τὸ δὲ αὐτὸ καὶ ἐν Αἰγίνῃ. ὅταν δὲ αἱ πύλαι κλεισθῶσιν, τοῖς φύλαξι σύνθημα καὶ παρασύνθημα δόντας ἐπὶ τὰ φυλάκια διαπέμψαι. Περὶ δὲ ἀρμένων ἑτοιμασίας καὶ ὅσα χρὴ περὶ χώραν φιλίαν προκατασκευάζειν καὶ τὰ ἐν τῇ χώρᾳ ὡς δεῖ ἀφανίζειν ἢ ἀχρεῖα ποιεῖν τοῖς ἐναντίοις ὧδε μὲν παραλείπεται· ἐν δὲ τῷ Παρασκευαστικῷ περὶ τούτων τελείως δηλοῦται.