<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="101"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>οὐδὲ σὺ ἄρ’ ἂν ἀποδέχοιο εἴ τίς τινα φαίη ἕτερον ἑτέρου τῇ κεφαλῇ
                            μείζω εἶναι, καὶ τὸν ἐλάττω τῷ αὐτῷ τούτῳ <milestone unit="page" resp="Stephanus" n="101"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="101a"/>
                    
                        
                        ἐλάττω, ἀλλὰ διαμαρτύροιο ἂν ὅτι σὺ μὲν οὐδὲν ἄλλο λέγεις ἢ ὅτι τὸ μεῖζον
                            πᾶν ἕτερον ἑτέρου οὐδενὶ ἄλλῳ μεῖζόν ἐστιν ἢ μεγέθει, καὶ διὰ τοῦτο
                            μεῖζον, διὰ τὸ μέγεθος, τὸ δὲ ἔλαττον οὐδενὶ ἄλλῳ ἔλαττον ἢ σμικρότητι,
                            καὶ διὰ τοῦτο ἔλαττον, διὰ τὴν σμικρότητα, φοβούμενος οἶμαι μή τίς σοι
                            ἐναντίος λόγος ἀπαντήσῃ, ἐὰν τῇ κεφαλῇ μείζονά τινα φῇς εἶναι καὶ
                            ἐλάττω, πρῶτον μὲν τῷ αὐτῷ τὸ μεῖζον μεῖζον εἶναι καὶ τὸ ἔλαττον
                            ἔλαττον, ἔπειτα τῇ κεφαλῇ σμικρᾷ οὔσῃ τὸν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="101b"/>
                    
                        
                        μείζω μείζω εἶναι, καὶ τοῦτο δὴ τέρας εἶναι, τὸ σμικρῷ τινι μέγαν τινὰ
                            εἶναι·  ἢ οὐκ ἂν φοβοῖο ταῦτα; <milestone ed="P" unit="para"/>καὶ ὁ
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>
                            γελάσας, ἔγωγε, ἔφη. <milestone ed="P" unit="para"/>οὐκοῦν, ἦ δ’ ὅς, τὰ
                            δέκα τῶν ὀκτὼ δυοῖν πλείω εἶναι, καὶ διὰ ταύτην τὴν αἰτίαν ὑπερβάλλειν,
                            φοβοῖο ἂν λέγειν, ἀλλὰ μὴ πλήθει καὶ διὰ τὸ πλῆθος; καὶ τὸ δίπηχυ τοῦ
                            πηχυαίου ἡμίσει μεῖζον εἶναι ἀλλ’ οὐ μεγέθει; ὁ αὐτὸς γάρ που φόβος.
                                <milestone ed="P" unit="para"/>πάνυ γ᾽, ἔφη. <milestone ed="P" unit="para"/>τί δέ; ἑνὶ ἑνὸς προστεθέντος τὴν πρόσθεσιν αἰτίαν εἶναι
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="101c"/>
                    
                        
                        τοῦ δύο γενέσθαι ἢ διασχισθέντος τὴν σχίσιν οὐκ εὐλαβοῖο ἂν λέγειν; καὶ
                            μέγα ἂν βοῴης ὅτι οὐκ οἶσθα ἄλλως πως ἕκαστον γιγνόμενον ἢ μετασχὸν τῆς
                            ἰδίας οὐσίας ἑκάστου οὗ ἂν μετάσχῃ, καὶ ἐν τούτοις οὐκ ἔχεις ἄλλην τινὰ
                            αἰτίαν τοῦ δύο γενέσθαι ἀλλ’ ἢ τὴν τῆς δυάδος μετάσχεσιν, καὶ δεῖν
                            τούτου μετασχεῖν τὰ μέλλοντα δύο ἔσεσθαι, καὶ μονάδος ὃ ἂν μέλλῃ ἓν
                            ἔσεσθαι, τὰς δὲ σχίσεις ταύτας καὶ προσθέσεις καὶ τὰς ἄλλας τὰς τοιαύτας
                            κομψείας ἐῴης ἂν χαίρειν, παρεὶς ἀποκρίνασθαι τοῖς σεαυτοῦ σοφωτέροις· 
                            σὺ δὲ δεδιὼς ἄν, τὸ <milestone unit="section" resp="Stephanus" n="101d"/>λεγόμενον, τὴν
                            σαυτοῦ σκιὰν καὶ τὴν ἀπειρίαν, ἐχόμενος ἐκείνου τοῦ ἀσφαλοῦς τῆς
                            ὑποθέσεως, οὕτως ἀποκρίναιο ἄν. εἰ δέ τις αὐτῆς τῆς ὑποθέσεως ἔχοιτο,
                            χαίρειν ἐῴης ἂν καὶ οὐκ ἀποκρίναιο ἕως ἂν τὰ ἀπ’ ἐκείνης ὁρμηθέντα
                            σκέψαιο εἴ σοι ἀλλήλοις συμφωνεῖ ἢ διαφωνεῖ·  ἐπειδὴ δὲ ἐκείνης αὐτῆς
                            δέοι σε διδόναι λόγον, ὡσαύτως ἂν διδοίης, ἄλλην αὖ ὑπόθεσιν ὑποθέμενος
                            ἥτις τῶν ἄνωθεν βελτίστη φαίνοιτο, 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="101e"/>
                    
