName key="0005907:*glau=kos:person:masc:gen 0004420:*glau/kos:person:masc:gen 0001363:*glau=kos:place:masc:gen">Γλαύκου</persName> τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ γ’ ἐστίν· 
                            ὡς μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν <persName key="0005907:*glau=kos:person:masc:gen 0004420:*glau/kos:person:masc:gen 0001363:*glau=kos:place:masc:gen">Γλαύκου</persName> τέχνην, καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ’ ἂν οἷός τε
                            εἴην, ἅμα δέ, εἰ καὶ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμός, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, τῷ μήκει τοῦ λόγου οὐκ ἐξαρκεῖν. τὴν μέντοι
                            ἰδέαν τῆς γῆς οἵαν
                    
                
                <milestone unit="section" resp="Stephanus" n="108e"/>
                    
                        
                        πέπεισμαι εἶναι, καὶ τοὺς τόπους αὐτῆς οὐδέν με κωλύει λέγειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="109"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ἀλλ᾽, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, καὶ
                            ταῦτα ἀρκεῖ. <milestone ed="P" unit="para"/>πέπεισμαι τοίνυν, ἦ δ’ ὅς,
                            ἐγὼ ὡς πρῶτον μέν, εἰ ἔστιν ἐν μέσῳ τῷ οὐρανῷ περιφερὴς οὖσα, μηδὲν αὐτῇ
                            δεῖν μήτε <milestone unit="page" resp="Stephanus" n="109"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="109a"/>
                    
                        
                        ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἄλλης ἀνάγκης μηδεμιᾶς τοιαύτης, ἀλλὰ ἱκανὴν
                            εἶναι αὐτὴν ἴσχειν τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ ἑαυτῷ πάντῃ καὶ τῆς
                            γῆς αὐτῆς τὴν ἰσορροπίαν·  ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ
                            τεθὲν οὐχ ἕξει μᾶλλον οὐδ’ ἧττον οὐδαμόσε κλιθῆναι, ὁμοίως δ’ ἔχον
                            ἀκλινὲς μενεῖ. πρῶτον μὲν τοίνυν, ἦ δ’ ὅς, τοῦτο πέπεισμαι. <milestone ed="P" unit="para"/>καὶ ὀρθῶς γε, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>.
                                <milestone ed="P" unit="para"/>ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι
                            αὐτό, καὶ ἡμᾶς οἰκεῖν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="109b"/>
                    
                        
                        τοὺς μέχρι <name type="group" key="0020320:*(hra/kleios:group:masc/neut:gen 0020320:*(hra/kleios:group:masc/fem/neut:gen 0020320:*(hra/kleios:group:fem:gen">Ἡρακλείων</name> στηλῶν ἀπὸ <persName key="0001000:*fa/sis:person:fem:gen">Φάσιδος</persName> ἐν σμικρῷ
                            τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους περὶ τὴν θάλατταν
                            οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν πολλοῖσι τοιούτοις τόποις
                            οἰκεῖν. εἶναι γὰρ πανταχῇ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς
                            ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ συνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ
                            τὸν ἀέρα·  αὐτὴν δὲ τὴν γῆν καθαρὰν ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ ἐν ᾧπέρ
                            ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν
                    
                
                <milestone unit="section" resp="Stephanus" n="109c"/>
                    
                        
                        τοὺς πολλοὺς τῶν περὶ τὰ τοιαῦτα εἰωθότων λέγειν·  οὗ δὴ ὑποστάθμην ταῦτα
                            εἶναι καὶ συρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς. ἡμᾶς οὖν οἰκοῦντας ἐν τοῖς
                            κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ τῆς γῆς οἰκεῖν, ὥσπερ ἂν εἴ
                            τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν οἴοιτό τε ἐπὶ τῆς θαλάττης
                            οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν
                            ἡγοῖτο οὐρανὸν εἶναι, διὰ δὲ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="109d"/>
                    
