<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="105"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ὃ τοίνυν ἔλεγον ὁρίσασθαι, ποῖα οὐκ ἐναντία τινὶ ὄντα ὅμως οὐ δέχεται
                            αὐτό, τὸ ἐναντίον — οἷον νῦν ἡ τριὰς τῷ ἀρτίῳ οὐκ οὖσα ἐναντία οὐδέν τι
                            μᾶλλον αὐτὸ δέχεται, τὸ γὰρ ἐναντίον ἀεὶ αὐτῷ ἐπιφέρει, καὶ ἡ δυὰς τῷ
                            περιττῷ καὶ <milestone unit="page" resp="Stephanus" n="105"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="105a"/>
                    
                        
                        τὸ πῦρ τῷ ψυχρῷ καὶ ἄλλα πάμπολλα — ἀλλ’ ὅρα δὴ εἰ οὕτως ὁρίζῃ, μὴ μόνον
                            τὸ ἐναντίον τὸ ἐναντίον μὴ δέχεσθαι, ἀλλὰ καὶ ἐκεῖνο, ὃ ἂν ἐπιφέρῃ τι
                            ἐναντίον ἐκείνῳ, ἐφ’ ὅτι ἂν αὐτὸ ἴῃ, αὐτὸ τὸ ἐπιφέρον τὴν τοῦ
                            ἐπιφερομένου ἐναντιότητα μηδέποτε δέξασθαι. πάλιν δὲ ἀναμιμνῄσκου·  οὐ
                            γὰρ χεῖρον πολλάκις ἀκούειν. τὰ πέντε τὴν τοῦ ἀρτίου οὐ δέξεται, οὐδὲ τὰ
                            δέκα τὴν τοῦ περιττοῦ, τὸ διπλάσιον. τοῦτο μὲν οὖν καὶ αὐτὸ ἄλλῳ
                            ἐναντίον, ὅμως δὲ τὴν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="105b"/>
                    
                        
                        τοῦ περιττοῦ οὐ δέξεται·  οὐδὲ δὴ τὸ ἡμιόλιον οὐδὲ τἆλλα τὰ τοιαῦτα, τὸ
                            ἥμισυ, τὴν τοῦ ὅλου, καὶ τριτημόριον αὖ καὶ πάντα τὰ τοιαῦτα, εἴπερ ἕπῃ
                            τε καὶ συνδοκεῖ σοι οὕτως. <milestone ed="P" unit="para"/>πάνυ σφόδρα
                            καὶ συνδοκεῖ, ἔφη, καὶ ἕπομαι. <milestone ed="P" unit="para"/>πάλιν δή
                            μοι, ἔφη, ἐξ ἀρχῆς λέγε. καὶ μή μοι ὃ ἂν ἐρωτῶ ἀποκρίνου, ἀλλὰ
                            μιμούμενος ἐμέ. λέγω δὴ παρ’ ἣν τὸ πρῶτον ἔλεγον ἀπόκρισιν, τὴν ἀσφαλῆ
                            ἐκείνην, ἐκ τῶν νῦν λεγομένων ἄλλην ὁρῶν ἀσφάλειαν. εἰ γὰρ ἔροιό με ᾧ ἂν
                            τί ἐν τῷ σώματι ἐγγένηται θερμὸν ἔσται, οὐ τὴν <milestone unit="section" n="105c"/>ἀσφαλῆ σοι ἐρῶ ἀπόκρισιν ἐκείνην τὴν ἀμαθῆ, ὅτι ᾧ ἂν
                            θερμότης, ἀλλὰ κομψοτέραν ἐκ τῶν νῦν, ὅτι ᾧ ἂν πῦρ·  οὐδὲ ἂν ἔρῃ ᾧ ἂν
                            σώματι τί ἐγγένηται νοσήσει, οὐκ ἐρῶ ὅτι ᾧ ἂν νόσος, ἀλλ’ ᾧ ἂν πυρετός· 
                            οὐδ’ ᾧ ἂν ἀριθμῷ τί ἐγγένηται περιττὸς ἔσται, οὐκ ἐρῶ ᾧ ἂν περιττότης,
                            ἀλλ’ ᾧ ἂν μονάς, καὶ τἆλλα οὕτως. ἀλλ’ ὅρα εἰ ἤδη ἱκανῶς οἶσθ’ ὅτι
                            βούλομαι. <milestone ed="P" unit="para"/>ἀλλὰ πάνυ ἱκανῶς, ἔφη.
