<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0058.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="23"><div type="textpart" subtype="section" n="6"><p rend="indent">Οὐ μὴν οὐδʼ ἐν ταῖς νυξὶν ἀσκέπτως μετʼ ὄχλου <pb xml:id="p.122"/> ἐκπορευτέον, οἷα καὶ ἐν τοῖς καιροῖς τῶν ἐπιβουλευόντων τινὲς τεχνάζουσιν, οἱ μὲν ἔσω τῆς πόλεως οἱ δὲ καὶ ἔξωθεν, προσάγεσθαι βουλόμενοι τοιοῖσδε ἀπατήμασι, πυρσεύσαντές τι ἢ ἐμπρήσαντες νεώριον ἢ γυμνάσιον ἢ ἱερὸν πάνδημον ἢ δι’ ὅπερ ἂν ἔξοδος γένοιτο πλήθους ἀνθρώπων καὶ οὐ τῶν τυχόντων. προνοοῦντα οὖν καὶ τὰ τοιαῦτα μὴ ἑτοίμως ἀποδέχεσθαι. </p></div><div type="textpart" subtype="section" n="7"><p>πρᾶξις δὲ καὶ ἥδʼ ἐξοισθήσεται ἐξ ἀρχόντων. προετοιμάσαντες κατὰ τὴν χώραν θόρυβον γενέσθαι καὶ ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν ἀγγελθῆναι κλωπῶν ἐπιβουλήν, δι’ ὅπερ ἔμελλον οἱ πολῖται σπεύσειν εἰς βοήθειαν, </p></div></div></div></body></text></TEI>