ὁ δὲ Τήμενος παρῆν διεσκευασμένος μεθʼ ὧν ἔμελλεν εἰσπορεύεσθαι εἰς χωρίον ῥητὸν πρὸς τὸν τὴν ἀγαθίδα ἔχοντα. ἦν δὲ προσυγκείμενον τῷ Τημένῳ πρὸς τὸν πυλωρὸν ἐλθόντι εἰς τὸν χῶρον σπᾶν τὸ σπάρτον. καὶ εἰ μὲν ἦν ἕτοιμα τῷ πυλωρῷ ἅπερ ἤθελε, προσεπιδῆσαι πρὸς τὴν ἀρχὴν τοῦ λίνου μαλλὸν ἐρίου καὶ ἀφεῖναι, ὅπερ ἰδὼν ὁ Τήμενος ἔμελλεν σπεύδειν πρὸς τὰς πύλας· εἰ δʼ ἀπετύγχανεν ὁ πυλωρὸς τοῦ θελήματος οὐδὲν προσάψας ἀφῆκεν τὸ λίνον, ὥστε τὸν Τήμενον ἐκ πολλοῦ φθάσαι τε καὶ λαθεῖν ἀπαλλαγέντα. ᾐσθάνοντο οὖν ἐν τῇ νυκτὶ τὸ σπάρτον ὑπάρχον ἐν τῇ πόλει, οὐχ οἷόν τε ἦν προϊέναι.