ἐγρηγορέναι τε ὡς πλείστους ἄμεινον ἐν τοῖς κινδύνοις καὶ πάντας φυλάξαι ἐν τῇ νυκτί, ἵνʼ ὡς πλεῖστοι καθʼ ἑκάστην φυλακὴν προφυλάσσωσιν. ἐὰν δὲ ὀλίγοι τε καὶ μακρὰς φυλάσσωσιν, ὕπνος τʼ ἂν ἐγγίγνοιτο διὰ τὸ μῆκος τῶν φυλακῶν, καὶ εἴ τινές τι ἐγχειροῖεν νεωτερίσαι, ὑπάρχοι ἂν αὐτοῖς τοῦ χρόνου τὸ μῆκος καὶ φθάσαι καὶ λαθεῖν πράξαντάς τι πρὸς τοὺς πολεμίους· διὸ δεῖ τὰ τοιαῦτα μὴ ἀγνοεῖν.