Εἰς δὲ τὸ τούτων μηδὲν κακουργεῖσθαι χρὴ, πρῶτον μὲν στρατηγὸν μὴ δεδειπνηκότα δι’ αὑτοῦ τὴν κλεῖσιν καὶ τὴν ἐπιμέλειαν ποιεῖσθαι, μηδὲ ἄλλῳ πιστεύειν ῥᾳθύμως διακείμενον· ἐν δὲ τοῖς ἐπικινδύνοις καὶ πάμπαν σύννουν δεῖ περὶ ταύτην εἶναι. ἔπειτα τὸν μοχλὸν σεσιδηρῶσθαι διὰ μήκους τριχῇ ἢ τετραχῇ· ἄπριστος γὰρ ἔσται. ἔπειτα βαλάνους ἐμβάλλεσθαι τρεῖς μὴ ὁμοτρόπους, τούτων δὲ ἕκαστον φυλάττειν ἀνὰ μίαν τῶν στρατηγῶν· εἰ δὲ πλείονες εἴησαν,