                        
                        ἕως ἐπί τι ἱκανὸν ἔλθοις, ἅμα δὲ οὐκ ἂν φύροιο ὥσπερ οἱ ἀντιλογικοὶ περί
                            τε τῆς ἀρχῆς διαλεγόμενος καὶ τῶν ἐξ ἐκείνης ὡρμημένων, εἴπερ βούλοιό τι
                            τῶν ὄντων εὑρεῖν; ἐκείνοις μὲν γὰρ ἴσως οὐδὲ εἷς περὶ τούτου λόγος οὐδὲ
                            φροντίς·  ἱκανοὶ γὰρ ὑπὸ σοφίας ὁμοῦ πάντα κυκῶντες ὅμως δύνασθαι αὐτοὶ
                            αὑτοῖς ἀρέσκειν·  σὺ δ᾽, εἴπερ εἶ τῶν φιλοσόφων, <milestone unit="page" resp="Stephanus" n="102"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="102a"/>
                    
                        
                        οἶμαι ἂν ὡς ἐγὼ λέγω ποιοῖς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="102"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ἀληθέστατα,
                            ἔφη, λέγεις, ὅ τε <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName> ἅμα καὶ ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>.</said></p><p><said who="#Ἐχεκράτης"><label>ΕΧ.</label>  νὴ <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>, ὦ <persName key="0005023:*fai/dwn:person:masc:nom/voc">Φαίδων</persName>,
                            εἰκότως γε·  θαυμαστῶς γάρ μοι δοκεῖ ὡς ἐναργῶς τῷ καὶ σμικρὸν νοῦν
                            ἔχοντι εἰπεῖν ἐκεῖνος ταῦτα.</said></p><p><said who="#Φαίδων"><label>ΦΑΙΔ.</label>
                        πάνυ μὲν οὖν, ὦ <persName key="0001077:*)exekra/ths:person:masc:voc">Ἐχέκρατες</persName>, καὶ πᾶσι τοῖς παροῦσιν ἔδοξεν.</said></p><p><said who="#Ἐχεκράτης"><label>ΕΧ.</label> 
                        καὶ γὰρ ἡμῖν τοῖς ἀποῦσι, νῦν δὲ ἀκούουσιν. ἀλλὰ τίνα δὴ ἦν τὰ μετὰ ταῦτα
                            λεχθέντα;</said></p><p><said who="#Φαίδων"><label>ΦΑΙΔ.</label> 
                        ὡς μὲν ἐγὼ οἶμαι, ἐπεὶ αὐτῷ ταῦτα συνεχωρήθη, <milestone unit="section" n="102b"/>καὶ ὡμολογεῖτο εἶναί τι ἕκαστον τῶν εἰδῶν καὶ τούτων τἆλλα
                            μεταλαμβάνοντα αὐτῶν τούτων τὴν ἐπωνυμίαν ἴσχειν, τὸ δὴ μετὰ ταῦτα
                            ἠρώτα, εἰ δή, ἦ δ’ ὅς, ταῦτα οὕτως λέγεις, ἆρ’ οὐχ, ὅταν <persName key="0003865:*simmi/as:person:masc:acc">Σιμμίαν</persName>
                            <persName key="0048728:*swkra/ths:person:masc:gen">Σωκράτους</persName>
                            φῇς μείζω εἶναι, <persName key="0005023:*fai/dwn:person:masc:gen">Φαίδωνος</persName> δὲ ἐλάττω, λέγεις τότ’ εἶναι ἐν τῷ <persName key="0003865:*simmi/as:person:masc:dat">Σιμμίᾳ</persName> ἀμφότερα,
                            καὶ μέγεθος καὶ σμικρότητα; <milestone ed="P" unit="para"/>ἔγωγε.
                                <milestone ed="P" unit="para"/>ἀλλὰ γάρ, ἦ δ’ ὅς, ὁμολογεῖς τὸ τὸν
                                <persName key="0003865:*simmi/as:person:masc:acc">Σιμμίαν</persName>
                            ὑπερέχειν <persName key="0048728:*swkra/ths:person:masc:gen">Σωκράτους</persName> οὐχ ὡς τοῖς ῥήμασι λέγεται οὕτω καὶ τὸ ἀληθὲς
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="102c"/>
                    
