ἐπεὶ δὲ παρῆν ὁ στρατηγὸς κλεῖσαι τὰς πύλας, καὶ ἔδωκε κατὰ τὸ ἔθος τῷ πυλωρῷ ἐμβαλεῖν τὴν βάλανον, δεξάμενος ἐνέτεμεν λαθραίως ἀψοφητὶ ῥίνῃ ἢ σμίλῃ τὴν βάλανον, ὥστε ἐνέχεσθαι λίνον. εἶτα βρόχον περιθεὶς καθῆκε τὴν βάλανον ἐχομένην ὑπὸ τοῦ λίνου· μετὰ δὲ ταῦτα κινήσας τὸν μοχλὸν καὶ ἐπιδείξας τῷ στρατηγῷ κεκλεισμένην τὴν πύλην εἶχεν ἡσυχίαν. χρόνου δὲ προϊόντος ἀνασπάσας τὴν βάλανον, τὴν ἀρχὴν τοῦ σπάρτου πρὸς αὑτὸν ἔδησεν τοῦδε ἕνεκεν, ὅπως, εἰ καθυπνώσας τύχοι, ἐγερθείη σπώμενος ὑπὸ τοῦ λίνου.