<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0058.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="23"><div type="textpart" subtype="section" n="4"><p>ἤδη δέ τινες τειχήρεις ὄντες καὶ ὧδε ἔλαθον ἐπεξελθόντες. τὰς μὲν πύλας ἀπέδειμαν ὁρατῶς τοῖς πολεμίοις· ᾗ δὲ μάλιστα εὐεπιθέτως εἶχον οἱ ἐναντίοι, ταύτῃ κατεπέτασαν ἀκάτειον καὶ ἀνῆραν διὰ χρόνου τινός, ὥστε κατʼ ἀρχὰς μὲν θαυμάσαι τοὺς πολεμίους, ὕστερον δὲ καὶ πολλάκις γιγνομένου ἀμέλειαν εἶχον. </p></div><div type="textpart" subtype="section" n="5"><p>οἱ δὲ ἐν τῇ πόλει ἐν νυκτὶ διελόντες τοῦ τείχους ὅσον ἤθελον, καὶ ἀντιδομὴν παρασκευασάμενοι κατεπέτασαν τὸ ἱστίον. τηρήσαντες δὲ καιρὸν ἐπεξελθόντες ἐπέθεντο παραδόξως τοῖς πολεμίοις· ποιοῦντες δὲ ταῦτα ἐφύλασσον μή τις αὐτομολήσῃ. διὸ δεῖ μηδὲν τῶν τοιούτων παρορᾶν. </p></div></div></div></body></text></TEI>