<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0058.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="22"><div type="textpart" subtype="section" n="19"><p rend="indent">Μᾶλλον δὲ ἅμα τούτοις μηδὲ τὰς ἀναβάσεις ἐπὶ τὸ τεῖχος εὐπόρους εἶναι ἀλλὰ κλειστάς, ἵνα μηδενὶ ἐγγίγνηται προκαταλαμβάνειν τι τοῦ τείχους βουλομένῳ <pb xml:id="p.114"/> ἐνδοῦναι τοῖς πολεμίοις, ἀλλʼ ὦσιν οἱ φύλακες οὓς ἂν σὺ βούλῃ ἐξ ἀνάγκης ἐπὶ τοῦ τείχους διατελοῦντες καὶ μὴ καταβαίνοντες, ἄν τέ τινες ἔξωθεν τῆς πόλεως λάθωσιν ὑπερβάντες, μὴ ῥᾳδίως διὰ ταχέων καταβαίνωσιν ἀπὸ τοῦ τείχους εἰς τὴν πόλιν, ἐὰν μὴ θέλωσιν ἀφʼ ὑψηλῶν καταπηδῶντες κινδυνεύειν καὶ μήτε λαθεῖν μήτε φθάσαι. πρέποι δʼ ἂν τὸ παρασκεύασμα τοῦτο περὶ τὰς ἀναβάσεις καὶ ἐν τυράννου ἀκροπόλει. </p></div><div type="textpart" subtype="section" n="20"><p>μετὰ δὲ τὴν ἐν Νάξῳ ναυμαχίαν ἐπιβουλευόμενος ὁ φρούραρχος Νικοκλῆς ἀναβάσεις κλειστὰς ποιήσας κατέστησε φύλακας ἐπὶ τῷ τείχει, ἔξω δὲ τῆς πόλεως περιοδίας ἐποιεῖτο μετὰ κυνῶν· προσεδέχοντο γὰρ ἔξωθέν τινα ἐπιβουλήν. </p></div></div></div></body></text></TEI>