ὅταν γὰρ ἐπὶ τὰς πύλας τις αὐτῶν ἐλθὼν κλεῖσαι μὴ αὐτουργὸς γίγνηται, ἀλλὰ παραδοὺς τὴν βάλανον τῷ πυλωρῷ κλεῖσαι κελεύῃ, τάδε κακουργεῖται ὑπὸ πυλωρῶν βουλομένων νυκτὸς δέξασθαι τοὺς πολεμίους. ὁ μέν τις ἡμέρας εἰς τὴν βαλανοδόκην τῶν πυλῶν ἄμμον προενέβαλεν, ὅπως ἡ βάλανος ἔξω μένῃ καὶ μὴ ἐμβάλληται εἰς τὸ τρύπημα. φασὶ δὲ καὶ ἐμβεβλημένας βαλάνους ὧδε ἐξαιρεθῆναι.