διαγγελθέντων οὖν τούτων εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἢ τὴν πόλιν, δύνασαι ἀποτρέψαι ὧν ἐπιχειρῶσι πράσσειν. τούτων δὲ οὕτω πραχθέντων τοῖς μὲν φιλίοις θάρσος ἐμποιήσεις ἐπιχειρῶν τι ἀλλʼ οὐ δεδιώς, τοῖς δὲ πολεμίοις φόβον ἐμπαρασκευάσεις, ὥστε ἐπὶ τῆς αὑτῶν ἠρεμεῖν.