<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="43"><p><said who="#Σωκράτης"><milestone n="43" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="43a"/><label>ΣΩ.</label> τί τηνικάδε ἀφῖξαι, ὦ Κρίτων; ἢ οὐ πρῲ ἔτι ἐστίν;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πηνίκα μάλιστα;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ὄρθρος βαθύς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θαυμάζω ὅπως ἠθέλησέ σοι ὁ τοῦ δεσμωτηρίου φύλαξ ὑπακοῦσαι.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> συνήθης ἤδη μοί ἐστιν, ὦ Σώκρατες, διὰ τὸ πολλάκις δεῦρο φοιτᾶν, καί τι καὶ εὐεργέτηται ὑπʼ ἐμοῦ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄρτι δὲ ἥκεις ἢ πάλαι;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἐπιεικῶς πάλαι.
                </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="43b"/><label>ΣΩ.</label> εἶτα πῶς οὐκ εὐθὺς ἐπήγειράς με, ἀλλὰ σιγῇ παρακάθησαι;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐδʼ ἂν αὐτὸς ἤθελον ἐν τοσαύτῃ τε ἀγρυπνίᾳ καὶ λύπῃ εἶναι, ἀλλὰ καὶ σοῦ πάλαι θαυμάζω αἰσθανόμενος ὡς ἡδέως καθεύδεις· καὶ ἐπίτηδές σε οὐκ ἤγειρον ἵνα ὡς ἥδιστα διάγῃς. καὶ πολλάκις μὲν δή σε καὶ πρότερον ἐν παντὶ τῷ βίῳ ηὐδαιμόνισα τοῦ τρόπου, πολὺ δὲ μάλιστα ἐν τῇ νῦν παρεστώσῃ συμφορᾷ, ὡς ῥᾳδίως αὐτὴν καὶ πρᾴως φέρεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ ἄν, ὦ Κρίτων, πλημμελὲς εἴη ἀγανακτεῖν τηλικοῦτον ὄντα εἰ δεῖ ἤδη τελευτᾶν.
                    </said></p><p><said who="#Κρίτων"><milestone unit="section" resp="Stephanus" n="43c"/><label>ΚΡ.</label> καὶ ἄλλοι, ὦ Σώκρατες, τηλικοῦτοι ἐν τοιαύταις συμφοραῖς ἁλίσκονται, ἀλλʼ οὐδὲν αὐτοὺς ἐπιλύεται ἡ ἡλικία τὸ μὴ οὐχὶ ἀγανακτεῖν τῇ παρούσῃ τύχῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστι ταῦτα. ἀλλὰ τί δὴ οὕτω πρῲ ἀφῖξαι;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἀγγελίαν, ὦ Σώκρατες, φέρων χαλεπήν, οὐ σοί, ὡς ἐμοὶ φαίνεται, ἀλλʼ ἐμοὶ καὶ τοῖς σοῖς ἐπιτηδείοις πᾶσιν καὶ χαλεπὴν καὶ βαρεῖαν, ἣν ἐγώ, ὡς ἐμοὶ δοκῶ, ἐν τοῖς βαρύτατʼ ἂν ἐνέγκαιμι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνα ταύτην; ἢ τὸ πλοῖον ἀφῖκται ἐκ Δήλου, οὗ δεῖ <milestone unit="section" resp="Stephanus" n="43d"/> ἀφικομένου τεθνάναι με;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> οὔτοι δὴ ἀφῖκται, ἀλλὰ δοκεῖν μέν μοι ἥξει τήμερον ἐξ ὧν ἀπαγγέλλουσιν ἥκοντές τινες ἀπὸ Σουνίου καὶ καταλιπόντες ἐκεῖ αὐτό. δῆλον οὖν ἐκ τούτων <del>τῶν ἀγγέλων</del> ὅτι ἥξει τήμερον, καὶ ἀνάγκη δὴ εἰς αὔριον ἔσται, ὦ Σώκρατες, τὸν βίον σε τελευτᾶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ Κρίτων, τύχῃ ἀγαθῇ, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ ἔστω· οὐ μέντοι οἶμαι ἥξειν αὐτὸ τήμερον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="44"><p><said who="#Κρίτων"><milestone n="44" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="44a"/><label>ΚΡ.</label> πόθεν τοῦτο τεκμαίρῃ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγώ σοι ἐρῶ. τῇ γάρ που ὑστεραίᾳ δεῖ με ἀποθνῄσκειν ἢ ᾗ ἂν ἔλθῃ τὸ πλοῖον.