                        
                        βραδυτῆτά τε καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης ἀφιγμένος
                            μηδὲ ἑωρακὼς εἴη, ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε
                            τόπον, ὅσῳ καθαρώτερος καὶ καλλίων τυγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ
                            ἄλλου ἀκηκοὼς εἴη τοῦ ἑωρακότος. ταὐτὸν δὴ τοῦτο καὶ ἡμᾶς πεπονθέναι· 
                            οἰκοῦντας γὰρ ἔν τινι κοίλῳ τῆς γῆς οἴεσθαι ἐπάνω αὐτῆς οἰκεῖν, καὶ τὸν
                            ἀέρα οὐρανὸν καλεῖν, ὡς διὰ τούτου οὐρανοῦ ὄντος τὰ ἄστρα χωροῦντα·  τὸ
                            δὲ εἶναι ταὐτόν, 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="109e"/>
                    
                        
                        ὑπ’ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἵους τε εἶναι ἡμᾶς διεξελθεῖν ἐπ᾽
                            ἔσχατον τὸν ἀέρα·  ἐπεί, εἴ τις αὐτοῦ ἐπ’ ἄκρα ἔλθοι ἢ πτηνὸς γενόμενος
                            ἀνάπτοιτο, κατιδεῖν <add>ἂν</add> ἀνακύψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς
                            θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ
                            κατιδεῖν, καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι
                            ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς <milestone unit="page" n="110"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="110a"/>
                    
                        
                        καὶ ἡ ὡς ἀληθῶς γῆ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="110"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> ἥδε μὲν γὰρ ἡ γῆ καὶ οἱ λίθοι καὶ ἅπας ὁ τόπος ὁ
                            ἐνθάδε διεφθαρμένα ἐστὶν καὶ καταβεβρωμένα, ὥσπερ τὰ ἐν τῇ θαλάττῃ ὑπὸ
                            τῆς ἅλμης, καὶ οὔτε φύεται ἄξιον λόγου οὐδὲν ἐν τῇ θαλάττῃ, οὔτε τέλειον
                            ὡς ἔπος εἰπεῖν οὐδέν ἐστι, σήραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχανος καὶ
                            βόρβοροί εἰσιν, ὅπου ἂν καὶ <del status="unremarkable">ἡ</del> γῆ ᾖ, καὶ
                            πρὸς τὰ παρ’ ἡμῖν κάλλη κρίνεσθαι οὐδ’ ὁπωστιοῦν ἄξια. ἐκεῖνα δὲ αὖ τῶν
                            παρ’ ἡμῖν πολὺ ἂν ἔτι πλέον φανείη διαφέρειν·  
                    
                
                <milestone unit="section" resp="Stephanus" n="110b"/>
                    
                        
                        εἰ γὰρ δὴ καὶ μῦθον λέγειν καλόν, ἄξιον ἀκοῦσαι, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, οἷα τυγχάνει τὰ ἐπὶ τῆς γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα.
                                <milestone ed="P" unit="para"/>ἀλλὰ μήν, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν.
                                <milestone ed="P" unit="para"/>λέγεται τοίνυν, ἔφη, ὦ ἑταῖρε, πρῶτον
                            μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ
                            δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασιν διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε
                            εἶναι χρώματα ὥσπερ δείγματα, οἷς δὴ οἱ γραφῆς 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="110c"/>
                    
                        
                        καταχρῶνται. ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι, καὶ πολὺ ἔτι ἐκ
                            λαμπροτέρων καὶ καθαρωτέρων ἢ τούτων·  τὴν μὲν γὰρ ἁλουργῆ εἶναι <del status="unremarkable">καὶ</del> θαυμαστὴν τὸ κάλλος, τὴν δὲ
                            χρυσοειδῆ, τὴν δὲ ὅση λευκὴ γύψου ἢ χιόνος λευκοτέραν, καὶ ἐκ τῶν ἄλλων
                            χρωμάτων συγκειμένην ὡσαύτως, καὶ ἔτι πλειόνων καὶ καλλιόνων ἢ ὅσα ἡμεῖς
                            ἑωράκαμεν. καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς, ὕδατός τε καὶ ἀέρος ἔκπλεα
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="110d"/>
                    