                                <milestone ed="P" unit="para"/>ἀποκρίνου δή, ἦ δ’ ὅς, ᾧ ἂν τί
                            ἐγγένηται σώματι ζῶν ἔσται; <milestone ed="P" unit="para"/>ὧι ἂν ψυχή,
                            ἔφη. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="105d"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>οὐκοῦν ἀεὶ τοῦτο οὕτως ἔχει; <milestone ed="P" unit="para"/>πῶς γὰρ οὐχί; ἦ δ’ ὅς. <milestone ed="P" unit="para"/>ψυχὴ ἄρα ὅτι ἂν αὐτὴ κατάσχῃ, ἀεὶ ἥκει ἐπ’ ἐκεῖνο
                            φέρουσα ζωήν; <milestone ed="P" unit="para"/>ἥκει μέντοι, ἔφη.
                                <milestone ed="P" unit="para"/>πότερον δ’ ἔστι τι ζωῇ ἐναντίον ἢ
                            οὐδέν; <milestone ed="P" unit="para"/>ἔστιν, ἔφη. <milestone ed="P" unit="para"/>τί; <milestone ed="P" unit="para"/>θάνατος. <milestone ed="P" unit="para"/>οὐκοῦν ψυχὴ τὸ ἐναντίον ᾧ αὐτὴ ἐπιφέρει ἀεὶ οὐ
                            μή ποτε δέξηται, ὡς ἐκ τῶν πρόσθεν ὡμολόγηται; <milestone ed="P" unit="para"/>καὶ μάλα σφόδρα, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>. <milestone ed="P" unit="para"/>τί οὖν; τὸ μὴ δεχόμενον τὴν τοῦ ἀρτίου ἰδέαν τί
                            νυνδὴ ὠνομάζομεν; <milestone ed="P" unit="para"/>ἀνάρτιον, ἔφη.
                                <milestone ed="P" unit="para"/>τὸ δὲ δίκαιον μὴ δεχόμενον καὶ ὃ ἂν
                            μουσικὸν μὴ δέχηται; 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="105e"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>ἄμουσον, ἔφη, τὸ δὲ ἄδικον. <milestone ed="P" unit="para"/>εἶεν·  ὃ δ’ ἂν θάνατον μὴ δέχηται τί καλοῦμεν;
                                <milestone ed="P" unit="para"/>ἀθάνατον, ἔφη. <milestone ed="P" unit="para"/>οὐκοῦν ψυχὴ οὐ δέχεται θάνατον; <milestone ed="P" unit="para"/>οὔ. <milestone ed="P" unit="para"/>ἀθάνατον ἄρα ψυχή.
                                <milestone ed="P" unit="para"/>ἀθάνατον. <milestone ed="P" unit="para"/>εἶεν, ἔφη·  τοῦτο μὲν δὴ ἀποδεδεῖχθαι φῶμεν; ἢ πῶς
                            δοκεῖ; <milestone ed="P" unit="para"/>καὶ μάλα γε ἱκανῶς, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="106"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>τί οὖν, ἦ δ’ ὅς, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>; εἰ τῷ
                            ἀναρτίῳ ἀναγκαῖον ἦν <milestone unit="page" resp="Stephanus" n="106"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="106a"/>
                    
                        
                        ἀνωλέθρῳ εἶναι, ἄλλο τι τὰ τρία ἢ ἀνώλεθρα ἂν ἦν; <milestone ed="P" unit="para"/>πῶς γὰρ οὔ; <milestone ed="P" unit="para"/>οὐκοῦν εἰ
                            καὶ τὸ ἄθερμον ἀναγκαῖον ἦν ἀνώλεθρον εἶναι, ὁπότε τις ἐπὶ χιόνα θερμὸν
                            ἐπάγοι, ὑπεξῄει ἂν ἡ χιὼν οὖσα σῶς καὶ ἄτηκτος; οὐ γὰρ ἂν ἀπώλετό γε,
                            οὐδ’ αὖ ὑπομένουσα ἐδέξατο ἂν τὴν θερμότητα. <milestone ed="P" unit="para"/>ἀληθῆ, ἔφη, λέγεις. <milestone ed="P" unit="para"/>ὣς
                            δ’ αὔτως οἶμαι κἂν εἰ τὸ ἄψυκτον ἀνώλεθρον ἦν, ὁπότε ἐπὶ τὸ πῦρ ψυχρόν
                            τι ἐπῄει, οὔποτ’ ἂν ἀπεσβέννυτο οὐδ’ ἀπώλλυτο, ἀλλὰ σῶν ἂν ἀπελθὸν
