Ἐὰν δὲ μὴ ὑπάρχωσιν τοιοίδε τόποι, ὥστε καὶ εἰς τὴν πόλιν ἀπʼ αὐτῶν φαίνεσθαι τὰ σημεῖα, ἄλλους ἐπʼ ἄλλοις τόποις διαδεκτῆρας εἶναι τῶν ἀειρομένων σημείων, οἳ σημανοῦσιν εἰς τὴν πόλιν. εἶναι δὲ τοὺς ἡμεροσκόπους καὶ ποδώκεις, οἳ ὅσα μὴ οἷά τε διὰ τῶν σημείων δηλοῦν, ἀλλʼ αὐτῶν τινα δέῃ ἐξ ἀνάγκης ἀγγέλλειν, δύνωνται ταχὺ ἀφικνεῖσθαι, καὶ ὡς ἐκ πλείστου ἀγγέλλωσιν.