καὶ ἅμα μὲν πολυωρεῖσθαι δόξουσιν, ἅμα δὲ οὐδὲν ἂν ἐπʼ αὐτοῖς εἴη πρᾶξαι. ἀντὶ δὲ τούτων ἄλλους εἰς τὰ φυλακεῖα καθιστάναι πιστοτέρως ἔχοντας· περὶ γὰρ τὰς ἑορτὰς καὶ τοὺς τοιούτους καιροὺς μάλιστα οἱ βουλόμενοί τι νεωτερίζειν ἐγχειροῦσιν. ὅσα δὲ πάθεα γέγονε περὶ τοὺς τοιούτους καιρούς, ἐν ἄλλοις δηλοῦται.