                        
                        ὄντα, χρώματός τι εἶδος παρέχεσθαι στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων
                            ποικιλίᾳ, ὥστε ἕν τι αὐτῆς εἶδος συνεχὲς ποικίλον φαντάζεσθαι. ἐν δὲ
                            ταύτῃ οὔσῃ τοιαύτῃ ἀνὰ λόγον τὰ φυόμενα φύεσθαι, δένδρα τε καὶ ἄνθη καὶ
                            τοὺς καρπούς·  καὶ αὖ τὰ ὄρη ὡσαύτως καὶ τοὺς λίθους ἔχειν ἀνὰ τὸν αὐτὸν
                            λόγον τήν τε λειότητα καὶ τὴν διαφάνειαν καὶ τὰ χρώματα καλλίω·  ὧν καὶ
                            τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας
                            καὶ σμαράγδους 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="110e"/>
                    
                        
                        καὶ πάντα τὰ τοιαῦτα·  ἐκεῖ δὲ οὐδὲν ὅτι οὐ τοιοῦτον εἶναι καὶ ἔτι τούτων
                            καλλίω. τὸ δ’ αἴτιον τούτου εἶναι ὅτι ἐκεῖνοι οἱ λίθοι εἰσὶ καθαροὶ καὶ
                            οὐ κατεδηδεσμένοι οὐδὲ διεφθαρμένοι ὥσπερ οἱ ἐνθάδε ὑπὸ σηπεδόνος καὶ
                            ἅλμης ὑπὸ τῶν δεῦρο συνερρυηκότων, ἃ καὶ λίθοις καὶ γῇ καὶ τοῖς ἄλλοις
                            ζῴοις τε καὶ φυτοῖς αἴσχη τε καὶ νόσους παρέχει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="111"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                        τὴν δὲ γῆν αὐτὴν
                            κεκοσμῆσθαι τούτοις τε ἅπασι καὶ ἔτι χρυσῷ τε καὶ ἀργύρῳ καὶ <milestone unit="page" n="111"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="111a"/>
                    
                        
                        τοῖς ἄλλοις αὖ τοῖς τοιούτοις. ἐκφανῆ γὰρ αὐτὰ πεφυκέναι, ὄντα πολλὰ
                            πλήθει καὶ μεγάλα καὶ πανταχοῦ τῆς γῆς, ὥστε αὐτὴν ἰδεῖν εἶναι θέαμα
                            εὐδαιμόνων θεατῶν. ζῷα δ’ ἐπ’ αὐτῇ εἶναι ἄλλα τε πολλὰ καὶ ἀνθρώπους,
                            τοὺς μὲν ἐν μεσογαίᾳ οἰκοῦντας, τοὺς δὲ περὶ τὸν ἀέρα ὥσπερ ἡμεῖς περὶ
                            τὴν θάλατταν, τοὺς δ’ ἐν νήσοις ἃς περιρρεῖν τὸν ἀέρα πρὸς τῇ ἠπείρῳ
                            οὔσας·  καὶ ἑνὶ λόγῳ, ὅπερ ἡμῖν τὸ ὕδωρ τε καὶ ἡ θάλαττά ἐστι πρὸς τὴν
                            ἡμετέραν χρείαν, τοῦτο ἐκεῖ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="111b"/>
                    
