ἐμβαλλομένης κατʼ ὀλίγον ἄμμου εἰς τὴν βαλανοδόκην σείεσθαι ἀψοφητί, ἵνα μηδεὶς αἴσθηται. μετέωρος οὖν ἡ βάλανος ἐγίγνετο προσπιπτούσης τῆς ψάμμου, ὥστε ῥᾳδίως αὐτὴν ἐξαιρεθῆναι. Ἤδη δὲ πυλωρὸς δεξάμενος τὴν βάλανον παρὰ στρατηγοῦ ἐμβαλεῖν, ἐντεμὼν λάθρᾳ σμίλῃ ἢ ῥίνῃ τὴν βάλανον, βρόχον λίνου περιβαλὼν ἐνέβαλεν, εἶτα μετʼ ὀλίγον τῷ λίνῳ ἀνέσπασεν.