ὃς δʼ ἂν φυλακῆς αὐτῷ οὔσης μὴ παρῇ εἰς τὸ τεταγμένον, ὁ λοχαγὸς αὐτοῦ παραχρῆμα τὴν φυλακὴν ἀποδόσθω, ὁπόσον δἂν εὑρίσκῃ, καὶ καταστησάτω ὅστις ὑπὲρ αὐτοῦ φυλάξει. ἔπειτα ὁ πρόξενος ἐξ αὐτῆς ἀποδιδότω τῷ πριαμένῳ τὴν φυλακήν, ὁ δὲ ταξίαρχος αὐτὸν τῇ ὑστεραίᾳ ζημιούτω τῇ νομιζομένῃ ζημίᾳ. Ἐπέξοδος λαθραία ἐν νυκτί Ἐπεξόδους δὲ ποιούμενον λαθραίως ἐν νυκτὶ τοῖς προσκαθημένοις πολεμίοις τάδε προνοεῖν. πρῶτον μὲν φυλάξαι ὅπως μή τις ἐξαυτομολήσῃ· ἔπειτα φῶς ὑπαίθριον μηδὲν εἶναι, ἵνα μὴ ὁ ὑπὲρ τῆς πόλεως ἀὴρ πυρωδέστερος ὢν τοῦ ἄλλου ἐκφήνῃ τὸ μέλλον.