<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="103"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>παντάπασιν, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, οὕτω
                            φαίνεταί μοι. <milestone ed="P" unit="para"/>καί τις εἶπε τῶν παρόντων
                            ἀκούσας — ὅστις δ’ ἦν, οὐ σαφῶς μέμνημαι — πρὸς θεῶν, οὐκ ἐν τοῖς
                            πρόσθεν ἡμῖν λόγοις αὐτὸ τὸ ἐναντίον τῶν νυνὶ λεγομένων ὡμολογεῖτο, ἐκ
                            τοῦ ἐλάττονος τὸ μεῖζον γίγνεσθαι καὶ ἐκ τοῦ μείζονος τὸ ἔλαττον, καὶ
                            ἀτεχνῶς αὕτη εἶναι ἡ γένεσις τοῖς ἐναντίοις, ἐκ τῶν ἐναντίων; νῦν δέ μοι
                            δοκεῖ λέγεσθαι ὅτι τοῦτο οὐκ ἄν ποτε γένοιτο. <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> παραβαλὼν τὴν κεφαλὴν καὶ ἀκούσας, 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="103b"/>
                    
                        
                        ἀνδρικῶς, ἔφη, ἀπεμνημόνευκας, οὐ μέντοι ἐννοεῖς τὸ διαφέρον τοῦ τε νῦν
                            λεγομένου καὶ τοῦ τότε. τότε μὲν γὰρ ἐλέγετο ἐκ τοῦ ἐναντίου πράγματος
                            τὸ ἐναντίον πρᾶγμα γίγνεσθαι, νῦν δέ, ὅτι αὐτὸ τὸ ἐναντίον ἑαυτῷ
                            ἐναντίον οὐκ ἄν ποτε γένοιτο, οὔτε τὸ ἐν ἡμῖν οὔτε τὸ ἐν τῇ φύσει. τότε
                            μὲν γάρ, ὦ φίλε, περὶ τῶν ἐχόντων τὰ ἐναντία ἐλέγομεν, ἐπονομάζοντες
                            αὐτὰ τῇ ἐκείνων ἐπωνυμίᾳ, νῦν δὲ περὶ ἐκείνων αὐτῶν ὧν ἐνόντων ἔχει τὴν
                            ἐπωνυμίαν τὰ ὀνομαζόμενα·  
                    
