Ἐν ὁμονοοῦσι δὲ καὶ μηδενὸς ὑποπτεύοντος ἐν τῇ πόλει ἐν τοῖς ἐπὶ τῷ τείχει φυλακείοις δεῖ τὰς νύκτας λύχνα καίεσθαι ἐν λαμπτῆρσιν, ἵνα καθʼ οὓς ἄν τι προσπελάζῃ πολέμιον, ἄρωσι τῷ στρατηγῷ τὸν λαμπτῆρα. ἐὰν δὲ μὴ φαίνηται πρὸς τὸν στρατηγὸν ὁ λαμπτὴρ τόπου κωλύοντος, ἄλλος διαδεκτὴρ ὑπολαμβάνων λαμπτῆρι φαινέτω τῷ στρατηγῷ, ὁ δὲ στρατηγὸς τὸ ἐμφανιζόμενον αὐτῷ τοῖς ἄλλοις φύλαξι δηλούτω σάλπιγγι ἢ τοῖς δρομοκήρυξιν, ὁποτέρως ἂν συμφέρῃ.