                        
                        ἔχειν; οὐ γάρ που πεφυκέναι <persName key="0003865:*simmi/as:person:masc:acc">Σιμμίαν</persName> ὑπερέχειν
                            τούτῳ, τῷ <persName key="0003865:*simmi/as:person:masc:acc">Σιμμίαν</persName> εἶναι, ἀλλὰ τῷ μεγέθει ὃ τυγχάνει ἔχων·  οὐδ’ αὖ
                                <persName key="0048728:*swkra/ths:person:masc:gen">Σωκράτους</persName> ὑπερέχειν ὅτι <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> ἐστίν, ἀλλ’ ὅτι σμικρότητα ἔχει ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> πρὸς τὸ ἐκείνου μέγεθος; <milestone ed="P" unit="para"/>ἀληθῆ. <milestone ed="P" unit="para"/>οὐδέ γε αὖ ὑπὸ
                                <persName key="0005023:*fai/dwn:person:masc:gen">Φαίδωνος</persName>
                            ὑπερέχεσθαι τῷ ὅτι <persName key="0005023:*fai/dwn:person:masc:nom/voc">Φαίδων</persName> ὁ <persName key="0005023:*fai/dwn:person:masc:nom/voc">Φαίδων</persName> ἐστίν,
                            ἀλλ’ ὅτι μέγεθος ἔχει ὁ <persName key="0005023:*fai/dwn:person:masc:nom/voc">Φαίδων</persName> πρὸς
                            τὴν <persName key="0003865:*simmi/as:person:masc:gen">Σιμμίου</persName>
                            σμικρότητα; <milestone ed="P" unit="para"/>ἔστι ταῦτα. <milestone ed="P" unit="para"/>οὕτως ἄρα ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName> ἐπωνυμίαν
                            ἔχει σμικρός τε καὶ μέγας εἶναι, ἐν μέσῳ ὢν ἀμφοτέρων, τοῦ μὲν τῷ
                            μεγέθει 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="102d"/>
                    
                        
                        ὑπερέχειν τὴν σμικρότητα ὑπέχων, τῷ δὲ τὸ μέγεθος τῆς σμικρότητος παρέχων
                            ὑπερέχον. καὶ ἅμα μειδιάσας, ἔοικα, ἔφη, καὶ συγγραφικῶς ἐρεῖν, ἀλλ’ οὖν
                            ἔχει γέ που ὡς λέγω. συνέφη. <milestone ed="P" unit="para"/>λέγω δὴ
                            τοῦδ’ ἕνεκα, βουλόμενος δόξαι σοὶ ὅπερ ἐμοί. ἐμοὶ γὰρ φαίνεται οὐ μόνον
                            αὐτὸ τὸ μέγεθος οὐδέποτ’ ἐθέλειν ἅμα μέγα καὶ σμικρὸν εἶναι, ἀλλὰ καὶ τὸ
                            ἐν ἡμῖν μέγεθος οὐδέποτε προσδέχεσθαι τὸ σμικρὸν οὐδ’ ἐθέλειν
                            ὑπερέχεσθαι, ἀλλὰ δυοῖν τὸ ἕτερον, ἢ φεύγειν καὶ ὑπεκχωρεῖν ὅταν αὐτῷ
                                <milestone unit="section" resp="Stephanus" n="102e"/>προσίῃ τὸ ἐναντίον, τὸ σμικρόν,
                            ἢ προσελθόντος ἐκείνου ἀπολωλέναι·  ὑπομένον δὲ καὶ δεξάμενον τὴν
                            σμικρότητα οὐκ ἐθέλειν εἶναι ἕτερον ἢ ὅπερ ἦν. ὥσπερ ἐγὼ δεξάμενος καὶ
                            ὑπομείνας τὴν σμικρότητα, καὶ ἔτι ὢν ὅσπερ εἰμί, οὗτος ὁ αὐτὸς σμικρός
                            εἰμι·  ἐκεῖνο δὲ οὐ τετόλμηκεν μέγα ὂν σμικρὸν εἶναι·  ὡς δ’ αὕτως καὶ τὸ
                            σμικρὸν τὸ ἐν ἡμῖν οὐκ ἐθέλει ποτὲ μέγα γίγνεσθαι οὐδὲ εἶναι, οὐδ’ ἄλλο
                            οὐδὲν τῶν ἐναντίων, ἔτι ὂν ὅπερ ἦν, ἅμα τοὐναντίον γίγνεσθαί τε
                                <milestone unit="page" resp="Stephanus" n="103"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="103a"/>
                    
                        
                        καὶ εἶναι, ἀλλ’ ἤτοι ἀπέρχεται ἢ ἀπόλλυται ἐν τούτῳ τῷ παθήματι.</said></p></div></div></body></text></TEI>