Τρόπον δὲ κατὰ τόνδε προεδόθη πόλις ὑπὸ πυλωροῦ. σύνηθες ἐποιήσατο, ἐπεὶ μέλλοιεν αἱ πύλαι κλείεσθαι, ὑδρίον ἔχων ἐξιέναι ὡς ἐφʼ ὕδωρ. ἀφικνούμενος δὲ ἐπὶ τὴν κρήνην λίθους ἐτίθει εἰς τόπον γνωστὸν τοῖς πολεμίοις, ἐφʼ οὗ φοιτῶντες εὕρισκον διὰ τῶν τιθεμένων λίθων ἅπερ θέλοι δηλοῦν ὁ τῆς πόλεως φύλαξ. εἰ μὲν γὰρ πρώτην φυλάσσοι, ἕνα λίθον ἐτίθει πρὸς τὸν συγκείμενον τόπον, εἰ δὲ δευτέραν, δύο, εἰ δὲ τρίτην, τρεῖς, εἰ δὲ τετάρτην, τέτταρας. ἔτι δὲ καὶ ᾗ τοῦ τείχους καὶ κατὰ τί τῶν φυλακῶν λελόγχοι, τούτῳ δοὖν τῷ τρόπῳ σημαίνων ἐνέδωκεν. ταῦτα δεῖ οὖν συμβαλλόμενον πάντα φυλάττεσθαι καὶ τὰς πύλας αὐτὸν τὸν ἄρχοντα κλείειν καὶ μὴ ἄλλῳ διδόναι τὴν βάλανον.