                
                <milestone unit="section" resp="Stephanus" n="103c"/>
                    
                        
                        αὐτὰ δ’ ἐκεῖνα οὐκ ἄν ποτέ φαμεν ἐθελῆσαι γένεσιν ἀλλήλων δέξασθαι. καὶ
                            ἅμα βλέψας πρὸς τὸν <persName key="0006391:*ke/bhs:person:masc:acc">Κέβητα</persName> εἶπεν, ἆρα μή που, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἔφη, καὶ σέ
                            τι τούτων ἐτάραξεν ὧν ὅδε εἶπεν; <milestone ed="P" unit="para"/>οὐδ’ αὖ,
                            ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>,
                            οὕτως ἔχω·  καίτοι οὔτι λέγω ὡς οὐ πολλά με ταράττει. <milestone ed="P" unit="para"/>συνωμολογήκαμεν ἄρα, ἦ δ’ ὅς, ἁπλῶς τοῦτο, μηδέποτε
                            ἐναντίον ἑαυτῷ τὸ ἐναντίον ἔσεσθαι. <milestone ed="P" unit="para"/>παντάπασιν, ἔφη. <milestone ed="P" unit="para"/>ἔτι δή μοι καὶ τόδε
                            σκέψαι, ἔφη, εἰ ἄρα συνομολογήσεις. θερμόν τι καλεῖς καὶ ψυχρόν;
                                <milestone ed="P" unit="para"/>ἔγωγε. <milestone ed="P" unit="para"/>ἆρ’ ὅπερ χιόνα καὶ πῦρ; 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="103d"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>μὰ <persName key="0009978:*zeu/s:person:masc:dat 0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:dat 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δί᾽</persName> οὐκ ἔγωγε. <milestone ed="P" unit="para"/>ἀλλ᾽
                            ἕτερόν τι πυρὸς τὸ θερμὸν καὶ ἕτερόν τι χιόνος τὸ ψυχρόν; <milestone ed="P" unit="para"/>ναί. <milestone ed="P" unit="para"/>ἀλλὰ τόδε γ᾽
                            οἶμαι δοκεῖ σοι, οὐδέποτε χιόνα γ’ οὖσαν δεξαμένην τὸ θερμόν, ὥσπερ ἐν
                            τοῖς πρόσθεν ἐλέγομεν, ἔτι ἔσεσθαι ὅπερ ἦν, χιόνα καὶ θερμόν, ἀλλὰ
                            προσιόντος τοῦ θερμοῦ ἢ ὑπεκχωρήσειν αὐτῷ ἢ ἀπολεῖσθαι. <milestone ed="P" unit="para"/>πάνυ γε. <milestone ed="P" unit="para"/>καὶ τὸ
                            πῦρ γε αὖ προσιόντος τοῦ ψυχροῦ αὐτῷ ἢ ὑπεξιέναι ἢ ἀπολεῖσθαι, οὐ μέντοι
                            ποτὲ τολμήσειν δεξάμενον τὴν ψυχρότητα ἔτι εἶναι ὅπερ ἦν, πῦρ καὶ
                            ψυχρόν. <milestone unit="section" resp="Stephanus" n="103e"/>
                            <milestone ed="P" unit="para"/>ἀληθῆ, ἔφη, λέγεις. <milestone ed="P" unit="para"/>ἔστιν ἄρα, ἦ δ’ ὅς, περὶ ἔνια τῶν τοιούτων, ὥστε μὴ
                            μόνον αὐτὸ τὸ εἶδος ἀξιοῦσθαι τοῦ αὑτοῦ ὀνόματος εἰς τὸν ἀεὶ χρόνον,
                            ἀλλὰ καὶ ἄλλο τι ὃ ἔστι μὲν οὐκ ἐκεῖνο, ἔχει δὲ τὴν ἐκείνου μορφὴν ἀεί,
                            ὅτανπερ ᾖ. ἔτι δὲ ἐν τῷδε ἴσως ἔσται σαφέστερον ὃ λέγω·  τὸ γὰρ περιττὸν
                            ἀεί που δεῖ τούτου τοῦ ὀνόματος τυγχάνειν ὅπερ νῦν λέγομεν·  ἢ οὔ;
                                <milestone ed="P" unit="para"/>πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="104"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ἆρα μόνον τῶν ὄντων — τοῦτο γὰρ ἐρωτῶ — ἢ καὶ ἄλλο
                                <milestone unit="page" resp="Stephanus" n="104"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="104a"/>
                    
                        
                        τι ὃ ἔστι μὲν οὐχ ὅπερ τὸ περιττόν, ὅμως δὲ δεῖ αὐτὸ μετὰ τοῦ ἑαυτοῦ
                            ὀνόματος καὶ τοῦτο καλεῖν ἀεὶ διὰ τὸ οὕτω πεφυκέναι ὥστε τοῦ περιττοῦ
                            μηδέποτε ἀπολείπεσθαι; λέγω δὲ αὐτὸ εἶναι οἷον καὶ ἡ τριὰς πέπονθε καὶ
                            ἄλλα πολλά. σκόπει δὲ περὶ τῆς τριάδος. ἆρα οὐ δοκεῖ σοι τῷ τε αὑτῆς
                            ὀνόματι ἀεὶ προσαγορευτέα εἶναι καὶ τῷ τοῦ περιττοῦ, ὄντος οὐχ ὅπερ τῆς
                            τριάδος; ἀλλ’ ὅμως οὕτως πέφυκε καὶ ἡ τριὰς καὶ ἡ πεμπτὰς καὶ ὁ ἥμισυς
                            τοῦ ἀριθμοῦ ἅπας, ὥστε
                    