                        
                        τὸν ἀέρα, ὃ δὲ ἡμῖν ἀήρ, ἐκείνοις τὸν αἰθέρα. τὰς δὲ ὥρας αὐτοῖς κρᾶσιν
                            ἔχειν τοιαύτην ὥστε ἐκείνους ἀνόσους εἶναι καὶ χρόνον τε ζῆν πολὺ πλείω
                            τῶν ἐνθάδε, καὶ ὄψει καὶ ἀκοῇ καὶ φρονήσει καὶ πᾶσι τοῖς τοιούτοις ἡμῶν
                            ἀφεστάναι τῇ αὐτῇ ἀποστάσει ᾗπερ ἀήρ τε ὕδατος ἀφέστηκεν καὶ αἰθὴρ ἀέρος
                            πρὸς καθαρότητα. καὶ δὴ καὶ θεῶν ἄλση τε καὶ ἱερὰ αὐτοῖς εἶναι, ἐν οἷς
                            τῷ ὄντι οἰκητὰς θεοὺς εἶναι, καὶ φήμας τε καὶ μαντείας καὶ αἰσθήσεις τῶν
                            θεῶν καὶ τοιαύτας συνουσίας 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="111c"/>
                    
                        
                        γίγνεσθαι αὐτοῖς πρὸς αὐτούς·  καὶ τόν γε ἥλιον καὶ σελήνην καὶ ἄστρα
                            ὁρᾶσθαι ὑπ’ αὐτῶν οἷα τυγχάνει ὄντα, καὶ τὴν ἄλλην εὐδαιμονίαν τούτων
                            ἀκόλουθον εἶναι. <milestone ed="P" unit="para"/>καὶ ὅλην μὲν δὴ τὴν γῆν
                            οὕτω πεφυκέναι καὶ τὰ περὶ τὴν γῆν·  τόπους δ’ ἐν αὐτῇ εἶναι κατὰ τὰ
                            ἔγκοιλα αὐτῆς κύκλῳ περὶ ὅλην πολλούς, τοὺς μὲν βαθυτέρους καὶ
                            ἀναπεπταμένους μᾶλλον ἢ ἐν ᾧ ἡμεῖς οἰκοῦμεν, τοὺς δὲ βαθυτέρους ὄντας τὸ
                            χάσμα αὐτοὺς ἔλαττον ἔχειν τοῦ παρ’ ἡμῖν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="111d"/>
                    
                        
                        τόπου, ἔστι δ’ οὓς καὶ βραχυτέρους τῷ βάθει τοῦ ἐνθάδε εἶναι καὶ
                            πλατυτέρους. τούτους δὲ πάντας ὑπὸ γῆν εἰς ἀλλήλους συντετρῆσθαί τε
                            πολλαχῇ καὶ κατὰ στενότερα καὶ εὐρύτερα καὶ διεξόδους ἔχειν, ᾗ πολὺ μὲν
                            ὕδωρ ῥεῖν ἐξ ἀλλήλων εἰς ἀλλήλους ὥσπερ εἰς κρατῆρας, καὶ ἀενάων ποταμῶν
                            ἀμήχανα μεγέθη ὑπὸ τὴν γῆν καὶ θερμῶν ὑδάτων καὶ ψυχρῶν, πολὺ δὲ πῦρ καὶ
                            πυρὸς μεγάλους ποταμούς, πολλοὺς δὲ ὑγροῦ πηλοῦ καὶ καθαρωτέρου καὶ
                            βορβορωδεστέρου,
                    
                
                <milestone unit="section" resp="Stephanus" n="111e"/>
                    
                        
                        ὥσπερ ἐν <placeName key="0103108:*sikeli/a:place:fem:nom/voc 0103108:*sikeli/a:place:fem:dat">Σικελίᾳ</placeName> οἱ πρὸ τοῦ ῥύακος πηλοῦ ῥέοντες ποταμοὶ καὶ
                            αὐτὸς ὁ ῥύαξ·  ὧν δὴ καὶ ἑκάστους τοὺς τόπους πληροῦσθαι, ὡς ἂν ἑκάστοις
                            τύχῃ ἑκάστοτε ἡ περιρροὴ γιγνομένη. ταῦτα δὲ πάντα κινεῖν ἄνω καὶ κάτω
                            ὥσπερ αἰώραν τινὰ ἐνοῦσαν ἐν τῇ γῇ·  ἔστι δὲ ἄρα αὕτη ἡ αἰώρα διὰ φύσιν
                            τοιάνδε τινά.</said></p></div></div></body></text></TEI>