τούς τε τῶν κυνῶν ὑλαγμοὺς καὶ τῶν ἀλεκτρυόνων τὰς φωνὰς ἀφανίζειν ἄφωνα ποιοῦντα τόνδε τὸν καιρόν, ἐπικαύσαντά τι τοῦ σώματος· καὶ γὰρ αἱ τούτων φωναὶ πρὸ ὄρθρου φθεγγόμεναι ἐκφαίνουσι τὸ μέλλον. ἐποιήσαντο δέ τινες καὶ τοιόνδε τεχνάσαντες. στασιασμοῦ προσποιητοῦ μετὰ προφάσεως εὐλόγου γενομένου παρʼ αὐτοῖς, καιρὸν τηρήσαντες καὶ ἐπεξελθόντες ἐπέθεντο παρʼ ἐλπίδα τοῖς πολεμίοις καὶ κατώρθωσαν.