                
                <milestone unit="section" resp="Stephanus" n="104b"/>
                    
                        
                        οὐκ ὢν ὅπερ τὸ περιττὸν ἀεὶ ἕκαστος αὐτῶν ἐστι περιττός·  καὶ αὖ τὰ δύο
                            καὶ <del status="unremarkable">τὰ</del> τέτταρα καὶ ἅπας ὁ ἕτερος αὖ
                            στίχος τοῦ ἀριθμοῦ οὐκ ὢν ὅπερ τὸ ἄρτιον ὅμως ἕκαστος αὐτῶν ἄρτιός ἐστιν
                            ἀεί·  συγχωρεῖς ἢ οὔ; <milestone ed="P" unit="para"/>πῶς γὰρ οὔκ; ἔφη.
                                <milestone ed="P" unit="para"/>ὃ τοίνυν, ἔφη, βούλομαι δηλῶσαι,
                            ἄθρει. ἔστιν δὲ τόδε, ὅτι φαίνεται οὐ μόνον ἐκεῖνα τὰ ἐναντία ἄλληλα οὐ
                            δεχόμενα, ἀλλὰ καὶ ὅσα οὐκ ὄντ’ ἀλλήλοις ἐναντία ἔχει ἀεὶ τἀναντία, οὐδὲ
                            ταῦτα ἔοικε δεχομένοις ἐκείνην τὴν ἰδέαν ἣ ἂν τῇ ἐν αὐτοῖς οὔσῃ ἐναντία
                            ᾖ, ἀλλ’ ἐπιούσης αὐτῆς ἤτοι <milestone unit="section" n="104c"/>ἀπολλύμενα ἢ ὑπεκχωροῦντα. ἢ οὐ φήσομεν τὰ τρία καὶ ἀπολεῖσθαι
                            πρότερον καὶ ἄλλο ὁτιοῦν πείσεσθαι, πρὶν ὑπομεῖναι ἔτι τρία ὄντα ἄρτια
                            γενέσθαι; <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>. <milestone ed="P" unit="para"/>οὐδὲ μήν, ἦ δ’ ὅς, ἐναντίον γέ ἐστι δυὰς τριάδι.
                                <milestone ed="P" unit="para"/>οὐ γὰρ οὖν. <milestone ed="P" unit="para"/>οὐκ ἄρα μόνον τὰ εἴδη τὰ ἐναντία οὐχ ὑπομένει ἐπιόντα
                            ἄλληλα, ἀλλὰ καὶ ἄλλ’ ἄττα τὰ ἐναντία οὐχ ὑπομένει ἐπιόντα. <milestone ed="P" unit="para"/>ἀληθέστατα, ἔφη, λέγεις. <milestone ed="P" unit="para"/>βούλει οὖν, ἦ δ’ ὅς, ἐὰν οἷοί τ’ ὦμεν, ὁρισώμεθα ὁποῖα
                            ταῦτά ἐστιν; <milestone ed="P" unit="para"/>πάνυ γε. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="104d"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>ἆρ’ οὖν, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, τάδε εἴη ἄν,
                            ἃ ὅτι ἂν κατάσχῃ μὴ μόνον ἀναγκάζει τὴν αὑτοῦ ἰδέαν αὐτὸ ἴσχειν, ἀλλὰ
                            καὶ ἐναντίου αὐτῷ ἀεί τινος; <milestone ed="P" unit="para"/>πῶς λέγεις;
                                <milestone ed="P" unit="para"/>ὥσπερ ἄρτι ἐλέγομεν. οἶσθα γὰρ δήπου
                            ὅτι ἃ ἂν ἡ τῶν τριῶν ἰδέα κατάσχῃ, ἀνάγκη αὐτοῖς οὐ μόνον τρισὶν εἶναι
                            ἀλλὰ καὶ περιττοῖς. <milestone ed="P" unit="para"/>πάνυ γε. <milestone ed="P" unit="para"/>ἐπὶ τὸ τοιοῦτον δή, φαμέν, ἡ ἐναντία ἰδέα ἐκείνῃ
                            τῇ μορφῇ ἣ ἂν τοῦτο ἀπεργάζηται οὐδέποτ’ ἂν ἔλθοι. <milestone ed="P" unit="para"/>οὐ γάρ. <milestone ed="P" unit="para"/>εἰργάζετο δέ γε
                            ἡ περιττή; <milestone ed="P" unit="para"/>ναί. <milestone ed="P" unit="para"/>ἐναντία δὲ ταύτῃ ἡ τοῦ ἀρτίου; <milestone ed="P" unit="para"/>ναί. 
               
                <milestone unit="section" resp="Stephanus" n="104e"/>
                   <milestone ed="P" unit="para"/>ἐπὶ τὰ τρία ἄρα ἡ τοῦ ἀρτίου ἰδέα
                            οὐδέποτε ἥξει. <milestone ed="P" unit="para"/>οὐ δῆτα. <milestone ed="P" unit="para"/>ἄμοιρα δὴ τοῦ ἀρτίου τὰ τρία. <milestone ed="P" unit="para"/>ἄμοιρα. <milestone ed="P" unit="para"/>ἀνάρτιος ἄρα ἡ
                            τριάς. <milestone ed="P" unit="para"/>ναί.</said></p></div></div></body></text></TEI>