Ἤδη δέ τινες ἐν τῇ βαλανοδόκῃ οὔσης βαλάνου τὸ περίμετρον ὧδε ἔλαβον. πηλὸν κεραμικὸν περιελίξαντες ὀθονίῳ λεπτῷ καθῆκαν, ἀρμένῳ πιέζοντες περὶ τὴν βάλανον τὸν πηλόν· ἔπειτα ἀνέσπασαν τὸν πηλὸν καὶ ἔλαβον τὸν τύπον τῆς βαλάνου, πρὸς ὃν τὴν βαλανάγραν ἐποιήσαντο. Συμβάλλεται γενέσθαι Τημένῳ Ῥοδίῳ ἐν Ἰωνίᾳ Τέως πόλις εὐμεγέθης πρόδοτος ὑπὸ τοῦ πυλωροῦ. ἄλλα τε οὖν προσυνέθεντο καὶ νύκτα ἀσέληνον καὶ σκοτεινήν, ἐν ᾗ ἔδει τὸν μὲν ἀνοῖξαι, τὸν δὲ μετὰ ξένων εἰσελθεῖν.