                            ᾤχετο. <milestone ed="P" unit="para"/>ἀνάγκη, ἔφη. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="106b"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>οὐκοῦν καὶ ὧδε, ἔφη, ἀνάγκη περὶ τοῦ
                            ἀθανάτου εἰπεῖν; εἰ μὲν τὸ ἀθάνατον καὶ ἀνώλεθρόν ἐστιν, ἀδύνατον ψυχῇ,
                            ὅταν θάνατος ἐπ’ αὐτὴν ἴῃ, ἀπόλλυσθαι·  θάνατον μὲν γὰρ δὴ ἐκ τῶν
                            προειρημένων οὐ δέξεται οὐδ’ ἔσται τεθνηκυῖα, ὥσπερ τὰ τρία οὐκ ἔσται,
                            ἔφαμεν, ἄρτιον, οὐδέ γ’ αὖ τὸ περιττόν, οὐδὲ δὴ πῦρ ψυχρόν, οὐδέ γε ἡ ἐν
                            τῷ πυρὶ θερμότης. <q>ἀλλὰ τί κωλύει,</q> φαίη ἄν τις,
                                <q>ἄρτιον μὲν τὸ περιττὸν μὴ γίγνεσθαι ἐπιόντος
                                τοῦ ἀρτίου, ὥσπερ ὡμολόγηται,
                 <milestone unit="section" resp="Stephanus" n="106c"/>
                    ἀπολομένου δὲ αὐτοῦ ἀντ’ ἐκείνου ἄρτιον
                                γεγονέναι;</q> τῷ ταῦτα λέγοντι οὐκ ἂν ἔχοιμεν διαμαχέσασθαι ὅτι οὐκ
                            ἀπόλλυται·  τὸ γὰρ ἀνάρτιον οὐκ ἀνώλεθρόν ἐστιν·  ἐπεὶ εἰ τοῦτο ὡμολόγητο
                            ἡμῖν, ῥᾳδίως ἂν διεμαχόμεθα ὅτι ἐπελθόντος τοῦ ἀρτίου τὸ περιττὸν καὶ τὰ
                            τρία οἴχεται ἀπιόντα·  καὶ περὶ πυρὸς καὶ θερμοῦ καὶ τῶν ἄλλων οὕτως ἂν
                            διεμαχόμεθα. ἢ οὔ; <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν.
                                <milestone ed="P" unit="para"/>οὐκοῦν καὶ νῦν περὶ τοῦ ἀθανάτου, εἰ
                            μὲν ἡμῖν ὁμολογεῖται καὶ ἀνώλεθρον εἶναι, ψυχὴ ἂν εἴη πρὸς τῷ ἀθάνατος
                            εἶναι 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="106d"/>
                    
                        
                        καὶ ἀνώλεθρος·  εἰ δὲ μή, ἄλλου ἂν δέοι λόγου. <milestone ed="P" unit="para"/>ἀλλ’ οὐδὲν δεῖ, ἔφη, τούτου γε ἕνεκα·  σχολῇ γὰρ ἄν τι
                            ἄλλο φθορὰν μὴ δέχοιτο, εἰ τό γε ἀθάνατον ἀίδιον ὂν φθορὰν δέξεται.
                                <milestone ed="P" unit="para"/>ὁ δέ γε θεὸς οἶμαι, ἔφη ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, καὶ αὐτὸ τὸ τῆς ζωῆς εἶδος καὶ εἴ τι ἄλλο
                            ἀθάνατόν ἐστιν, παρὰ πάντων ἂν ὁμολογηθείη μηδέποτε ἀπόλλυσθαι.
                                <milestone ed="P" unit="para"/>παρὰ πάντων μέντοι νὴ <persName key="0009978:*zeu/s:person:masc:dat 0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:dat 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δί᾽</persName>, ἔφη, ἀνθρώπων τέ γε καὶ ἔτι μᾶλλον, ὡς ἐγᾦμαι, παρὰ
                            θεῶν. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="106e"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>ὁπότε δὴ τὸ ἀθάνατον καὶ ἀδιάφθορόν
                            ἐστιν, ἄλλο τι ψυχὴ ἤ, εἰ ἀθάνατος τυγχάνει οὖσα, καὶ ἀνώλεθρος ἂν εἴη;
                                <milestone ed="P" unit="para"/>πολλὴ ἀνάγκη. <milestone ed="P" unit="para"/>ἐπιόντος ἄρα θανάτου ἐπὶ τὸν ἄνθρωπον τὸ μὲν θνητόν, ὡς
                            ἔοικεν, αὐτοῦ ἀποθνῄσκει, τὸ δ’ ἀθάνατον σῶν καὶ ἀδιάφθορον οἴχεται
                            ἀπιόν, ὑπεκχωρῆσαν τῷ θανάτῳ. <milestone ed="P" unit="para"/>φαίνεται.</said></p></div></div></body></text></TEI>