ἔτι δὲ χρὴ ἐν τοῖς κινδύνοις καὶ τάδε προνοεῖν. τῶν φυλάκων μηδένα προγιγνώσκειν μήτε ὁπόστην μήτε ὅπου φυλάξει τῆς πόλεως· μηδὲ τῶν αὐτῶν ἀεὶ τοὺς αὐτοὺς ἡγεῖσθαι, ἀλλʼ ὡς πυκνότατα πάντα μεθιστάναι τὰ περὶ τὴν πολιτοφυλακίαν· οὕτω γὰρ ἂν ἥκιστά τις δύναιτο τοῖς ἔξω προδιδοὺς δηλοῦν τι ἢ προσδέξασθαι παρὰ τῶν πολεμίων, μὴ προειδότες ὅπου τοῦ τείχους τὴν νύκτα ἔσονται μηδὲ μεθʼ ὧν, ἀλλʼ ἀγνοοῦντες τὸ μέλλον. καὶ τοὺς ἡμέρας φυλάξαντας μὴ φυλάσσειν νυκτός· οὐ γὰρ ἐπιτήδειον προειδέναι ἃ μέλλει ἕκαστος πράσσειν.