καὶ τοὺς μὲν ἐξαγαγόντες ἐκάθισαν εἰς χωρία ἐπιτήδεια ὡς ἐνεδρεύσοντας τοῖς ἐμβεβληκόσι πολεμίοις· αὐτοὶ δὲ λαβόντες σώματα αὐτοῖς συνίστορα τῆς πράξεως προεπορεύοντο ὡς κατασκεψόμενοί τε τὰ ἀγγελλόμενα καὶ προκινδυνεύσοντες τῶν ἄλλων, ἵνα δῆθεν προαγάγοιεν τοὺς πολεμίους εἰς τὰς ἐνέδρας ὡς ὑποφεύγοντες. πορευθέντες δὲ εἰς τόπον ὅπου ἦν αὐτοῖς ξενικὸν προητοιμασμένον κρυφαίως κομισθέντες κατὰ θάλατταν, ἀναλαβόντες ἔφθασαν καὶ ἔλαθον εἰσαγαγόντες εἰς τὴν πόλιν κατʼ ἄλλας ὁδούς, ὡς τοὺς ἐπεξελθόντας πολίτας πάλιν ἀπαγαγόντες· τὴν δὲ πόλιν καταλαβόντες τοῖς ξένοις τῶν ἐν ταῖς πόλιν καταλαβόντες τοῖς ξένοις τῶν ἐν ταῖς ἐνέδραις ὄντων τοὺς μὲν ἐφυγάδευον, τοὺς δὲ ἐδέχοντο. διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν καὶ μὴ ἀλογίστως νύκτωρ εἰς πολεμίους ἔξοδον πλήθους ποιεῖσθαι.