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> φασί γέ τοι δὴ οἱ τούτων κύριοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ τοίνυν τῆς ἐπιούσης ἡμέρας οἶμαι αὐτὸ ἥξειν ἀλλὰ τῆς ἑτέρας. τεκμαίρομαι δὲ ἔκ τινος ἐνυπνίου ὃ ἑώρακα ὀλίγον πρότερον ταύτης τῆς νυκτός· καὶ κινδυνεύεις ἐν καιρῷ τινι οὐκ ἐγεῖραί με.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἦν δὲ δὴ τί τὸ ἐνύπνιον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐδόκει τίς μοι γυνὴ προσελθοῦσα καλὴ καὶ εὐειδής,<milestone unit="section" resp="Stephanus" n="44b"/> λευκὰ ἱμάτια ἔχουσα, καλέσαι με καὶ εἰπεῖν· <q>ὦ Σώκρατες, <cit><quote type="verse"><l met="dactylic">ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο.</l></quote><bibl n="Hom. Il. 9.363">ηομ. ιλ. 9.363</bibl></cit></q></said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἄτοπον τὸ ἐνύπνιον, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐναργὲς μὲν οὖν, ὥς γέ μοι δοκεῖ, ὦ Κρίτων.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> λίαν γε, ὡς ἔοικεν. ἀλλʼ, ὦ δαιμόνιε Σώκρατες, ἔτι καὶ νῦν ἐμοὶ πιθοῦ καὶ σώθητι· ὡς ἐμοί, ἐὰν σὺ ἀποθάνῃς, οὐ μία συμφορά ἐστιν, ἀλλὰ χωρὶς μὲν τοῦ ἐστερῆσθαι τοιούτου ἐπιτηδείου οἷον ἐγὼ οὐδένα μή ποτε εὑρήσω, ἔτι δὲ καὶ πολλοῖς δόξω, οἳ ἐμὲ καὶ σὲ μὴ σαφῶς ἴσασιν, <milestone unit="section" resp="Stephanus" n="44c"/> ὡς οἷός τʼ ὤν σε σῴζειν εἰ ἤθελον ἀναλίσκειν χρήματα, ἀμελῆσαι. καίτοι τίς ἂν αἰσχίων εἴη ταύτης δόξα ἢ δοκεῖν χρήματα περὶ πλείονος ποιεῖσθαι ἢ φίλους; οὐ γὰρ πείσονται οἱ πολλοὶ ὡς σὺ αὐτὸς οὐκ ἠθέλησας ἀπιέναι ἐνθένδε ἡμῶν προθυμουμένων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τί ἡμῖν, ὦ μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης μέλει; οἱ γὰρ ἐπιεικέστατοι, ὧν μᾶλλον ἄξιον φροντίζειν, ἡγήσονται αὐτὰ οὕτω πεπρᾶχθαι ὥσπερ ἂν πραχθῇ.
                                        </said></p><p><said who="#Κρίτων"><milestone unit="section" resp="Stephanus" n="44d"/><label>ΚΡ.</label> ἀλλʼ ὁρᾷς δὴ ὅτι ἀνάγκη, ὦ Σώκρατες, καὶ τῆς τῶν πολλῶν δόξης μέλειν. αὐτὰ δὲ δῆλα τὰ παρόντα νυνὶ ὅτι οἷοί τʼ εἰσὶν οἱ πολλοὶ οὐ τὰ σμικρότατα τῶν κακῶν ἐξεργάζεσθαι ἀλλὰ τὰ μέγιστα σχεδόν, ἐάν τις ἐν αὐτοῖς διαβεβλημένος ᾖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ γὰρ ὤφελον, ὦ Κρίτων, οἷοί τʼ εἶναι οἱ πολλοὶ τὰ μέγιστα κακὰ ἐργάζεσθαι, ἵνα οἷοί τʼ ἦσαν καὶ ἀγαθὰ τὰ μέγιστα, καὶ καλῶς ἂν εἶχεν. νῦν δὲ οὐδέτερα οἷοί τε· οὔτε γὰρ φρόνιμον οὔτε ἄφρονα δυνατοὶ ποιῆσαι, ποιοῦσι δὲ τοῦτο ὅτι ἂν τύχωσι.
                                            </said></p><p><said who="#Κρίτων"><milestone unit="section" resp="Stephanus" n="44e"/><label>ΚΡ.</label> ταῦτα μὲν δὴ οὕτως ἐχέτω· τάδε δέ, ὦ Σώκρατες, εἰπέ μοι. ἆρά γε μὴ ἐμοῦ προμηθῇ καὶ τῶν ἄλλων ἐπιτηδείων μή, ἐὰν σὺ ἐνθένδε ἐξέλθῃς, οἱ συκοφάνται ἡμῖν πράγματα παρέχωσιν ὡς σὲ ἐνθένδε ἐκκλέψασιν, καὶ ἀναγκασθῶμεν ἢ καὶ πᾶσαν τὴν οὐσίαν ἀποβαλεῖν ἢ συχνὰ χρήματα, ἢ καὶ ἄλλο τι πρὸς τούτοις παθεῖν;
            </said></p></div></div></body></text></TEI>