καὶ ἐάν τε περιοδείας χρὴ τῷ στρατηγῷ, σκυταλίδα ἔχουσαν σημεῖον παρὰ τοῦ στρατηγοῦ παραδίδοσθαι τῷ πρώτῳ φύλακι, τοῦτον δὲ τῷ ἐχομένῳ καὶ ἕτερον ἑτέρῳ, μέχρι ἂν περιενεχθῇ ἡ σκυταλὶς κύκλῳ τὴν πόλιν καὶ κομισθῇ παρὰ τὸν στρατηγόν· προειρῆσθαι δὲ τοῖς προφύλαξιν μὴ πορρωτέρω προενεγκεῖν τὴν σκυταλίδα τοῦ ἐχομένου φύλακος. ἐὰν δʼ ὁ ἐλθὼν καταλάβῃ τόπον ἔρημον φύλακος, πάλιν ἀντιδιδόναι παρʼ οὗ ἔλαβεν τὴν σκυταλίδα, ἵνʼ αἴσθηται ὁ στρατηγὸς καὶ γνῷ τὸν μὴ παραδεξάμενον ἀλλʼ ἐκλείποντα φυλακήν.