πράσσοντα δέ τι τοιοῦτον τὸν μοχλὸν ἀφανίζειν· ἤδη γάρ τινες ἐπιφανέντες ὑπεναντίοι ἐβιάσαντο πάλιν κλεῖσαι, τοῦ μοχλοῦ παρόντος. διὸ δεῖ πάντα τὰ τοιαῦτα προνοεῖν. Μοχλοῦ πρίσις Διαπρίοντα δὲ μοχλὸν ἔλαιον ἐπιχεῖν· θᾶσσον γὰρ καὶ ἀψοφητὶ μᾶλλον πρισθήσεται. ἐὰν δὲ καὶ σπόγγος ἐπί τε τὸν πρίονα καὶ τὸν μοχλὸν ἐπιδεθῇ, πολλῷ κωφότερος ὁ ψόφος ἔσται. πολλὰ δʼ ἄν τις καὶ ἄλλα ὁμότροπα τούτοις γράψαι. ἀλλὰ ταῦτα μὲν παρετέον.