περὶ δὲ φυλάκων καταστάσεως καὶ περιοδειῶν καὶ πανείων καὶ συνθημάτων καὶ παρασυνθημάτων τὰ μὲν πολλὰ ἐν τῇ Στρατοπεδευτικῇ βίβλῳ γραπτέον ὃν τρόπον δεῖ γενέσθαι, ὀλίγα δὲ αὐτῶν καὶ νῦν δηλώσομεν. Φυλακαί Νυκτοφυλακεῖσθαι ἐν μὲν τοῖς κινδύνοις καὶ προσκαθημένων ἤδη ἐγγὺς πολεμίων πόλει ἢ στρατοπέδῳ ὧδε.